Ancient Greek · ~16 min
Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 2.1-6
Not analysed yet
Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητήσεων; οὐ διὰ τὸ μὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτάς· εἶχε γάρ· εἰ δὲ καὶ μὴ εἶχεν, εἶπεν ἂν πρὸς αὐτὸν, ὅτι Σπούδασον εἶναι ἐπιτήδειος πρὸς ἀνατροπὴν τῶν τοιούτων· ὥσπερ ὅταν λέγῃ, Πρόσεχε τῇ ἀναγνώσει· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου· ἀλλ' οἶδεν ἄχρηστον ὂν καὶ τὸ καθεῖναι ὅλως εἰς ἀγῶνας τοιούτους, καὶ ὅτι οὐδὲν τέλος ἔσται, ἀλλ' ἢ μάχη καὶ ἀπέχθεια, ὕβρεις καὶ λοιδορίαι. Ταύτας οὖν τὰς ζητήσεις παραιτοῦ. Ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ τῶν Γραφῶν, αἱ περὶ τῶν ἄλλων. Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι. Οὐκοῦν οὐ δεῖ μάχεσθαι οὐδὲ ἐν ζητήσει· πόῤῥω γὰρ μάχης εἶναι δεῖ τὸν τοῦ Θεοῦ δοῦλον. Εἰρήνης γάρ ἐστι Θεὸς ὁ Θεός· ὁ δὲ τοῦ Θεοῦ τῆς εἰρήνης δοῦλος, πῶς ἂν μαχέσοιτο; Ἀλλ' ἤπιον εἶναι πρὸς πάντας. Δοῦλον γὰρ Κυρίου οὐ δεῖ μάχεσθαι, φησὶν, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας. Πῶς οὖν λέγει, Ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς; καὶ ἐνταῦθα πάλιν, Μηδείς σου τῆς νεότητος καταφρονείτω; καὶ πάλιν, Ἔλεγχε αὐτοὺς ἀποτόμως; Ὅτι καὶ τοῦτο πραότητός ἐστιν. Ὁ γὰρ σφοδρὸς ἔλεγχος, ὅταν μετ' ἐπιεικείας γένηται, οὗτός ἐστιν ὁ μάλιστα δακεῖν δυνάμενος. Ἔνεστι γὰρ, ἔνεστι μετὰ πραότητος καθάψασθαι μᾶλλον, ἢ μετὰ θρασύτητος ἐντρέψαι. Διδακτικόν· τουτέστι, πρὸς πάντας τοὺς βουλομένους διδαχθῆναι. Αἱρετικὸν γὰρ, φησὶν, ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ. —Ἀνεξίκακον. Καλῶς τοῦτο προσέθηκε· μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ τὸν διδάσκαλον· ἐπεὶ πάντα μάτην γίνεται. Εἰ γὰρ οἱ ἁλιεῖς πολλάκις δι' ὅλης ἡμέρας βάλλοντες τὰ δίκτυα, καὶ οὐκ ἐπιτυγχάνοντες οὐκ ἀπαγορεύουσι, πολλῷ μᾶλλον ἡμεῖς. Ὅρα γὰρ τί γίνεται· Συμβαίνει πολλάκις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας εἰς τὸ βάθος τῆς ψυχῆς τὸ τοῦ λόγου ἄροτρον κατελθὸν ἐκκόψαι τὸ ἐνοχλοῦν αὐτῇ πάθος. Ὁ γὰρ μυριάκις ἀκούσας, πείσεταί τι· οὐ γὰρ ἔστιν ἄνθρωπον ἀκούοντα συνεχῶς, μηδὲν παθεῖν. Ἔστιν οὖν ὅτε μέλλων πείθεσθαι, ἡμῶν ἀπαγορευσάντων, τὸ πᾶν ἀπώλεσε. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις γεωργίας ἄπειρος τὴν ἄμπελον· φυτευθεῖσαν σκάπτοι μὲν ἐνιαυτῷ τῷ πρώτῳ, ἐν δὲ τῷ δευτέρῳ ζητῶν λήψεσθαι καρπὸν, καὶ πάλιν ἐν τῷ τρίτῳ, καὶ μὴ λαμβάνων, εἶτα τῶν τριῶν ἐτῶν παρελθόντων ἀπογνοὺς, τότε λοιπὸν αὐτὴν καταλείποι ἐν τῷ τετάρτῳ, ὅτε τῶν πόνων ἐκείνων ἔμελλε κομίζεσθαι τὴν ἀντίδοσιν. Εἰπὼν δὲ, Ἀνεξίκακον, οὐκ ἀρκεῖται, ἀλλ' ἐπάγει λέγων· Ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν ἐν πραότητι· οὐ γὰρ ἔνι ψυχὴν δεομένην μαθεῖν, μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· κἂν γὰρ μέλλῃ προσέχειν, ἀπορηθεῖσα οὐδὲν εἴσεται. Δεῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μαθεῖν, πρὸ τῶν ἄλλων πάντων ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· τούτου δὲ μὴ προκατασκευασθέντος, οὐκ ἔνι γενέσθαι τι τῶν δεόντων οὐδὲ τῶν χρησίμων· ἡδέως δὲ οὐκ ἄν τις σχοίη πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα. Πῶς οὖν αἱρετικὸν, φησὶν, ἄνθρωπον μετὰ μίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ; Τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδεν ἀνίατα νοσοῦντα. Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἔσται τις διόρθωσις· τὸ δὲ, ἴσως, ἐπὶ τῶν ἀδήλων ἐστίν. Ὥστε ἐκείνων μόνον ἀφίστασθαι χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, καὶ ὑπὲρ ὧν πεπείσμεθα, ὅτι οὐδ' ἂν ὁτιοῦν γένηται, μεταστήσονται. Ἐν πραότητι, φησίν. Ὁρᾷς ὅτι τοὺς βουλομένους μαθεῖν οὕτω χρὴ προσίεσθαι, καὶ μηδέποτε πρὸ τῆς ἀποδείξεως ἀφίστασθαι τῶν διαλέξεων; Ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Καλῶς εἶπεν, Ἐζωγρημένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται. Ὅρα πῶς διδάσκει μετριοφρονεῖν. Οὐκ εἶπε, Μή ποτε δυνηθῇς, ἀλλὰ, Μή ποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι. Κἂν γένηταί τι, τοῦ Κυρίου τὸ πᾶν γίνεται· σὺ φυτεύεις, σὺ ποτίζεις, ἐκεῖνος σπείρει καὶ ποιεῖ καρποφορεῖν. Μή ποτε τοίνυν διακεώμεθα, ὡς αὐτοί τινα πείθοντες, κἂν πείσωμεν. Καὶ ζωγρηθέντες, φησὶν, ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ γὰρ θέλημα αὐτοῦ ἐστιν ὀρθῶς βιοῦν. Εἰσὶ δέ τινες ἐν τῇ παγίδι τοῦ διαβόλου καὶ βίου ἕνεκεν· οὐ τοίνυν οὐδὲ πρὸς τούτους περικακεῖν χρή. Μή ποτε ἀνανήψωσι, φησὶν, ἐζωγρημένοι εἰς τὸ ἐκείνου θέλημα. Τὸ δὲ, Μή ποτε, πολλῆς μακροθυμίας ἐστὶ δεικτικόν· τὸ γὰρ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική.