# In epistulam ii ad Timotheum (homiliae 1-10) 2.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10), Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τούτους ἀποτρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-timotheum-homiliae-1-10/2.1-7

Καὶ ὁ πυρέττων οὐδέποτε ἐμφορηθῆναι δύναται, ἀλλ' ἀεὶ ἐν ἐπιθυμίᾳ μεθύων οὐδέποτε πληροῦται, ἀεὶ διψᾷ. Οὕτω καὶ ὁ περὶ χρήματα μαινόμενος, οὐδέποτε οἶδε τὴν ἐπιθυμίαν ἐμπλῆσαι· μηδέποτε δὲ ἐμπιπλάμενος, ὅσα ἂν κενώσῃς, οὐκ εἴσεταί σοι χάριν. Ἐκείνῳ γὰρ εἴσεται μόνῳ τῷ δεδωκότι ὅσα βούλεται· τοῦτο δὲ οὐδεὶς δυνήσεται ποιῆσαι· οὐ γὰρ ἔχει μέτρον ἃ βούλεται· οὐκοῦν οὐδενὶ εἴσεται χάριν. Οὐδὲν οὕτως ἀχάριστον, ὡς φιλάργυρος· οὐδὲν οὕτως ἀναίσθητον, ὡς φιλοχρήματος· τῆς οἰκουμένης ἁπάσης ἐστὶν ἐχθρός· ἀγανακτεῖ ὅτι εἰσὶν ἄνθρωποι· βούλεται γὰρ πάντα ἐρημίας εἶναι μεστὰ, ὥστε τὰ πάντων ἔχειν αὐτός. Καὶ πολλὰ τοιαῦτα φαντάζεται· Εἰ ἐγένετο σεισμὸς ἐν τῇ πόλει, φησὶν, εἶτα πάντων καταχωσθέντων, ἐγὼ μόνος περιελείφθην, ὥστε τὰ πάντων λαβεῖν εἰ δυνατόν· εἰ ἐπῆλθε λοιμὸς, καὶ πάντας ἀπώλεσε τοῦ χρυσίου χωρίς· εἰ καταποντισμὸς ἐγένετο, εἰ θαλάττης ἐπίκλυσις· καὶ μυρία τοιαῦτα ἐπινοεῖ· χρηστὸν μὲν οὐδὲν, σεισμὸς δὲ καὶ σκηπτοὺς καὶ πολέμους καὶ λοιμοὺς, καὶ πάντα τὰ τοιαῦτα γενέσθαι εὔχεται. Εἰπὲ δή μοι, ἄθλιε καὶ ταλαίπωρε καὶ παντὸς ἀνδραπόδου δουλικώτερε, εἰ πάντα ἦν χρυσὸς, οὐκ ἂν ἀπηλλάγης ὑπὸ τοῦ χρυσοῦ, λιμῷ διαφθαρείς; εἰ σεισμὸς ἐγένετο, τῆς οἰκουμένης καταποθείσης, ἀπωλώλεις ἂν καὶ σὺ ὑπὸ τῆς ὀλεθρίας ταύτης ἐπιθυμίας· οὐ γὰρ ὄντος ἀνθρώπου ἐπὶ τῆς γῆς, οὐκ ἄν σοι τὰ τῆς ζωῆς συγκεκρότητο. Θῶμεν γὰρ πάντας ἄρδην ἠφανίσθαι τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους, εἶτα τὸ χρυσίον αὐτῶν καὶ τὸ ἀργύριον αὐτομάτως πως εἰς σὲ περιεληλυθέναι (καὶ γὰρ μωρὰ καὶ ἀδύνατα φαντάζονται), καὶ τὸν πλοῦτον ἐκείνων, τὸν χρυσὸν, τὸν ἄργυρον, τὰ ἱμάτια τὰ σηρικὰ, τὰ διάχρυσα πάντα αὐτομάτως εἰς τὰς σὰς χεῖρας ἐλθεῖν· τί τὸ κέρδος; οὕτως ἂν μάλιστα θάνατός σε κατέλαβεν, ἀρτοκόπων οὐκ ὄντων, γεωργῶν οὐκ ὄντων, θηρίων ἐπινεμομένων, δαιμόνων ἐκδειματούντων σοι τὴν ψυχήν. Καὶ νῦν μὲν αὐτὴν κατέχουσι δαίμονες καὶ πολλοί· τότε δὲ ἄν σε καὶ εἰς ἔκπληξιν ἤγαγον, κἂν εὐθέως ἀπώλεσαν. Ἀλλ' οὐκ ἐβουλόμην, φησὶν, ἀλλ' εἶναι καὶ γεωργοὺς καὶ ἀρτοκόπους. Ἀλλ' ἔμελλον κἀκεῖνοι δαπανᾷν. Ἀλλ' οὐκ ἐβουλόμην αὐτοὺς δαπανᾷν. Οὕτως ἀκόρεστος ἡ ἐπιθυμία αὕτη. Τί γὰρ ἂν εἴη τούτων καταγελαστότερον; Εἶδες ἀμηχανίαν πραγμάτων; βούλεται ἔχειν πολλοὺς τοὺς διακονουμένους αὐτῷ, καὶ ἀλγεῖ ὅτι τροφῆς οὗτοι μετέχουσιν, ἅτε ἐλαττοῦντες αὐτοῦ τὴν οὐσίαν. Τί οὖν, εἰπέ μοι; βούλει λιθίνους εἶναι τοὺς ἀνθρώπους; Χλευασία ταῦτα πάντα, κύματα, καὶ ζάλη, καὶ χειμὼν, καὶ τρικυμία, καὶ πολὺς ὁ θόρυβος τῇ ψυχῇ· ἀεὶ πεινᾷ, ἀεὶ διψᾷ. Εἰπὲ δή μοι, τοῦτον οὐκ ἐλεήσομεν οὐδὲ δακρύσομεν; Ἀλλ' ἐν μὲν τοῖς σώμασι τὸ τοιοῦτον κόλασίς ἐστιν ἡ χαλεπωτάτη, βουλιμία λεγομένη παρὰ τῶν ἰατρῶν, ὅταν τις πολλῶν ἐμφορούμενος, τοῦ λιμώττειν μὴ ἀπαλλάττηται· ἐπὶ δὲ τῆς ψυχῆς οὐ δακρύσομεν τὸ αὐτὸ τοῦτο πάθος; Βουλιμία γὰρ ψυχῆς ἡ φιλαργυρία, ἣ πολλῶν μὲν ἐμπίπλαται, οὐδέποτε δὲ ἵσταται, ἀλλ' ὑπὸ τῆς ἐπιθυμίας ἀεὶ κατατείνεται. Εἰ γὰρ ἑλλέβορον ἔδει πιεῖν, ἢ μυριάκις ὑποστῆναί τι τούτου βαρύτερον, ὥστε ἀπαλλαγῆναι τοῦ πάθους τούτου, οὐκ ἔδει προθύμως καταδέξασθαι; Οὐκ ἔστι χρημάτων πλῆθος, ὃ τὴν ἀκόρεστον νηδὺν ἐμπλῆσαι δύναται. Οὐκ αἰδεσθησόμεθα τοίνυν ἡμεῖς, εἰ περὶ μὲν χρημάτων οὕτω τινὲς μεμήνασι, περὶ δὲ τὸν Θεὸν ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἀγάπης ἐπιδεικνύμεθα, ἀλλὰ ἀργυρίου γίνεται ἀτιμότερος ἡμῖν ὁ Θεός; Καὶ γὰρ ὑπὲρ μὲν ἀργυρίου καὶ ἀγρυπνίας καὶ ἀποδημίας καὶ κινδύνους ἐπαλλήλους καὶ μῖσος καὶ ἐπιβουλὰς καὶ πάντα ὑπομένουσιν ἄνθρωποι· ἡμεῖς δὲ ὑπὲρ τοῦ Θεοῦ οὐδὲ ψιλὸν ῥῆμα προέσθαι ἀνεχόμεθα, οὐδὲ ἀπέχθειαν ἀναδέξασθαι, ἀλλὰ ἂν δέῃ τινὶ τῶν καταπονουμένων ἀμῦναι, τὰς τῶν δυναστευόντων ἔχθρας ὑποστελλόμενοι καὶ τοὺς κινδύνους, προδιδόαμεν τὸν ἠδικημένον· καὶ δύναμιν λαβόντες παρὰ τοῦ Θεοῦ ὥστε βοηθεῖν, ἀπόλλυμεν αὐτὴν διὰ τὸ μὴ βούλεσθαι μισεῖσθαι μηδὲ ἀπεχθάνεσθαι· καὶ εὐθέως τοῦτο προβάλλονται οἱ πολλοὶ, Εἰκῆ φιλοῦ, λέγοντες, εἰκῆ μὴ μισοῦ. Τοῦτο δὲ εἰκῆ μισεῖσθαί ἐστι; τί δὲ τοῦ μίσους τούτου κρεῖττον; Τῆς γὰρ φιλίας τῆς διὰ τὸν Θεὸν τὸ μῖσος τὸ δι' αὐτὸν πολλῷ βέλτιον. Ὅταν γὰρ φιλώμεθα διὰ τὸν Θεὸν, ἡμεῖς ὀφειλέται ἐσμὲν τῆς τιμῆς· ὅταν δὲ μισώμεθα, αὐτὸς ἡμῖν ὀφειλέτης ἐστὶ τοῦ μισθοῦ. Ὅσον ἂν ἀγαπήσωσι τὸν χρυσὸν οἱ φιλοχρήματοι, οὐκ ἴσασι μέτρον ἀγάπης· ἡμεῖς δὲ κἂν μικρόν τι ἐργασώμεθα, τὸ πᾶν ἠνυκέναι νομίζομεν. Ὡς ἐκεῖνοι τὸν χρυσὸν φιλοῦσιν, ἡμεῖς τὸν Θεὸν οὐ φιλοῦμεν, ἀλλ' οὐδὲ τὸ πολλοστὸν μέρος. Πολλὴ ἐκείνων κατηγορία, ὅτι τοσαύτην περὶ τὸν χρυσὸν τὴν μανίαν ἔχουσι· πολλὴ ἡμῶν κατάγνωσις ὅτι οὐ μαινόμεθα οὕτω περὶ τὸν Θεὸν, ἀλλ' ὅσον τῇ γῇ (γῆ γὰρ ὁ χρυσὸς ὁ μεταλλικὸς), ὅσην τῇ γῇ τιμὴν ἀπονέμουσιν ἐκεῖνοι, τοσαύτην οὐκ ἀπονέμομεν ἡμεῖς τῷ πάντων Δεσπότῃ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg165.local001/.
