# In epistulam ii ad Timotheum (homiliae 1-10) 2.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10), Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-timotheum-homiliae-1-10/2.1-8

Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρημένους, τῷ ὅπλῳ, ᾧ ὁ διάβολος κατὰ τοῦ Ἀδὰμ ἐχρήσατο; Ἐνδύνοντες εἰς τὰς οἰκίας, φησίν. Εἶδες τὸ ἀναίσχυντον πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν, Ἐνδύνοντες; τὸ ἄτιμον, τὴν ἀπάτην, τὴν κολακείαν; Καὶ αἰχμαλωτίζοντες γυναικάρια. Ὥστε γυναικάριον ὁ εὐεξαπάτητος, καὶ ἀνδρὸς πόῤῥω. Γυναικῶν δὲ τὸ ἀπατᾶσθαι, μᾶλλον δὲ οὐδὲ γυναικῶν, ἀλλὰ γυναικαρίων. Σεσωρευμένα. Ὅρα πόθεν κἀκείναις γίνεται τὸ πείθεσθαι, ἀπὸ τῶν ἁμαρτιῶν, ἀπὸ τοῦ μηδὲν ἑαυταῖς συνειδέναι καλόν. Καὶ σφόδρα κυρίως εἶπε, Σεσωρευμένα· τὸ πλῆθος γὰρ τῶν ἁμαρτιῶν διὰ τούτου παρίστησι, καὶ τὸ ἄτακτον καὶ συγκεχυμένον. Ἀγόμενα ἐπιθυμίαις ποικίλαις. Οὐ τῆς φύσεως κατηγόρησεν· οὐ γὰρ ἁπλῶς γυναῖκας εἶπεν, ἀλλὰ τοιάσδε γυναῖκας. Τί ἐστι, Ποικίλαις; Ἐνταῦθα πολλὰ ᾐνίξατο, τὴν τρυφὴν, τὴν ἀσχημοσύνην, τὴν λαγνείαν. Ποικίλαις, φησὶν, ἐπιθυμίαις, τουτέστι, χρημάτων, δόξης, τρυφῆς, αὐθαδείας, τιμῆς. Ἴσως δὲ καὶ ἑτέρας αἰσχρὰς ἐπιθυμίας αἰνίττεται. Πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Διὰ τί ταῦτά φησιν; Οὐ συγγινώσκων αὐταῖς, ἀλλὰ καὶ σφόδρα καταπειλῶν. Ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυμίαις ἐκείναις καὶ τοῖς ἁμαρτήμασιν, ἐπωρώθη αὐτῶν ἡ διάνοια. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ. Τίνες εἰσὶν οὗτοι οἱ μάγοι οἱ ἐπὶ Μωϋσέως; πῶς δὲ αὐτῶν τὰ ὀνόματα οὐδαμοῦ ἐμφέρεται ἀλλαχοῦ; Ἢ ἀγράφως παραδέδοται, ἢ ἀπὸ τοῦ Πνεύματος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον. Οὕτω καὶ οὗτοι, φησὶν, ἀντιστήσονται τῇ ἀληθείᾳ, ἄνθρωποι τὸν νοῦν κατεφθαρμένοι ἀδόκιμοι περὶ τὴν πίστιν· ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον. Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. Ἀλλ' οὐ προκόψουσι, φησί. Πῶς οὖν λέγει ἀλλαχοῦ, ὅτι Προκόψουσιν ἐπὶ πλεῖον ἀσεβείας· ἐνταῦθα δὲ, Οὐ προκόψουσιν; Ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόμενοι καινοτομεῖν καὶ πλανᾷν, οὐ στήσονται τῆς πλάνης, ἀλλ' ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· καὶ γὰρ ἡ πλάνη οὐδαμοῦ ἵσταται. Ἐνταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσιν, οὐδὲ συναρπάσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινας παρακρούεσθαι, ἀλλ' εὐφώρατοι ταχέως ἔσονται. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουσον τί λέγει· Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσι. Πόθεν; Πανταχόθεν· Ὥσπερ καὶ ἡ ἐκείνων ἐγένετο. Κἂν γὰρ πρότερον ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει. Τοιαῦτα γὰρ τὰ μὴ φύσει καλὰ, ἀλλὰ δοκοῦντα εἶναι καλά· πρὸς καιρὸν ἀνθεῖ, καὶ φωρᾶται καὶ ἀπόλλυται. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα· καὶ τούτων σὺ μάρτυς· οὐ γὰρ ἐν ἀπάτῃ τὰ ἡμέτερα· τίς γὰρ ἂν ὑπὲρ ἀπάτης καὶ ἀποθανεῖν ἕλοιτο; Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ. Ὥστε ἰσχυρὸς ἔσο· οὐ γὰρ ἁπλῶς παρεγένου, ἀλλὰ παρηκολούθηκας. Ἐνταῦθα τὸν χρόνον σημαίνει πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, Παρηκολούθηκας τῇ διδασκαλίᾳ. Τοῦτο περὶ λόγου. Τῇ ἀγωγῇ· τοῦτο περὶ βίου. Τῇ προθέσει· τοῦτο περὶ προθυμίας καὶ τοῦ παραστήματος τῆς ψυχῆς. Οὐχὶ ἔλεγον μὲν, φησὶ, ταῦτα, οὐκ ἐποίουν δὲ, οὐδὲ ἐν λόγοις μόνον ἐφιλοσόφουν. Τῇ πίστει, τῇ μακροθυμίᾳ. Πῶς οὐδέν με τούτων, φησὶν, ἐτάραττε. Τῇ ἀγάπῃ· ὅπερ οὐκ εἶχον οὗτοι. Τῇ ὑπομονῇ· ὥσπερ οὐδὲ τοῦτο. Τῇ μακροθυμίᾳ, φησί. Πρὸς τοὺς αἱρετικοὺς πολλὴν ἐπεδεικνύμην τὴν μακροθυμίαν. Τῇ ὑπομονῇ, πρὸς τοὺς διωγμούς. Τοῖς διωγμοῖς, τοῖς παθήμασι. Δύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι πολλοὺς, καὶ τὸ μὴ καρτερεῖν ἐν τοῖς παθήμασιν. Ἀλλ' ὅμως ὑπὲρ τούτων πολλὰ διελέχθη, ὅτι καὶ πάλαι ἦσαν καὶ ἔσονται, καὶ χρόνος οὐδεὶς καθαρὸς τούτων, καὶ ὅτι ἡμᾶς οὐδὲν βλάψαι δυνήσονται, καὶ ὅτι ἐν τῷ κόσμῳ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἐστιν. Ὁρᾷς λοιπὸν αὐτὸν περὶ τῶν θλίψεων διαλεγόμενον; Οἷα μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. Τί δήποτε ταῦτα μόνα εἴρηκεν ἀπὸ πολλῶν; Ἐπειδὴ γνώριμα ἦν τῷ ἀνδρὶ τὰ λοιπά· καὶ ἴσως ὡς νεαρῶν τῶν πραγμάτων τούτων μέμνηται, οὐ τῶν πάλαι· καὶ οὐκ ἀπαριθμεῖται κατ' εἶδος· οὐ γάρ ἐστι κενόδοξος οὐδὲ φιλότιμος· πρὸς γὰρ παραμυθίαν τοῦ μαθητοῦ, οὐ πρὸς ἐπίδειξιν λέγει. Ἀντιόχειαν δὲ τὴν τῆς Πισιδίας ἐνταῦθά φησι, καὶ Λύστραν, ὅθεν ἦν ὁ Τιμόθεος. Οἵους διωγμοὺς ὑπέμεινα. Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν παρειχόμην γενναίαν, καὶ οὐκ ἐγκατελείφθην, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι προέδωκέ με ὁ Θεὸς, ἀλλὰ τὸν στέφανόν μοι λαμπρότερον εἰργάσατο. Οἵους διωγμοὺς ὑπέμεινα, φησὶ, καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg165.local001/.
