# In epistulam ii ad Timotheum (homiliae 1-10) 2.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10), Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-timotheum-homiliae-1-10/2.1-9

Οὐδὲν ἐμφαντικώτερον τῆς λέξεως ταύτης· τὸ γὰρ ἀδιάκριτον πλῆθος τῶν διδασκάλων διὰ τοῦ, Σωρεύσουσιν, ἐδήλωσε, καὶ διὰ τοῦ παρὰ τῶν μαθητῶν χειροτονεῖσθαι. Ἑαυτοῖς ἐπισωρεύσουσι, φησὶ, διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν· τῆς ἡδονῆς χάριν λέγοντας καὶ τέρποντας τὴν ἀκοὴν ἐπιζητοῦντες. Καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Ταῦτα προλέγει, οὐκ εἰς ἀθυμίαν βουλόμενος ἐμβαλεῖν, ἀλλ' ἵνα, ὅταν ἐκβῇ, γενναίως φέρῃ· ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἐποίει λέγων, ὅτι Παραδώσουσιν ὑμᾶς, καὶ μαστιγώσουσι, καὶ εἰς τὰς συναγωγὰς ἄξουσιν ἕνεκεν τοῦ ὀνόματός μου. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ὁ μακάριος οὗτος· Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Ταῦτα δὲ ἔλεγεν, ὥστε νήφειν αὐτοὺς, ὥστε τῷ παρόντι καιρῷ κεχρῆσθαι εἰς δέον. Σὺ δὲ νῆφε, φησὶν, ἐν πᾶσι, κακοπάθησον. Ὁρᾷς ὅτι διὰ τοῦτο ταῦτα προλέγει; Καὶ γὰρ καὶ ὁ Χριστὸς ἔλεγε πρὸς τῷ τέλει, ὅτι Ἔσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται· οὕτω καὶ οὗτος, ὅτε ἔμελλεν ἀποδημεῖν, ταῦτα ἔλεγε. Σὺ δὲ νῆφε ἐν πᾶσι. Κακοπάθησον, τουτέστι, Κάμε, προκατάλαβε, πρὶν ἢ τὴν λύμην ἐκείνην ἐπελθεῖν, ἐν ἀσφαλεῖ τὰ πρόβατα κατάστησον, ἕως οὗ πάρεισιν οἱ λύκοι, πανταχοῦ κακοπάθησον. Ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἄρα τοῦτο ἔργον εὐαγγελιστοῦ, τὸ κακοπαθεῖν καὶ παρ' ἑαυτοῦ, καὶ παρὰ τῶν ἔξωθεν. Τὴν διακονίαν σου πληροφόρησον· τουτέστι, πλήρωσον. Ἰδοὺ καὶ ἄλλη ἀνάγκῃ τοῦ κακοπαθεῖν· Ἐγὼ γὰρ ἤδη σπένδομαι, φησὶ, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Οὐκ εἶπε, Τῆς ἐμῆς θυσίας, ἀλλ' ὃ περισσόν ἐστι. Τῆς μὲν γὰρ θυσίας οὐ τὸ πᾶν ἀναφέρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. Πολλάκις τὸν Ἀπόστολον μετὰ χεῖρας λαβὼν ἐγὼ, καὶ τὸ χωρίον τοῦτο περισκεψάμενος, ἀπορῶν διετέλουν, τίνος ἕνεκεν οὕτω μεγαληγορεῖ Παῦλος λέγων, Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι. Νῦν δέ μοι δοκῶ εὑρηκέναι τῇ τοῦ Θεοῦ χάριτι. Τίνος οὖν ἕνεκεν ταῦτά φησι; Τὴν ἀθυμίαν τοῦ μαθητοῦ παραμυθήσασθαι βούλεται, θαῤῥεῖν κελεύων ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος, ὡς καλῆς ἐπιτυχόντος τελευτῆς. Χαίρειν δεῖ, φησὶν, οὐκ ἀλγεῖν. Διὰ τί; Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι. Ὥσπερ ἂν εἴ τις πατὴρ παιδίον αὐτῷ παρακαθήμενον, καὶ τὴν ὀρφανίαν οὐ φέρον παραμυθοῖτο λέγων· Τέκνον, μὴ κλαῖε, ἐζήσαμεν καλῶς, εἰς γῆρας ἐλθόντες καταλιμπάνομέν σε· ἄληπτος ἡμῶν ὁ βίος γέγονε, μετὰ δόξης ἀπερχόμεθα· ἔχεις καὶ σὺ θαυμάζεσθαι ἀπὸ τῶν ἡμῖν πεπραγμένων· πολλὰς ἡμῖν ὁ βασιλεὺς οἶδε τὰς χάριτας. Ὡς ἂν εἰ ἔλεγε· Τρόπαια ἐστήσαμεν, τοὺς πολεμίους ἐνικήσαμεν, οὐ μεγαληγορῶν, ἄπαγε· ἀλλ' ἀνιστὰς τὸν παῖδα, καὶ παιδεύων τοῖς ἐγκωμίοις κούφως φέρειν τὰ συμβάντα, καὶ χρηστὰς ἔχειν ἐλπίδας, καὶ μὴ νομίζειν, ὅτι φορτικὸν τὸ πρᾶγμα. Δεινὸν γὰρ, δεινὸν ὁ χωρισμός· καὶ ἄκουε αὐτοῦ λέγοντος, Ἡμεῖς δὲ ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν, προσώπῳ, οὐ καρδίᾳ. Εἰ οὖν αὐτὸς χωρισθεὶς τῶν μαθητῶν τοιαῦτα ἔπασχεν, οἷα οἴει τὸν Τιμόθεον πάσχειν; εἰ ζῶντος χωριζόμενος αὐτοῦ ἐδάκρυεν, ὡς λέγειν αὐτὸν, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, πόσῳ μᾶλλον τελευτήσαντος; Ταῦτα οὖν παραμυθούμενος ἔγραφε· καὶ πᾶσα δὲ ἡ ἐπιστολὴ παραμυθίας ἐστὶ πλήρης, καὶ ὡσανεὶ διαθήκη τίς ἐστι. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον, φησὶ, τετέλεκα, τὴν πίστιν τετήρηκα. Τὸν ἀγῶνα, φησὶ, τὸν καλόν. Οὐκοῦν καὶ σὺ αὐτοῦ ἐπιλαβοῦ. Ἔνθα ἅλυσις, ἔνθα δεσμὰ, ἔνθα θάνατος, οὗτος ὁ ἀγὼν καλός; Ναὶ, φησίν· ὑπὲρ γὰρ Χριστοῦ γίνεται· στεφάνους ἔχει μεγάλους. Τὸν ἀγῶνα τὸν καλόν. Οὐδὲν τούτου βέλτιον τοῦ ἀγῶνος, οὐ λαμβάνει τέλος ὁ στέφανος οὗτος· οὗτος οὐκ ἀπὸ κοτίνων ἐστὶν, οὐκ ἔχει ἄνθρωπον ἀγωνοθέτην, οὐκ ἔχει ἀνθρώπους θεατάς· ἀπὸ ἀγγέλων σύγκειται τὸ θέατρον. Ἐκεῖ ἐν ἡμέραις πολλαῖς πονοῦσι καὶ ταλαιπωροῦνται, καὶ ἐν ὥρᾳ μιᾷ τὸν στέφανον ἔλαβον, καὶ παραχρῆμα ἀπέπτη τὰ τῆς ἡδονῆς· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ διαπαντὸς ἐν λαμπρότητι, ἐν δόξῃ, ἐν τιμῇ. Δεῖ λοιπὸν χαίρειν· εἰς γὰρ ἀνάπαυσιν ἔρχομαι, ἐξέρχομαι τὸ στάδιον. Ἤκουσας ὅτι τὸ ἀναλῦσαι κρεῖσσον, καὶ σὺν Χριστῷ εἶναι. Τὸν δρόμον τετέλεκα. Καὶ γὰρ ἀγωνίζεσθαι χρὴ καὶ τρέχειν· ἀγωνίζεσθαι μὲν καρτεροῦντα τὰς θλίψεις, τρέχειν δὲ οὐχ ἁπλῶς, ἀλλὰ πρός τι χρήσιμον. Ὄντως καλὸς ὁ ἀγὼν, οὐ τέρπων ἁπλῶς τὸν θεατὴν, ἀλλὰ ὠφελῶν· καὶ ὁ δρόμος οὐκ εἰς τὸ μηδὲν χωρῶν, οὐδὲ ἰσχύος ἐπίδειξίς ἐστι καὶ φιλοτιμίας, ἀλλὰ πάντας ἕλκων εἰς τὸν οὐρανόν. Οὗτος ὁ δρόμος τοῦ ἡλίου καθαρώτερος, ὃν ὁ Παῦλος ἔτρεχεν ἐπὶ τῆς γῆς, ἢ ὃν ἐκεῖνος τρέχει ἐπὶ τοῦ οὐρανοῦ. Πῶς δὲ τετέλεκε τὸν δρόμον; Τὴν οἰκουμένην ἅπασαν περιῆλθεν, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας καὶ ἀπὸ τῆς Ἀραβίας, καὶ μέχρι τῶν περάτων τῆς γῆς ἐλθών· Ὥστε με, φησὶν, ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· καὶ πᾶσαν διαδραμὼν τὴν οἰκουμένην καθάπερ τις πτηνὸς, μᾶλλον δὲ καὶ πτηνοῦ σφοδρότερον· ὁ μὲν γὰρ πτηνὸς ἁπλῶς διέτρεχεν, οὗτος δὲ οὐχ ἁπλῶς, ἀλλὰ τὸ πτερὸν ἔχων τοῦ πνεύματος, καὶ μυρία διακόπτων κωλύματα, θανάτους, ἐπιβουλὰς, συμφοράς. Ὥστε καὶ πτηνοῦ ταχύτερος ἦν. Εἰ πτηνὸς ἦν ἁπλῶς, καὶ κατηνέχθη ἂν καὶ ἀνάλωτο· ἐπειδὴ δὲ ὑπὸ τοῦ Πνεύματος ἐκουφίζετο, πάντων ὑπερηνέχθη τῶν δικτύων, ὡσανεὶ πτηνὸς πτερὰ ἔχων ἀπὸ πυρός. Τὴν πίστιν, φησὶ, τετήρηκα. Πολλὰ γὰρ ἦν τὰ βουλόμενα αὐτὸν συλῆσαι, οὐχ αἱ φιλίαι τῶν ἀνθρώπων μόναι, ἀλλὰ καὶ ἀπειλαὶ καὶ θάνατοι καὶ μυρία ἕτερα. Ἀλλὰ πρὸς ἅπαντα ἔστη, Πῶς; Νήφων καὶ ἐγρηγορώς. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πρὸς παραμυθίαν τῶν μαθητῶν, αὐτὸς δὲ καὶ τὰ ἔπαθλα προστίθησι. Ποῖα δὲ ταῦτα; Λοιπὸν ἀπόκειταί μοι, φησὶν, ὁ τῆς δικαιοσύνης στέφανος. Δικαιοσύνην ἐνταῦθα πάλιν τὴν καθόλου φησὶν ἀρετήν. Οὐ τοίνυν ἀλγεῖν χρὴ, ὅτι ἄπειμι στεφανωσόμενος τὸν στέφανον τὸν ἀπὸ Χριστοῦ τιθέμενον ἐπὶ τῆς ἐμῆς κεφαλῆς. Ἀλλ' εἰ ἐνταῦθα παρέμενον, ὄντως ἀλγεῖν ἐχρῆν μᾶλλον καὶ δεδοικέναι, μὴ παραπέσω, μὴ παραπόλωμαι. Ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg165.local001/.
