Ancient Greek
Σπούδασον ἐλθεῖν πρός με ταχέως. Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν. Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Μάρκον ἀναλαβὼν, ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 3.1-10
Not analysed yet
Πολλὰ γὰρ συνεχώρει ὁ Θεὸς, ὥστε δείκνυσθαι τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως. Εἰ γὰρ καὶ τούτων γενομένων, ἔλεγον οἱ ἀναίσθητοι Ἰουδαῖοι, ποῦ ἐστι Μωϋσῆς, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου; εἰ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τί οὐκ ἂν ἔπαθον; Εἰ μὴ συνεχώρησεν αὐτοῦ κρατῆσαι τὸν φόβον τὸν τοῦ Φαραὼ, οὐκ ἂν θεὸν αὐτὸν ἐνόμισαν; Οὕτω καὶ περὶ Παύλου καὶ Βαρνάβα τοὺς τὴν Λύστραν οἰκοῦντας, ὁρῶμεν παθόντας ἐπ' αὐτῶν, καὶ θεοὺς αὐτοὺς νομίσαντας, ὅτε διαῤῥήξαντες αὑτῶν τὰ ἱμάτια, ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Καὶ ὁ Πέτρος πάλιν ἡνίκα τὸν ἐκ γενετῆς χωλὸν ἰάσατο, πάντων ἐκπλαγέντων ἐπὶ τῷ γεγονότι, ἀπεκρίνατο λέγων· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ἄκουε δὲ πάλιν καὶ τοῦ μακαρίου Παύλου λέγοντος· Καὶ ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἵνα μὴ ὑπεραίρωμαι. Ἀλλὰ ταπεινοφροσύνης, φησὶν, ὁ λόγος. Ἄπαγε, οὐκ ἔστι τοῦτο· οὐ γὰρ διὰ τοῦτο ἐδόθη αὐτῷ σκόλοψ, ἵνα ταπεινοφρονῇ, οὐδὲ διὰ ταπεινοφροσύνην μόνον ἔφη τοῦτο, ἀλλὰ καὶ δι' ἄλλας αἰτίας. Ὅρα γοῦν πῶς ὁ Θεὸς ἀπολογούμενος, οὔ φησιν αὐτῷ, Ἀρκεῖ σοι ἡ χάρις μου, ἵνα μὴ ὑπεραίρῃ, ἀλλὰ τί; Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται. Δύο τοίνυν συνεγίνετο· καὶ φανερὰ ἐδείκνυτο τὰ γινόμενα, καὶ τὸ ὅλον ἐπεγράφετο τῷ Θεῷ. Διὰ τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν· Ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι, τουτέστι, παθητοῖς καὶ ἀσθενέσι σώμασι. Διὰ τί; Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Εἰ μὴ παθητὰ ἦν τὰ σώματα, αὐτοῖς ἂν ἐπεγράφετο ἅπαντα. Καὶ ἀλλαχοῦ ὁρῶμεν αὐτὸν ἀλγοῦντα ἐπὶ ἀῤῥωστίᾳ· περὶ γὰρ τοῦ Ἐπαφροδίτου ἔλεγε· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε· καὶ πολλὰ δὲ καὶ ἄλλα ἀγνοοῦντα συμφερόντως καὶ αὐτῷ καὶ τοῖς μαθητευομένοις. Τρόφιμον δὲ, φησὶν, ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Ἡ Μίλητος τῆς Ἐφέσου ἐγγὺς οὖσα τυγχάνει. Ἄρα ὅτε ἀπέπλεεν ἐπὶ τὴν Ἰουδαίαν, ἢ τοῦτο καιροῦ ἄλλου φήσομεν. Μετὰ μὲν γὰρ τὸ γενέσθαι ἐν Ῥώμῃ, πάλιν εἰς τὴν Σπανίαν ἀπῆλθεν· εἰ δὲ ἐκεῖθεν πάλιν εἰς ταῦτα τὰ μέρη, οὐκ ἴσμεν. Πάντων γοῦν ὁρῶμεν αὐτὸν μεμονωμένον. Δημᾶς με γὰρ ἐγκατέλιπε, φησί· Κρήσκης γὰρ εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία. Τοῦτον τὸν Λίνον ἱστοροῦσί τινες δεύτερον μετὰ τὸν Πέτρον ἐπίσκοπον τῆς Ῥωμαίων Ἐκκλησίας γεγενῆσθαι. Καὶ Λίνος, φησὶ, καὶ Κλαυδία. Ὁρᾷς πῶς καὶ γυναῖκες ἦσαν διάπυροι περὶ τὴν πίστιν καὶ θερμαί; οἷον ἡ Πρίσκιλλα, οἷον αὐτὴ ἡ Κλαυδία, ἤδη ἐσταυρωμέναι, ἤδη παρατεταγμέναι. Καὶ τί γὰρ δήποτε τοσούτων ὄντων πιστῶν, τούτων μέμνηται τῶν γυναίων; Ἦ δῆλον, ὡς ἐκβεβηκότων ἤδη τῇ γνώμῃ τῶν κοσμικῶν πραγμάτων· ὡς μᾶλλον λαμπόντων· οὐ γὰρ ἔστιν ἐμποδισθῆναι γυναῖκα οὖσαν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ χάριτος ἔργον, τὸ τὴν φύσιν ταύτην ἐν τοῖς βιωτικοῖς μόνον ἐμποδίζειν, μᾶλλον δὲ οὐδὲ ἐκεῖ. Οὐδὲ γὰρ μικρὸν τῆς πάσης διοικήσεως ἀναδέδεκται μέρος ἡ γυνὴ, τὸ οἰκουρόν· ἀλλ' ἐκείνης χωρὶς, οὐδὲ τὰ πολιτικὰ δυνήσεται συστῆναί ποτε. Εἰ γὰρ μέλλοι θορύβου καὶ ταραχῆς ἐμπεπλῆσθαι τὰ κατὰ τὴν οἰκίαν, ἕκαστος τῶν πολιτευομένων ἔμελλεν οἴκοι καθῆσθαι, καὶ τὰ κατὰ τὴν πόλιν κακῶς ἂν διακείσεται. Ὥστε οὐδὲ ἐν ἐκείνοις τὸ ἔλαττον ἔχει, οὐδὲ ἐν τοῖς πνευματικοῖς. Δύναται γὰρ μυριάκις ἀποθανεῖν, εἴ γε βούλοιτο· πολλαὶ γοῦν καὶ ἐμαρτύρησαν· δύναται σωφροσύνην ἀσκῆσαι, καὶ μᾶλλον τῶν ἀνδρῶν, ἅτε οὐ τοσαύτης ἐνοχλούσης αὐτῇ φλογὸς, καὶ κοσμιότητα καὶ σεμνότητα ἐπιδείξασθαι, καὶ ἁγιασμὸν, Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, καὶ χρημάτων ὑπεροψίαν, εἴ γε θέλοιεν, καὶ πάντα ἁπλῶς τὰ ἄλλα. Σπούδασον, φησὶ, πρὸ χειμῶνος ἐλθεῖν. Πῶς αὐτὸν κατεπείγει; καὶ οὐδαμοῦ τὸ λυπηρὸν τίθησιν· οὐ λέγει, πρὶν ἐμὲ τελευτῆσαι, ἵνα μὴ λυπήσῃ, ἀλλὰ, Πρὸ χειμῶνος ἐλθεῖν, ἵνα μὴ κατασχεθῇς. Ἀσπάζεταί σε, φησὶν, Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. Ὀνομαστὶ αὐτῶν οὐ μέμνηται. Ὁρᾷς ὅτι ἐκεῖνοι θερμότεροι ἦσαν; Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου Οὐδὲν ταύτης τῆς εὐχῆς ἄμεινον. Μὴ ἄλγει, φησὶν, ὅτι ἀφίσταμαι· ὁ Κύριος μετὰ σοῦ. Καὶ οὐκ εἶπε, Μετὰ σοῦ, ἀλλὰ, Μετὰ τοῦ πνεύματός σου. Διπλῆ ἡ βοήθεια τῆς χάριτος τοῦ Πνεύματος καὶ τοῦ Θεοῦ βοηθοῦντος αὐτῇ. Καὶ ἄλλως δὲ οὐκ ἔστιν εἶναι τὸν Θεὸν μεθ' ἡμῶν, μὴ τῆς χάριτος οὔσης τῆς πνευματικῆς· εἰ γὰρ ἐγκαταλειφθείημεν, πῶς ἔσται μεθ' ἡμῶν; Ἡ χάρις μεθ' ἡμῶν. Ἀμήν. Καὶ ἑαυτῷ λοιπὸν ἐπεύχεται· τουτέστιν, ὥστε ἀεὶ εὐαρέστους εἶναι αὐτῷ, ὥστε χάριν ἔχειν μετὰ τοῦ χαρίσματος· ταύτης γὰρ οὔσης, οὐδὲν ἔσται λυπηρόν. Ὥσπερ γὰρ ὁ τὸν βασιλέα ὁρῶν, καὶ χάριν ἔχων παρ' αὐτῷ, οὐδενὸς ἐπαισθάνεται λυπηροῦ· οὕτω κἂν τῶν φίλων ἀπολιμπανώμεθα, κἂν εἰς δεινόν τι περιπέσωμεν, οὐδενὸς αἴσθησιν ληψόμεθα, τῆς χάριτος οὔσης ἐκείνης καὶ τειχιζούσης ἡμᾶς.