# In epistulam ii ad Timotheum (homiliae 1-10) 3.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10), Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δο- θεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-timotheum-homiliae-1-10/3.1-2

Τί οὖν; φησί· πάντας ὁ Θεὸς χειροτονεῖ, καὶ τοὺς ἀναξίους; Πάντας μὲν ὁ Θεὸς οὐ χειροτονεῖ, διὰ πάντων δὲ αὐτὸς ἐνεργεῖ, εἰ καὶ αὐτοὶ εἶεν ἀνάξιοι, διὰ τὸ σωθῆναι τὸν λαόν. Εἰ γὰρ δι' ὄνου, καὶ διὰ Βαλαὰμ, διὰ μιαροῦ ἀνθρώπου, τοῦ λαοῦ ἕνεκεν ἐλάλησε, πολλῷ μᾶλλον διὰ τοῦ ἱερέως. Τί γὰρ οὐ ποιεῖ ὁ Θεὸς τῆς σωτηρίας ἕνεκεν τῆς ἡμετέρας; Τί γὰρ οὐ φθέγγεται; διὰ τίνος δὲ οὐκ ἐνεργεῖ; Εἰ διὰ τοῦ Ἰούδα ἐνέργησε, καὶ διὰ τῶν προφητευόντων, οἷς φησιν, Οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, καὶ ἄλλοι δαίμονας ἐξέβαλον· πολλῷ μᾶλλον διὰ τῶν ἱερέων ἐνεργήσει. Ἐπεὶ εἰ μέλλοιμεν τοὺς βίους ἐρευνᾷν τῶν ἀρχόντων, αὐτοὶ μέλλομεν εἶναι χειροτονηταὶ τῶν διδασκάλων, καὶ τὰ ἄνω κάτω γίνεται, ἄνω οἱ πόδες, καὶ κάτω ἡ κεφαλή. Ἄκουε Παύλου λέγοντος· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· καὶ πάλιν, Σὺ τί κρίνεις τὸν ἀδελφόν σου; Εἰ τὸν ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον τὸν διδάσκαλον. Εἰ μὲν γὰρ τοῦτο ἐπέταξεν ὁ Θεὸς, καλῶς ποιεῖς, καὶ ἁμαρτάνεις μὴ ποιῶν· εἰ δὲ τοὐναντίον, μὴ τόλμα, μηδὲ ὑπὲρ τὰ ἐσκαμμένα ἐπιχείρει. Τῷ Ἀαρὼν μετὰ τὴν μοσχοποιίαν ἐπανέστησαν οἱ περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών· τί οὖν; οὐκ ἀπώλοντο; Ἕκαστος τὰ ἑαυτοῦ μεριμνάτω. Εἰ μὲν γὰρ δόγμα ἔχει διεστραμμένον, κἂν ἄγγελος ᾖ, μὴ πείθου· εἰ δὲ ὀρθὰ διδάσκει, μὴ τῷ βίῳ πρόσεχε, ἀλλὰ τοῖς ῥήμασιν. Ἔχεις Παῦλον καὶ δι' ἔργων καὶ διὰ λόγων ῥυθμίζοντά σε πρὸς τὸ δέον. Ἀλλ' οὐ δίδωσι πένησι, φησὶν, οὐδὲ καλῶς διοικεῖ. Πόθεν σοι τοῦτο δῆλον; Πρὶν ἢ μάθῃς, μὴ μέμψῃ, φοβήθητι τὰς εὐθύνας. Πολλὰ ἀπὸ ὑπονοίας κρίνεται. Μίμησαί σου τὸν Δεσπότην· ἄκουε αὐτοῦ λέγοντος· Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Εἰ δὲ κατέμαθες καὶ ἐξήτασας καὶ εἶδες, ἀνάμενε τὸν κριτήν· μὴ προαρπάσῃς τοῦ Χριστοῦ τὴν τάξιν· ἐκείνου ταῦτά ἐστιν ἐξετάζειν, οὐ σοῦ· σὺ δοῦλος εἶ ἔσχατος, οὐ δεσπότης· σὺ πρόβατον εἶ· μὴ τοίνυν περιεργάζου τὸν ποιμένα, ἵνα μὴ καὶ ἐφ' οἷς ἐκείνου κατηγορεῖς, εὐθύνας δῷς. Καὶ πῶς ἐμοὶ λέγει, φησὶν, αὐτὸς οὐ ποιῶν; Οὐκ αὐτός σοι λέγει· εἰ αὐτῷ πείθῃ, μισθὸν οὐκ ἔχεις· ὁ Χριστός σοι ταῦτα παραινεῖ. Καὶ τί λέγω; οὐδὲ Παύλῳ πείθεσθαι χρὴ, ἄν τι ἴδιον λέγῃ, ἄν τι ἀνθρώπινον, ἀλλὰ τῷ ἀποστόλῳ τῷ τὸν Χριστὸν ἔχοντι λαλοῦντα ἐν ἑαυτῷ. Μὴ κρίνωμεν τὰ ἀλλήλων, ἀλλὰ τὰ ἑαυτοῦ ἕκαστος· ἐξέτασον σοῦ τὸν βίον. Ἀλλ' ἐκεῖνος ὀφείλει μου βελτίων εἶναι, φησί. Διὰ τί; Ὅτι ἱερεύς ἐστι. Καὶ τί σου πλέον οὐκ ἔχει; οὐχὶ τοὺς μόχθους; οὐχὶ τοὺς κινδύνους; οὐχὶ τὴν ἀγωνίαν; οὐχὶ τὴν ταλαιπωρίαν; Ταῦτα τοίνυν ἔχων πῶς οὐ βελτίων ἐστί σου; Εἰ δὲ οὐκ ἔστι βελτίων, ἆρα ὀφείλεις, εἰπέ μοι, σὺ σαυτὸν ἀπολλύναι; Ἀπονοίας ταῦτα τὰ ῥήματα. Πόθεν γὰρ, ὅτι οὐκ ἔστι σου βελτίων; Ἐὰν κλέπτῃ, φησὶ, καὶ ἱεροσυλῇ. Πόθεν οἶδας, ἄνθρωπε; τί κατὰ κρημνῶν ὠθεῖς σαυτόν; Καὶ σὺ μὲν, ἂν εἴπῃ τις, ὅτι ὁ δεῖνα πορφύραν ἔχει, κἂν εἰδὼς ᾖς, ἀποφράττεις τὰ ὦτα, κἂν ἐλέγξαι δυνάμενος ᾖς, ἀποπηδᾷς εὐθέως καὶ προσποιῇ μὴ εἰδέναι, περιττὸν κίνδυνον μὴ θέλων ἀναδέξασθαι· ἐνταῦθα δὲ οὐ μόνον οὐκ ἀποπηδᾷς, ἀλλὰ καὶ ἀναδέχῃ περιττὸν κίνδυνον. Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν ἀνεύθυνα· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ὅλως δὲ, οἴει τινὸς βελτίων εἶναι, καὶ οὐ στενάζεις, οὐδὲ κόπτεις τὸ στῆθος, οὐδὲ κάτω κύπτεις, οὐδὲ μιμῇ τὸν τελώνην; Οὐκοῦν ἀπώλεσας σαυτὸν, κἂν βελτίων ᾖς. Βελτίων εἶ; σίγα, ἵνα μένῃς βελτίων· ἂν δὲ εἴπῃς, ἐκένωσας τὸ πᾶν. Ἂν νομίσῃς, οὐχί· ἂν μὴ νομίσῃς, πολὺ προσέθηκας. Εἰ γὰρ ὁ ὢν ἁμαρτωλὸς, ἐπειδὴ ὡμολόγησε, κατῆλθε δεδικαιωμένος, ὁ μὴ ὢν σφόδρα ἁμαρτωλὸς, καὶ οὕτω πεπεισμένος, τί οὐ κερδανεῖ; Ἐξέτασόν σου τὸν βίον. Οὐ κλέπτεις; ἀλλ' ἁρπάζεις, ἀλλὰ βιάζῃ, ἀλλὰ μυρία ἕτερα τοιαῦτα ποιεῖς. Οὐκ ἐπαινῶν λέγω τὴν κλοπὴν, ἄπαγε, ἀλλὰ καὶ σφόδρα δακρύων, εἴ τις ἄρα ἐστὶ τοιοῦτος· οὐ γὰρ πείθομαι. Ὅσον γὰρ ἡ ἱεροσυλία κακὸν, οὐδὲ ἔστιν εἰπεῖν· ἀλλ' ὑμῶν φείδομαι· οὐ γὰρ βούλομαι τὴν ἀρετὴν τὴν ἡμετέραν κενοῦσθαι τῷ κατηγορεῖν ἑτέρων. Τί τοῦ τελώνου χεῖρον, εἰπέ μοι; Ἀληθὲς ἦν, ὅτι καὶ τελώνης ἦν, καὶ μυρίων ἔνοχος κακῶν· καὶ μόνον ἵνα εἴπῃ ὁ Φαρισαῖος, Ὅτι οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης, πάντα ἀπώλεσε· σὺ περὶ τοῦ ἱερέως λέγεις, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ἱερόσυλος, καὶ οὐ πάντα κενοῖς; Ταῦτα λέγειν ἀναγκάζομαι καὶ ἐπεξιέναι τούτῳ τῷ λόγῳ, οὐκ ἐπειδὴ ἐκείνων μοι μέλει τοσοῦτον, ἀλλ' ἐπειδὴ περὶ ὑμῶν δέδοικα, μὴ κενώσητε ὑμῶν τὴν ἀρετὴν διὰ τῆς καυχήσεως ταύτης, διὰ τῆς κατακρίσεως. Ἄκουε γὰρ τοῦ Παύλου παραινοῦντος καὶ λέγοντος· Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg165.local001/.
