Ancient Greek · ~14 min
Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 3.1-5
Not analysed yet
Δείκνυσιν ὅτι καὶ πρὶν ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἂν ἀνετράπησαν ἀπὸ τῆς πρώτης προσβολῆς, ὥσπερ οὖν ὁ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν. Οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατεώνων, ἀλλὰ καὶ θαυμάζονται. Καὶ στερεὸς, φησὶ, καὶ θεμέλιος. Οὕτως ἔχεσθαι δεῖ τῆς πίστεως. Ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. Τί ἐστι τοῦτο; Ἀπὸ τοῦ Δευτερονομίου αὐτὸ ἔλαβε. Τουτέστιν, αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι. Πόθεν δὲ δῆλαί εἰσιν; Ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμάτων, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ, καὶ μὴ συμπαραπόλλυσθαι, ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας. Καὶ ἀποστήτω, φησὶν, ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Ταῦτα τὰ γνωρίσματα τοῦ θεμελίου· καθάπερ θεμέλιος στερεὸς δείκνυται. Ὡς ἄν τις ἐπὶ λίθον ἐπιγράψειεν, ἵνα ᾖ τὰ γράμματα σημαίνοντα· τὰ δὲ γράμματα ταῦτα δι' ἔργων δείκνυται. Ἔχων, φησὶ, τὴν σφραγῖδα ταύτην ἐμπεπηγμένην. Πᾶς ὁ ὀνομάζων, φησὶ, τὸ ὄνομα Κυρίου ἀποστήτω ἀπὸ ἀδικίας. Ὥστε ὅταν ᾖ τις ἄδικος, οὐκ ἔστι τοῦ θεμελίου. Ὥστε καὶ τοῦτο σφραγῖδος, τὸ μὴ πράττειν ἄδικα. Μὴ τοίνυν τὸ σήμαντρον τὸ βασιλικὸν καὶ τὸ γνώρισμα ἀποθώμεθα, ἵνα μὴ ἀσφράγιστοι ὦμεν, ἵνα μὴ σαθροὶ, ἵνα θεμέλιοι ὦμεν, καὶ θεμέλιοι στερεοὶ, ἵνα μὴ περιφερώμεθα· τοῦτο δείκνυσι τοὺς τοῦ Θεοῦ, τοὺς ἀφισταμένους ἀπὸ ἀδικίας. Πῶς γάρ τις τοῦ Θεοῦ δύναται εἶναι δικαίου ὄντος, ὁ ἄδικα ποιῶν, ὁ μαχόμενος αὐτῷ διὰ τῶν ἔργων, καὶ ὑβρίζων αὐτὸν διὰ τῶν πράξεων; Πάλιν ἡμεῖς τῆς ἀδικίας κατηγοροῦμεν, καὶ πάλιν πολλοὺς ἔχομεν τοὺς ἀπεχθανομένους. Ὥσπερ γὰρ τύραννός τις τὰς ἁπάντων κατέλαβε ψυχὰς τοῦτο τὸ πάθος· καὶ τὸ δεινὸν, ὅτι οὐκ ἀνάγκῃ οὐδὲ βίᾳ, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ, καὶ χάριν ἴσασι τῆς δουλείας ταύτης. Τοῦτο γὰρ ὄντως τὸ δεινόν· ὡς εἴ γε βίᾳ κατείχοντο καὶ μὴ ἀγάπῃ, ταχέως ἂν ἀπέστησαν. Καὶ πόθεν ἡδὺ τὸ πρᾶγμα εἶναι δοκεῖ, σφόδρα πικρὸν ὄν; πόθεν δὲ πικρὸν ἡ δικαιοσύνη, σφόδρα ἡδὺ ὄν· Παρὰ τὰ αἰσθητήρια τὰ ἡμέτερα. Οὕτω γοῦν καὶ μέλι πικρὸν ἐνόμισάν τινες, καὶ ἄλλο τι τῶν βλαβερῶν μετὰ ἡδονῆς προσήκαντο. Τὸ δὲ αἴτιον οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν, ἀλλὰ παρὰ τὴν τῶν κακουμένων διαστροφήν. Νόει τὸ κριτήριον τῆς ἡμετέρας ψυχῆς. Ἐπεὶ καὶ ζυγὸς ἐὰν ἔχῃ παρασαλευομένην τὴν πλάστιγγα, οὐ κρίνει δικαίως τὰ σταθμητὰ περιφερόμενος. Καὶ ψυχὴ ἐὰν μὴ ἔχῃ τὴν πλάστιγγα τῶν οἰκείων λογισμῶν πεπηγυῖαν καὶ προσηλωμένην ἀσφαλῶς τῷ νόμῳ τοῦ Θεοῦ, οὐ δυνήσεται κρῖναι καλῶς τὰ πράγματα, ἀλλὰ περιφέρεται καὶ καθέλκεται. Ἐπεὶ εἴ τις ἀκριβῶς ἐξετάσειε, πολλὴν ὄψεται τῆς ἀδικίας τὴν πικρίαν, οὐ τοῖς πάσχουσιν, ἀλλὰ τοῖς ποιοῦσι, καὶ τούτοις μᾶλλον ἢ ἐκείνοις. Καὶ μήπω περὶ τῶν μελλόντων, ἀλλὰ τέως περὶ τῶν ἐνταῦθα διαλεχθῶμεν, οὐχὶ μάχας ἔχει καὶ δικαστήρια, καὶ κατάγνωσιν καὶ φθόνον καὶ κακηγορίαν; τί τούτων πικρότερον; οὐχὶ ἀπεχθείας; οὐχὶ πολέμους; οὐχὶ κατηγορίας; Οὐ τὸ συνειδὸς μαστίζον ἡμᾶς συνεχῶς καὶ δάκνον; Ἐβουλόμην, εἴ γε δυνατὸν ἦν, ἐξελκύσαι τοῦ σώματος τὴν ψυχὴν τοῦ ἀδίκου, καὶ εἶδες ἂν αὐτὴν ὠχρὰν, τρέμουσαν, αἰσχυνομένην, ἀγωνιῶσαν, καταδικάζουσαν ἑαυτήν. Κἂν γὰρ εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπέσωμεν, τὸ κριτήριον τοῦ νοῦ οὐ διαφθείρεται, ἀλλ' ἕστηκεν ἀδέκαστον· καὶ οὐδεὶς καλὸν εἶναι λέγων τὴν ἀδικίαν μετέρχεται, ἀλλὰ προφάσεις πλάττει, καὶ πάντα ποιεῖ, ὥστε κἂν διὰ ῥημάτων ἀποδύσασθαι τὸ ἔγκλημα· ἀλλ' οὐχὶ καὶ ἀπὸ τοῦ συνειδότος δυνήσεται. Ἐνταῦθα μὲν γὰρ καὶ κομψεία λόγων, καὶ ἀρχόντων διαφθορὰ, καὶ πλήθη κολάκων δυνήσεται συσκιάσαι τὸ δίκαιον· ἔνδον δὲ ἐν τῷ συνειδότι οὐδὲν τούτων γίνεται, οὐ πάρεισι κόλακες, οὐ πάρεστι χρήματα τὸν κριτὴν διαφθείροντα· φυσικῶς γὰρ ἡμῖν ἔγκειται τὸ κριτήριον παρὰ τοῦ Θεοῦ· τὸ δὲ παρὰ τοῦ Θεοῦ οὐδὲν ἂν πάθοι τοιοῦτο.