Ancient Greek · ~17 min
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τούτους ἀποτρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 3.1-7
Not analysed yet
Ἴδωμεν αὐτῶν τὴν μανίαν, καὶ αἰδεσθῶμεν. Τί γὰρ, εἰ καὶ ἡμεῖς μὴ περικαιόμεθα τοῦ χρυσοῦ, ἀλλ' οὐδὲ τοῦ Θεοῦ δεόμεθα σπουδαίως; Ἐνταῦθα μὲν γὰρ ἄνθρωποι γυναικὸς καταφρονοῦσι καὶ παίδων καὶ οὐσίας καὶ αὐτῆς τῆς σωτηρίας αὐτῶν, καὶ ταῦτα οὐκ εἰδότες, ὅτι τὴν οὐσίαν αὔξουσι τὴν ἑαυτῶν· πολλάκις γὰρ ἐν μέσαις ταῖς ἐλπίσι καὶ τὴν ψυχὴν ἀφέντες ἀπῆλθον εἰκῆ πονήσαντες· ἡμεῖς δὲ εἰδότες ὅτι ἐπιτευξόμεθα τοῦ ποθουμένου, ἂν αὐτὸν ἀγαπήσωμεν ὡς ἀγαπᾷν χρὴ, οὐδὲ οὕτω φιλοῦμεν, ἀλλὰ πάντα κατεψύξαμεν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, τὴν πρὸς τὸν Θεόν· ἀπὸ τούτου τὴν πρὸς τὸν Θεὸν, ἐπειδὴ καὶ τὴν πρὸς τὸν πλησίον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνδρα οὐκ εἰδότα φιλεῖν, ἔχειν τι γενναῖον καὶ φρόνημα ἀνδρεῖον. Ἡ γὰρ ὑποβάθρα πάντων τῶν ἀγαθῶν οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ φιλία· Ἐν τούτῳ, φησὶν, ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Καθάπερ γὰρ εἰς ὕλην πῦρ εἰσελθὸν πάντα διακαθαίρειν εἴωθεν· οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης ὅπουπερ ἂν ἐμπέσοι, πάντα ἀναιρεῖ καὶ διακόπτει τὰ τῷ θείῳ λυμαινόμενα σπόρῳ, καὶ τὴν γῆν καθαρὰν πρὸς ὑποδοχὴν τῶν σπερμάτων ἐργάζεται. Ἔνθα ἐστὶν ἀγάπη, πάντα ἀνῄρηται τὰ κακά· οὐκ ἔστιν ἡ φιλαργυρία ἡ ῥίζα τῶν κακῶν, οὐκ ἔστι φιλαργυρία, οὐκ ἔστιν ἀλαζονεία· τί γὰρ ἄν τις κατὰ τοῦ φίλου ἀλαζονεύσαιτο; Οὐδὲν μὲν οὖν οὕτω ποιεῖ ταπεινὸν ὡς ἀγάπη. Καὶ γὰρ τὰ τῶν οἰκετῶν τοῖς φίλοις διακονούμεθα, καὶ οὐκ αἰσχυνόμεθα, ἀλλὰ καὶ χάριν ἴσμεν τῆς δουλείας ταύτης αὐτοῖς· χρημάτων οὐ φειδόμεθα, ἀλλ' οὐδὲ σωμάτων πολλάκις· ἤδη γάρ τις καὶ ὑπερεκινδύνευσε τοῦ φιλουμένου. Φθόνος οὐκ ἔστιν, οὐδὲ κακηγορία, ἔνθα ἂν ᾖ γνησία φιλία· οὐ γὰρ μόνον οὐ διαβάλλομεν τοὺς φίλους, ἀλλὰ καὶ τοὺς διαβάλλοντας ἐπιστομίζομεν. Πάντα γαληνὰ, πάντα ἥμερα, μάχης καὶ φιλονεικίας οὐδὲ ἴχνος φαίνεται· πάντα εἰρήνης μεστά· Πλήρωμα γὰρ νόμου, φησὶν, ἡ ἀγάπη· οὐδὲν ἀηδὲς παρ' αὐτῇ. Πῶς; Αὐτὰ γὰρ τὰ ἁμαρτήματα, πλεονεξία, ἁρπαγὴ, φθόνος, κακηγορία, ἀπόνοια, ἐπιορκία, ψεῦδος, ταῦτα πάντα καταλύεται, τῆς ἀγάπης οὔσης· ἐπιορκοῦσι γὰρ οἱ ἐπιορκοῦντες ἁρπάσαι βουλόμενοι· τὸν δὲ ἀγαπώμενον οὐδεὶς ἂν ἁρπάσειεν, ἀλλὰ καὶ προσδοίη τὰ ἑαυτοῦ τῷ φιλουμένῳ· χάριν γὰρ ἔχομεν μᾶλλον, ἢ εἰ λάβοιμεν παρ' αὐτοῦ. Ἴστε ταῦτα ὅσοι φίλους ἐσχήκατε· φίλους οὐ μέχρι ὀνόματος λέγω, οὐδὲ ἐκ ψιλῆς προσηγορίας, ἀλλ' εἴ τις ἠγάπησεν ὡς ἀγαπᾷν ἔδει, εἴ τις προσεδέθη τινί. Εἰ δέ τινες οὐκ ἴσασι, παρὰ τῶν εἰδότων μαθέτωσαν. Νῦν διηγήσομαι ὑμῖν ἀπὸ τῶν Γραφῶν φιλίαν θαυμαστήν. Ὁ τοῦ Σαοὺλ υἱὸς Ἰωνάθαν ἐφίλησε τὸν Δαυῒδ, Καὶ συνεδέθη αὐτῷ, φησὶν, ἡ ψυχή· οὕτως, ὡς καὶ θρηνῶν αὐτὸν λέγειν, Ἐπέπεσεν ἐπ' ἐμὲ ἡ ἀγάπησίς σου, ὡς ἡ ἀγάπησις τῶν γυναικῶν. Εἰς θάνατον ἐτραυματίσθης ἐμοί. Τί οὖν; ἐκεῖνος ἄρα ἐφθόνησεν αὐτῷ; Οὐδαμῶς, καίτοι γε εἶχεν ἀνάγκην τοῦ φθονεῖν. Πῶς; Ἀπὸ γὰρ τῶν πραγμάτων ἑώρα τὴν βασιλείαν ἐρχομένην εἰς αὐτὸν, καὶ ὅμως οὐδὲν ἔπαθε τοιοῦτον· οὐκ εἶπεν· Οὗτός ἐστιν ὁ ἐμὲ ἀποστερήσων τῆς βασιλείας τῆς πατρικῆς, ἀλλὰ συγκατεσκεύαζεν αὐτῷ τὴν ἀρχὴν, καὶ τοῦ πατρὸς οὐκ ἐφείδετο διὰ τὸν φίλον. Ἀλλὰ μή τις αὐτὸν πατραλοίαν νομιζέτω· οὐ γὰρ ἠδίκει τὸν πατέρα, ἀλλὰ τὰς ἐπιβουλὰς καὶ τὰς ἀδικίας κατεῖχε. Μᾶλλον ἐφείδετο, ἢ ἠδίκει· οὐκ ἀφῆκεν αὐτὸν εἰς φόνον ἄδικον ἐκβῆναι. Ἠθέλησε καὶ ἀποθανεῖν πολλάκις δι' αὐτόν. Οὐ κατηγόρησεν, ἀλλὰ καὶ τὸν πατέρα ἐπεστόμισεν· οὐκ ἐφθόνησεν, ἀλλὰ καὶ συγκατεσκεύασεν· οὐ χρημάτων αὐτῷ μετέδωκε μόνον, ἀλλὰ καὶ σωτηρίας. Τί λέγω χρημάτων; καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ προήκατο. Οὐκ ᾐδέσθη τὸν γεγεννηκότα διὰ τὸν φίλον, ἐπειδὴ ὁ μὲν ἀδίκοις ἐπεχείρει πράγμασιν, ὁ δὲ οὐδὲν ἑαυτῷ συνῄδει τοιοῦτον. Ἐκεῖ μὲν οὖν μετὰ τοῦ δικαίου ἦν ἡ φιλία· οὗτος οὖν ὁ Ἰωνάθαν. Ἴδωμεν δὲ λοιπὸν καὶ τὸν Δαυΐδ. Οὐκ ἐγένετο αὐτῷ καιρὸς ἀποδοῦναι τὰς ἀμοιβάς· προανηρπάσθη γὰρ ἐκεῖνος τῆς ἀρχῆς τοῦ Δαυῒδ, καὶ πρὶν ἢ τὸν εὖ παθόντα ἐλθεῖν εἰς τὴν βασιλείαν ὁ εὖ ποιῶν ἀπώλετο. Τί οὖν; ἐν οἷς ἦν δυνατὸν καὶ ἐξῆν, ἴδωμεν πῶς ἐπεδείκνυτο τὴν φιλίαν ὁ δίκαιος. Καλὸς ἐμοὶ, φησὶν, Ἰωνάθαν· εἰς θάνατον ἐτραυματίσθης ἐμοί. Ἆρα τοῦτο μόνον; οὐ μικρὸν γὰρ καὶ τοῦτο· πλὴν ἀλλὰ καὶ τὸν υἱὸν ἐκείνου, καὶ τὸν ἔγγονον πολλάκις κινδύνων ἐξήρπασεν, ἀπομνημονεύων τοῦ πατρὸς τὴν χάριν· καὶ διετέλει καθάπερ υἱοῦ τινος ἔγγονα διατηρῶν καὶ διαφυλάττων. Τοιαύτην ἐγὼ βούλομαι φιλίαν πάντας ἔχειν, καὶ πρὸς ζῶντας καὶ πρὸς ἀπελθόντας.