Ancient Greek · ~20 min
Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 3.1-9
Not analysed yet
Ἐνταῦθα καὶ αὐτὸν ἀνέστησεν. Εἰ πᾶσι, πολλῷ μᾶλλον Τιμοθέῳ. Ἀλλ' οὐκ εἶπε, Καὶ σοὶ, ἀλλὰ, Πᾶσι· δηλῶν ὅτι, εἰ πᾶσι, πολλῷ μᾶλλον αὐτῷ. Πῶς δὲ ἄν τις ἀγαπήσειε, φησὶ, τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ; Εἰ χαίρει ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ· ὁ δὲ χαίρων ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, ἄξια πράττει τῆς χαρᾶς, τὰ ὑπάρχοντα προήσεται, εἰ δέοι, καὶ τὴν ψυχὴν, ὥστε τῶν μελλόντων τυχεῖν ἀγαθῶν, ὥστε καταξιωθῆναι τὴν δευτέραν παρουσίαν μετὰ τοῦ προσήκοντος σχήματος ἰδεῖν, μετὰ παῤῥησίας, μετὰ δόξης καὶ λαμπρότητος. Τοῦτό ἐστιν ἀγαπᾷν τὴν ἐπιφάνειαν αὐτοῦ. Ὁ ἀγαπῶν αὐτοῦ τὴν ἐπιφάνειαν, πάντα πράξει ὥστε καὶ πρὸ ἐκείνης τῆς καθολικῆς γενέσθαι αὐτῷ τὴν μερικήν. Καὶ πῶς ἔνι τοῦτο, φησίν; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει, καὶ πορευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ἐννόησον δὲ ὅσον ἐστὶ τὸν κοινῇ πᾶσιν ἐπιφαίνεσθαι μέλλοντα, τοῦτον ἰδίᾳ ὑπισχνεῖσθαι ἐπιφανῆναι ἡμῖν. Ἐλευσόμεθα γὰρ, φησὶ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Εἴ τις ἀγαπᾷ τὴν ἐπιφάνειαν αὐτοῦ, πάντα πράξει, ὥστε αὐτὸν καλέσαι πρὸς ἑαυτὸν, καὶ ἔχειν, ὥστε ἐπιλάμψαι αὐτῷ τὸ φῶς. Μηδὲν ἀνάξιον ἔστω τῆς παρουσίας αὐτοῦ, καὶ ταχέως καταλύει παρ' ἡμῖν. Ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν. Οὐκοῦν τὰ ἄνω ζητῶμεν, καὶ ταχέως τὰς ἀκτῖνας ἐκείνας ἐπισπασόμεθα. Οὐδεὶς τῶν κάτω κυπτόντων, καὶ κατορυττόντων ἑαυτὸν εἰς τὴν γῆν, δυνήσεται τὸ ἡλιακὸν φῶς ἰδεῖν· οὐδεὶς τῶν καταμολυνόντων ἑαυτὸν τοῖς βιωτικοῖς πράγμασι, δυνήσεται τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν· οὐδενὶ ἐπιφαίνει τῶν τούτοις ἐνστρεφομένων. Ἀνάνηψον μικρὸν, ἀνάνηψον ἀπὸ τοῦ βάθους, ἀπὸ τοῦ κλύδωνος τοῦ βιωτικοῦ, εἰ βούλει τὸν ἥλιον ἰδεῖν, εἰ βούλει τῆς ἐπιφανείας τυχεῖν· ἂν τύχῃς αὐτοῦ τῆς ἐπιφανείας ταύτης, τότε αὐτὸν ὄψει μετὰ πολλῆς τῆς παῤῥησίας. Φιλοσόφησον νῦν· μὴ ἔστω παρὰ σοὶ πνεῦμα ἀπονοίας, ἵνα μή σε ῥαπίσῃ σφοδρῶς καὶ καταβάλῃ· μὴ ἔστω λελιθωμένη ἡ καρδία, καὶ σκότος, ἵνα μὴ προσαῤῥάξῃς ἐκεῖ τὸ πλοῖον· μὴ ἔστω τις δόλος· καὶ γὰρ αἱ ὕφαλοι ναυάγια ἐργάζονται χαλεπώτατα. Μὴ τρέφε θηρία, τὰ πάθη λέγω· θηρίων γὰρ ἐκεῖνα χαλεπώτερα· μὴ τοῖς ῥευστοῖς πράγμασι θάῤῥει, ἵνα δυνηθῇς ἑστάναι βεβαίως. Οὐδεὶς ἐπὶ ὕδατος ἵσταται, ἐπὶ δὲ πέτρας ἅπαντες ἀσφαλῶς ἵστανται. Ὕδωρ ἐστὶ τὰ βιωτικὰ πράγματα· Ἦλθον, φησὶν, ὕδατα ἕως ψυχῆς μου, ὡς χειμάῤῥους παραῤῥέων. Πέτρα ἐστὶ τὰ πνευματικά· Ἐν πέτρᾳ γὰρ, φησὶν, ὕψωσας τοὺς πόδας μου. Ἰλύς ἐστι καὶ πηλὸς τὰ βιωτικά· ἀνασπάσωμεν ἑαυτοὺς ἀπὸ τούτων· οὕτω γὰρ δυνησόμεθα τυχεῖν τῆς ἐπιφανείας τοῦ Χριστοῦ. Πᾶν ὃ ἐὰν ἐπέλθῃ, φέρωμεν· ἱκανὴ ἐν πᾶσι παραμυθία τὸ διὰ Χριστὸν παθεῖν· ταύτην τὴν θείαν ἐπῳδὴν ἐπιλέγωμεν, καὶ παύσεται τοῦ τραύματος ἡ ἀλγηδών. Καὶ πῶς διὰ Χριστὸν ἔστι παθεῖν, φησίν; Ἐσυκοφάντησέ σέ τις ἁπλῶς οὐ διὰ Χριστόν; ἂν ἐνέγκῃς γενναίως, ἐὰν εὐχαριστήσῃς, ἐὰν εὔξῃ ὑπὲρ ἐκείνου, ταῦτα πάντα διὰ Χριστὸν ποιεῖς. Ἂν καταράσῃ, ἂν ἀποδυσπετήσῃς, ἂν ἐπιχειρήσῃς ἀμύνασθαι, κἂν μὴ δυνηθῇς, οὐκ ἔστι διὰ τὸν Χριστὸν, ἀλλὰ ζημίαν ὑπήνεγκας, καὶ τοῦ καρποῦ ἀπεστέρησαι διὰ τὴν προαίρεσιν τὴν σήν. Ἐν ἡμῖν γάρ ἐστι καὶ κερδαίνειν ἐκ τῶν δεινῶν, καὶ βλάπτεσθαι· οὐ παρὰ τὴν φύσιν τῶν δεινῶν τοῦτο γίνεται, ἀλλὰ παρὰ τὴν ἡμετέραν προαίρεσιν. Οἷόν τι λέγω· ἔπαθε τοσαῦτα ὁ Ἰὼβ, εὐχαρίστως ἤνεγκεν, ἐδικαιώθη, οὐκ ἐπειδὴ ἔπαθεν, ἀλλ' ἐπειδὴ παθὼν εὐχαρίστως ἤνεγκεν. Ἕτερος τὰ αὐτὰ παθὼν, μᾶλλον δὲ οὐδὲ τὰ αὐτὰ (οὐδεὶς γάρ ἐστιν ὁ τοιαῦτα παθὼν, ἀλλὰ πολλῷ ἐλάττονα), ἐδυσφήμησεν, ἠγανάκτησε, κατηράσατο τῷ κόσμῳ παντὶ, ἐδυσχέρανε πρὸς τὸν Θεόν; οὗτος κατεκρίθη καὶ κατεδικάσθη, οὐκ ἐπειδὴ πέπονθεν, ἀλλ' ἐπειδὴ ἐβλασφήμησεν· ἐβλασφήμησε δὲ, οὐ παρὰ τὴν ἀνάγκην τῶν συμβάντων ἐπεὶ εἰ ἡ ἀνάγκη τῶν συμβάντων τοῦτο ἐποίησεν, ἔδει καὶ τὸν Ἰὼβ βλασφημῆσαι· εἰ δὲ χαλεπώτερα παθὼν οὐδὲν τοιοῦτον εἰργάσατο, οὐ παρὰ τοῦτο ταῦτα συνέβη, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς προαιρέσεως. Ἰσχυρᾶς οὖν δεῖ ἡμῖν ψυχῆς, καὶ οὐδὲν ἡμῖν χαλεπὸν φανεῖται, ὥσπερ ἀσθενούσης, οὐδὲν ὅπερ οὐ χαλεπόν. Παρὰ τὴν ἡμετέραν διάθεσιν πάντα καὶ φορητὰ καὶ ἀφόρητα γίνεται· ταύτην ὀχυρώσωμεν, καὶ πάντα οἴσομεν εὐκόλως. Καὶ γὰρ τὸ δένδρον, ὅταν μὲν κατὰ βάθους παραπέμψῃ τὴν ῥίζαν, οὐδὲ σφοδρὰ καταιγὶς αὐτὸ διασαλεῦσαι δυνήσεται· ἂν δὲ ἐξ ἐπιπολῆς ᾖ κείμενον, καὶ ὑπὲρ τῆς ἐπιφανείας, κἂν μικρὰ προσπέσῃ ἀνέμου ῥοπὴ, πρόῤῥιζον αὐτὸ ἀνέσπασεν. Οὕτω καὶ ἐφ' ἡμῶν, ἐὰν καθηλώσωμεν τὰς σάρκας ἡμῶν τῷ φόβῳ τοῦ Θεοῦ, οὐδὲν παρασαλεῦσαι δυνήσεται· ἐὰν δὲ ἁπλῶς προτιθῶμεν, καὶ μικρὰ ῥοπὴ ἠφάνισε καὶ ἀπώλεσε. Διὸ παρακαλῶ, μετὰ πολλῆς τῆς προθυμίας ἅπαντα φέρειν, καὶ μιμεῖσθαι τὸν προφήτην τὸν λέγοντα, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. Ὅρα τί φησιν, Ἐκολλήθη ἡ ψυχή μου. Οὐχ ἁπλῶς εἶπεν, Ἤγγισεν, ἀλλ', Ἐκολλήθη. Καὶ πάλιν, Ἐδίψησέ σε ἡ ψυχή μου. Οὐχ ἁπλῶς εἶπεν, Ἐπεπόθησεν, ἵνα τὸ σφοδρὸν τοῦ πόθου διὰ τούτων ἐμφήνῃ τῶν λέξεων. Καὶ πάλιν, Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Βούλεται γὰρ ἡμᾶς ἀεὶ προσκολλᾶσθαι αὐτῷ οὕτω καὶ συνδεδέσθαι, ὡς μηδέποτε αὐτοῦ ἀφίστασθαι. Ἂν οὕτως ἐχώμεθα τοῦ Θεοῦ, ἂν προσηλώσωμεν αὐτῷ τὰς ἡμετέρας διανοίας, ἂν διψῶμεν αὐτοῦ τὸν πόθον καὶ πάντα ἡμῖν ἔσται ἅπερ βουλόμεθα, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ μετὰ Πατρὸς καὶ ἁγίου Πνεύματος δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.