Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΝ ΔΕΥΤΕΡΑΝ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 4.1
Not analysed yet
Ἄκουσον ὅσα περὶ τοῦ Ἰὼβ φιλοσοφεῖ ἡ θεία Γραφή· ἄκουσον καὶ Παῦλος τί φησι· Κλαίειν μετὰ κλαιόντων· καὶ πάλιν, Τοῖς ταπεινοῖς συναπαγόμενοι. Ἡ γὰρ κοινωνία τῶν λυπουμένων τὸ σφόδρα φορτικὸν τῆς λύπης ἀφαιρεῖν εἴωθεν. Ὥσπερ γὰρ ἐπὶ φορτίου, ἂν τοῦ βάρους τις κοινωνήσῃ, ἐπελάφρυνε τὸν μόνον τὸ ἄχθος φέροντα, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Νῦν δὲ τῶν μὲν οἰκείων ἡμῖν τινος τετελευτηκότος, πολλοὶ οἱ παρακαθήμενοι, πολλοὶ οἱ παραμυθούμενοι· καὶ ὄνον πεσόντα πολλάκις διεγείρομεν, τῶν δὲ ἀδελφῶν ἡμῶν τὰς ψυχὰς πιπτούσας ὄνου μᾶλλον παραβλέπομεν καὶ παρατρέχομεν. Καὶ ἐὰν εἰς καπηλεῖον αὐτὸν ἴδωμεν ἀσέμνως εἰσιόντα, οὐκ ἀνακόπτομεν· κἂν μεθύοντα, οὐ κωλύομεν, κἂν ὅ τι δήποτε ἕτερον ποιοῦντα τῶν ἀτόπων· ἀλλὰ μᾶλλον καὶ συμπράττομεν. Διὰ τοῦτο Παῦλος ἔλεγεν, Οὐ μόνον αὐτοὶ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι· καὶ συμμορίας πότου καὶ μέθης ποιοῦσιν οἱ πολλοί. Ποίησον, ἄνθρωπε, συμμορίας, ὥστε ἀποθέσθαι τὴν μανίαν τῆς μέθης· τοῖς δεδεμένοις καλὰ ταῦτα τὰ φιλικὰ, τοῖς ἐν θλίψει οὖσι. Τοιοῦτόν τι καὶ Κορινθίοις ἐπέταξεν ὁ Παῦλος, Ἵνα μὴ, ὅταν ἔλθω φησὶ, τότε λογίαι γίνωνται. Νῦν δὲ μέθης μὲν καὶ τρυφῆς καὶ σπατάλης ἕνεκεν πάντα πράττομεν, καὶ κλίνην κοινὴν, καὶ τράπεζαν κοινὴν, καὶ οἶνον κοινὸν, καὶ ἀνάλωμα κοινὸν ποιοῦμεν· ἐλεημοσύνην δὲ οὐδεὶς ἐποιήσατο κοινήν. Τοιαῦτα ἦν ἐπὶ τῶν ἀποστόλων τὰ φιλικὰ, πάντα εἰς μέσον κατετίθεντο τὰ ὑπάρχοντα. Ἐγὼ δὲ οὐ πάντα κελεύω, ἀλλὰ μέρος τι. Ὃ ἄν τις εὐοδῶται, φησὶν, ὁρισάτω ἕκαστος κατὰ μίαν τῶν σαββάτων, ὥσπερ τινὰ φόρον φέρειν ὑπὲρ τῶν ἑπτὰ ἡμερῶν, καὶ κατατίθεσθαι, καὶ οὕτω διδόναι ἐλεημοσύνην, κἂν μικρὸν, κἂν μέγα. Οὐκ ὀφθήσῃ γὰρ, φησὶ, κενὸς ἐνώπιον Κυρίου. Ἰουδαίοις ταῦτα ἐλέγετο, πόσῳ μᾶλλον ἡμῖν; Διὰ τοῦτο ἑστήκασιν οἱ πένητες πρὸ τῶν θυρῶν, ἵνα μηδεὶς εἰσίῃ κενὸς, ἵνα μετὰ ἐλεημοσύνης εἰσίῃ. Εἰσέρχῃ ἐλεηθῆναι· ἐλέησον πρότερον. Ὁ δὲ ὕστερον ἐρχόμενος, πλέον ὀφείλει· ὅταν γὰρ ἀρξώμεθα ἡμεῖς, ὁ δεύτερος πλέον κατατίθησι. Ποίησόν σοι ὀφειλέτην τὸν Θεὸν, καὶ τότε αὐτὸν αἴτησαι· δάνεισον, καὶ τότε ἀπαίτει, ἵνα μετὰ τόκου λάβῃς· βούλεται τοῦτο ὁ Θεὸς, οὐκ ἀποφεύγει. Ἂν μετὰ ἐλεημοσύνης αἰτῇς, χάριν ἔχει· ἂν μετὰ ἐλεημοσύνης ἀπαιτῇς, δανείζεις καὶ τόκους λαμβάνεις. Ναὶ, παρακαλῶ. Οὐκ ἐν τῇ ἐκτάσει τῶν χειρῶν τὸ ἀκούεσθαί ἐστιν· ἔκτεινόν σου τὰς χεῖρας, μὴ εἰς τὸν οὐρανὸν, ἀλλ' εἰς τὰς τῶν πενήτων χεῖρας. Ἂν εἰς τὰς τῶν πενήτων χεῖρας ἐκτείνῃς τὴν χεῖρα, αὐτῆς ἥψω τῆς κορυφῆς τοῦ οὐρανοῦ· ὁ γὰρ ἐκεῖ καθήμενος λαμβάνει τὴν ἐλεημοσύνην· ἂν δὲ ἀκάρπους ἀνατείνῃς, οὐδὲν ὤνησας. Εἰπὲ γάρ μοι, εἴ σε προσελθὼν ὁ βασιλεὺς ᾔτησε μετὰ τῆς ἁλουργίδος, οὐκ ἂν προθύμως ἅπαντα τὰ ὄντα δέδωκας; νῦν δὲ οὐχ ὑπὸ ἐπιγείου βασιλέως, ἀλλὰ τοῦ οὐρανίου διὰ τῶν πενήτων αἰτούμενος ἕστηκας παρορῶν καὶ τὴν δόσιν ὑπερτιθέμενος; καὶ πόσης οὐκ ἂν εἴης κολάσεως ἄξιος; Οὐ γὰρ ἐν τῇ ἐκτάσει τῶν χειρῶν, οὐδὲ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ' ἐν τοῖς ἔργοις τὸ ἐπακούεσθαί ἐστιν. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Δέον γὰρ σιγᾷν, καὶ μηδὲ ἀνανεύειν εἰς τὸν οὐρανὸν τὸν ἐλέου δεόμενον, ὁ παῤῥησίαν ἔχων καὶ πολλὰ φθέγγεται. Ἀλλὰ τί φησι; Κρίνατε ὀρφανῷ καὶ ταπεινῷ, καὶ δικαιώσατε χήραν, καὶ μάθετε καλὸν ποιεῖν. Οὕτω δυνησόμεθα ἀκούεσθαι, κἂν κάτω τὰς χεῖρας ἔχωμεν, κἂν μὴ φθεγγώμεθα, μηδὲ ζητῶμεν. Ταῦτα τοίνυν ζηλώσωμεν, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν.