Ancient Greek · ~17 min
Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 4.1-3
Not analysed yet
Τοιαύτη τοῦ Χριστοῦ ἡ δύναμις· ἅλυσις τὸν στέφανον ἐνίκα τὸν βασιλικὸν, καὶ λαμπρότερον τοῦτο ἐκείνου τὸ σχῆμα ἐδείκνυτο· ῥάκια περιέκειτο αὐχμῶντα, ἅτε δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά· ἐπὶ γῆς εἱστήκει κατεχόμενος καὶ κάτω νεύων, καὶ τὸν ἐπ' ὀχήματος χρυσοῦ ἅπαντες ἀφέντες ἐκείνῳ προσεῖχον· εἰκότως. Τὸ μὲν γὰρ συνηθείας ἦν βασιλέα ἰδεῖν ἐπὶ ζεύγους καθήμενον λευκοῦ· τοῦτο δὲ ξένον καὶ παράδοξον, δεσμώτην ὁρᾷν μετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόμενον, μεθ' ὅσης ὁ βασιλεὺς πρὸς ἀνδράποδον οἰκτρὸν καὶ ταλαίπωρον. Ὄχλος περιειστήκει πολὺς, καὶ δοῦλοι πάντες τοῦ βασιλέως ἦσαν· ἐθαύμαζον δὲ οὐ τὸν δεσπότην τὸν αὑτῶν, ἀλλὰ τὸν νικῶντα τὸν δεσπότην αὐτῶν· καὶ ὃν ἅπαντες ἐδεδοίκεσαν καὶ ἔτρεμον, τοῦτον μόνος ὢν κατεπάτει ἐκεῖνος. Ἴδε ἐν αὐτοῖς τοῖς δεσμοῖς πόση ἡ λαμπρότης. Τί ἄν τις εἴποι τὰ μετὰ ταῦτα; Ἐκείνου μὲν οὐδὲ τὸ μνῆμα δῆλον· οὗτος δὲ πάντων βασιλέων λαμπρότερος ἐν αὐτῇ κεῖται τῇ βασιλίδι, ἔνθα καὶ ἐνίκησεν, ἔνθα καὶ τὸ τρόπαιον ἔστησεν. Ἐκείνου κἂν μνησθῇ τις, μετὰ ψόγου μέμνηται, καὶ τῶν οἰκείων (καὶ γὰρ καὶ ἀσελγὴς λέγεται γεγενῆσθαι)· τούτου μετ' εὐφημίας ἡ μνήμη πανταχοῦ· οὐ γὰρ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ἐχθροῖς. Ὅταν γὰρ ἐκλάμπῃ ἡ ἀλήθεια, οὐδὲ οἱ ἐχθροὶ ἀναισχυντεῖν ἔχουσιν· εἰ γὰρ καὶ μὴ τῆς πίστεως ἕνεκεν αὐτὸν θαυμάζουσιν, ἀλλὰ τῆς παῤῥησίας, ἀλλὰ τῆς ἀνδρείας. Οὗτος ἐν τοῖς ἁπάντων στόμασι πανταχοῦ καθ' ἑκάστην ἡμέραν στεφανούμενος ἀνακηρύττεται· ἐκεῖνος δὲ βαλλόμενος ψόγοις καὶ κατηγορίαις. Ποῖα τοίνυν τὰ λαμπρά; Ἀλλὰ γὰρ ἔλαθον ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα ἐπαινῶν, δέον τὰ ὄντως εἰπεῖν. Τίνα δὲ ταῦτά ἐστι; Τὰ ἐν τοῖς οὐρανοῖς· πῶς ἥξει μετὰ τοῦ βασιλέως τῶν οὐρανῶν, μετὰ λαμπροῦ τοῦ σχήματος· πῶς ὁ Νέρων στήσεται τότε κατηφὴς, στυγνός. Εἰ δὲ δοκῶ σοι ἄπιστα λέγειν καὶ καταγέλαστα, σὺ καταγέλαστος εἶ γελῶν τὰ μὴ γέλωτος ἄξια. Εἰ γὰρ ἀπιστεῖς τοῖς μέλλουσιν, ἀπὸ τῶν φθασάντων πίστευσον· οὔπω τῶν στεφάνων ὁ καιρὸς, καὶ τοσαύτης ἀπέλαυσε τιμῆς ὁ ἀθλητής· ὅταν ὁ ἀγωνοθέτης ἔλθοι, πόσης ἀπολαύσεται τιμῆς; Ἐν τοῖς ἀλλοτρίοις ξένος ἦν, ξένος καὶ παρεπίδημος, καὶ οὕτω θαυμάζεται· ὅταν ἐν τοῖς ἰδίοις ᾖ, τίνος οὐκ ἀπολαύσεται ἀγαθοῦ; Νῦν ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ, καὶ ὅμως τῶν ζώντων ὁ τεθνηκὼς μᾶλλον ἐνεργεῖ καὶ τιμᾶται· ὅταν ἔλθῃ αὐτὴ ἡ ζωὴ ἡμῶν, τίνος οὐ μεθέξει, τίνος οὐκ ἐπιτεύξεται; Διὰ τοῦτο ταύτης αὐτὸν τῆς τιμῆς ἀπολαῦσαι ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπειδὴ ἐκεῖνος ἐδεῖτο. Εἰ γὰρ ἐν σώματι ὢν κατεφρόνει τῆς παρὰ τῶν πολλῶν δόξης, πολλῷ μᾶλλον ἀπαλλαγεὶς τοῦ σώματος. Οὐ διὰ τοῦτο δὲ ἐποίησεν αὐτὸν ἀπολαῦσαι μόνον, ἀλλ' ἵνα οἱ τοῖς μέλλουσιν ἀπιστοῦντες κἂν ἐκ τῶν παρόντων ἐνάγωνται. Λέγω ὅτι ἥξει Παῦλος μετὰ τοῦ βασιλέως τῶν οὐρανῶν, ὅτε ἀνάστασις ἔσται, ὅτι μυρίων ἀπολαύσει τῶν ἀγαθῶν. Ἀλλ' οὐ πιστεύει ὁ ἄπιστος· οὐκοῦν ἀπὸ τῶν παρόντων πιστεύσει. Λαμπρότερος τοῦ βασιλέως ὁ σκηνοποιὸς, ἐντιμότερος τοῦ βασιλέως· οὐδεὶς βασιλεὺς τῆς Ῥώμης γενόμενος, τοσαύτης ἀπέλαυσε τιμῆς· ἀλλ' ὁ μὲν βασιλεὺς ἐῤῥιμμένος ἔξω που κεῖται, ὁ δὲ τὸ μέσον κατέχει τῆς πόλεως, καθάπερ βασιλεὺς ὢν καὶ ζῶν. Ἀπὸ τούτων πίστευσον καὶ περὶ τῶν μελλόντων. Εἰ ἐνταῦθα, ἔνθα ἠλαύνετο, ἔνθα ἐδιώκετο, τοσαύτης ἀπέλαυσε τιμῆς, ὅταν ἔλθῃ, τί ἔσται; Εἰ ὅπου σκηνοποιὸς ἦν, οὕτως ἐγένετο λαμπρὸς, ὅταν ἔλθῃ ἀντιλάμπων ταῖς ἡλιακαῖς ἀκτῖσι, τί ἔσται; Εἰ μετὰ τοσαύτης εὐτελείας, τοσαύτης μεγαλοπρεπείας περιεγένετο, ὅταν ἔλθῃ, τίνος οὐ περιέστα; Μὴ ἔνι φυγεῖν τὰ πράγματα; Τίνα οὐκ ἐντρέπει τὸ τὸν σκηνοποιὸν ἐντιμότερον γενέσθαι τοῦ πάντων βασιλέων μᾶλλον θαυμασθέντος; Εἰ ἐνταῦθα τὰ ὑπὲρ φύσιν ἐγένετο, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι. Πίστευσον, ἄνθρωπε, τοῖς παροῦσιν, εἰ μὴ θέλεις τοῖς μέλλουσι· πίστευσον, ἄνθρωπε, τοῖς ὁρωμένοις, εἰ μὴ βούλει τοῖς ἀοράτοις. Μᾶλλον δὲ πίστευσον τοῖς ὁρωμένοις· οὕτω γὰρ καὶ τοῖς ἀοράτοις πιστεύσεις· εἰ δὲ οὐ θέλεις, εὔκαιρον τὸ τοῦ Ἀποστόλου εἰπεῖν, Καθαροὶ ἡμεῖς ἀπὸ τοῦ αἵματος ὑμῶν· ἅπαντα γὰρ ὑμῖν διεμαρτυράμεθα, καὶ οὐδὲν ἐνελίπομεν τῶν ὀφειλόντων λεχθῆναι· ὑμεῖς ἑαυτοὺς αἰτιάσασθε, καὶ λογιεῖσθε τὴν ἐν τῇ γεέννῃ τιμωρίαν. Ἡμεῖς δὲ, ὦ τέκνα ἀγαπητὰ, Παύλου μιμηταὶ μὴ κατὰ τὴν πίστιν μόνον, ἀλλὰ καὶ κατὰ τὸν βίον γενώμεθα. Ἵνα τύχωμεν δόξης ἐπουρανίου, καταπατήσωμεν τὴν ἐνταῦθα δόξαν· μηδὲν ἡμᾶς ἐφελκέσθω τῶν παρόντων ἁπάντων· καταφρονήσωμεν τῶν ὁρωμένων, ἵνα τῶν οὐρανίων τύχωμεν, μᾶλλον δὲ καὶ τούτων ἐπιτευξώμεθα δι' ἐκείνων, πλὴν προηγουμένως ἔστω ὁ σκοπὸς ἐκείνων ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι.