# In epistulam ii ad Timotheum (homiliae 1-10) 4.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10), Σπούδασον ἐλθεῖν πρός με ταχέως. Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν. Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Μάρκον ἀναλαβὼν, ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-timotheum-homiliae-1-10/4.1-8

Πῶς δὲ ἔνι τὴν χάριν ἐπισπάσασθαι λοιπόν; Τὰ τῷ Θεῷ φίλα πράττοντα, καὶ ἐν πᾶσιν αὐτῷ ὑπακούοντα. Ἢ καὶ ἐν ταῖς μεγάλαις οἰκίαις οὐκ ἐκείνους ὁρῶμεν χάριν ἔχοντας τῶν οἰκετῶν, ὅσοι μὴ τὰ αὐτῶν μεριμνῶσιν, ἀλλὰ τὰ τῶν δεσποτῶν πάσῃ ψυχῇ καὶ προθυμίᾳ, οὐ δι' ἀνάγκην μόνην δεσποτικὴν, ἀλλὰ καὶ διὰ προθυμίαν καὶ διὰ φιλοστοργίαν εὖ διατιθῶσιν ἅπαντα; Ὅταν ἀεὶ ἐν τοῖς ὀφθαλμοῖς ὦσι τοῖς αὐτῶν, ὅταν ἐπὶ τῆς οἰκίας στρέφωνται, ὅταν μηδὲν ἴδιον πραγματεύωνται, μηδὲ τῶν οἰκείων φροντίζωσι, μᾶλλον δὲ ἀντὶ τῶν ἰδίων ἔχωσι τὰ δεσποτικά; Ὁ γὰρ τὰ αὑτοῦ τοῦ δεσπότου ποιησάμενος, οὐ τὰ αὑτοῦ τοῦ δεσπότου πεποίηκεν, ἀλλὰ τὰ τοῦ δεσπότου αὑτοῦ· ὁμοίως αὐτῷ ἐπιτάττει ἐν τοῖς ἐκείνου, ὁμοίως ἐκείνῳ κρατεῖ. Πολλοὶ δὲ τῶν οἰκετῶν μᾶλλον αὐτὸν δεδοίκασι, καὶ ὅπερ ἂν εἴπῃ οὗτος, τοῦτο κἀκεῖνος· πάντες οἱ ἐχθροὶ λοιπὸν ἐν φόβῳ. Εἰ δὲ ὁ ἐν τοῖς βιωτικοῖς τῶν αὑτοῦ καταφρονήσας, καὶ τὰ τοῦ δεσπότου ἑλόμενος, οὐχὶ κατεφρόνησε τῶν αὑτοῦ, ἀλλὰ μᾶλλον μειζόνων ἐπέτυχε· πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. Καταφρόνησον τῶν σῶν, καὶ ἔλαβες τὰ τοῦ Θεοῦ· βούλεται αὐτὸς τοῦτο. Καταφρόνησον τῆς γῆς, καὶ ἅρπασον τὴν βασιλείαν τῶν οὐρανῶν· ἐκεῖ δίαγε, μὴ ἐνταῦθα· ἐκεῖθεν ἔσο φοβερὸς, μὴ ἐνταῦθα. Ἐκεῖθεν ἂν ᾖς φοβερὸς, οὐχὶ ἀνθρώποις μόνον, ἀλλὰ καὶ δαίμοσι καὶ αὐτῷ τῷ διαβόλῳ ἔσῃ φοβερός· ἂν δὲ ἀπὸ τῶν χρημάτων τῶν ἐνταῦθα, ἐκείνοις εὐκαταφρόνητος ἔσῃ, πολλάκις δὲ καὶ ἀνθρώποις· ὅσα ἂν πλουτήσῃς, ἐν τοῖς δουλικοῖς πλουτήσεις· ἂν δὲ τούτων ὑπερίδῃς, ἐν τῷ οἴκῳ τῷ βασιλικῷ λαμπρὸς ἔσῃ. Τοιοῦτοι ἦσαν οἱ ἀπόστολοι, καταφρονήσαντες τῆς δουλικῆς οἰκίας, καὶ τῶν ἐνταῦθα χρημάτων. Καὶ ὅρα πῶς τοῖς δεσποτικοῖς ἐπέταττον. Ὁ δεῖνα, φησὶν, ἀπηλλάχθω νόσου, ἕτερος δαιμόνων, καὶ δῆσον ἐκεῖνον, καὶ λῦσον τοῦτον. Ἐπὶ γῆς τοῦτο ἐγίνετο, ἀλλ' ὡς ἐν οὐρανοῖς ἐτελεῖτο. Ὅσα γὰρ ἂν δήσητε, φησὶν, ἐπὶ γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ. Καὶ μείζονα αὐτοῖς ἔδωκεν αὐτοῦ ἐξουσίαν. Καὶ ὅτι οὐκ ἐψευσάμην, ἄκουε αὐτοῦ λέγοντος· Ὁ πιστεύων εἰς ἐμὲ, μείζονα ποιήσει ὧν ἐγὼ ποιῶ. Τί δήποτε; Ὅτι καὶ οὕτως εἰς τὸν Δεσπότην ἡ τιμὴ διαβαίνει. Ἐπεὶ καὶ ἐν τοῖς ἡμετέροις πράγμασιν, ὅταν μεγάλα δύνηται ὁ οἰκέτης, μᾶλλον θαυμάζεται ὁ δεσπότης. Εἰ γὰρ ὁ οἰκέτης τοσαῦτα δύναται, πόσῳ μᾶλλον ὁ κρατῶν αὐτοῦ; Εἰ δέ τις ἀφεὶς τὴν δεσποτικὴν ὑπηρεσίαν, φροντίζοι τῆς αὑτοῦ γυναικὸς καὶ τοῦ παιδίου καὶ τοῦ οἰκέτου, καὶ βούλοιτο πλουτεῖν, ἀποτίθεσθαι ἐκεῖ, ἢ κλέπτων, ἢ λυμαινόμενος τοῖς δεσποτικοῖς, ταχέως καὶ ἑαυτὸν μετὰ τῶν χρημάτων προσαπώλεσε. Διὸ ταῦτα ἔχοντες τὰ ὑποδείγματα, παρακαλῶ, μὴ φροντίζωμεν τῶν ἡμετέρων, ἵνα φροντίζωμεν ἑαυτῶν· καταφρονῶμεν αὐτῶν, ἵνα κτησώμεθα αὐτά. Ἂν ἡμεῖς αὐτῶν καταφρονήσωμεν, αὐτὸς αὐτῶν ἐπιμελήσεται· ἂν ἡμεῖς ἐπιμελησώμεθα αὐτῶν, ὁ Θεὸς αὐτῶν καταφρονήσει. Ἐν τοῖς τοῦ Θεοῦ κάμνωμεν, μὴ ἐν τοῖς ἡμετέροις, μᾶλλον δὲ ἐν τοῖς ἡμετέροις· τὰ γὰρ αὐτοῦ ἡμέτερα. Οὐ λέγω οὐρανὸν, οὐ λέγω γῆν, οὐ λέγω τὰ ἐν κόσμῳ· ταῦτα γὰρ αὐτοῦ ἀνάξια, ταῦτα οὐχ ἡμῶν μόνον ἐστὶν, ἀλλὰ καὶ τῶν ἀπίστων· ἀλλὰ τίνα λέγω αὐτοῦ; Δόξαν, βασιλείαν· ταῦτα καὶ αὐτοῦ, καὶ ἡμέτερα δι' αὐτόν. Πῶς; Εἰ συναπεθάνομεν, φησὶ, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Συγκληρονόμοι ἐγενόμεθα, καὶ ἀδελφοὶ λεγόμεθα. Τί ἡμεῖς ἑαυτοὺς κάτω κατάγομεν, αὐτοῦ ἡμᾶς ἄνω καὶ πρὸς ἑαυτὸν ἕλκοντος; Μέχρι πότε πενιχροὶ, μέχρι πότε πτωχοί; οὐρανὸς πρόκειται, καὶ ἡμεῖς περὶ τὴν γῆν στρεφόμεθα; οὐρανοῦ βασιλεία, καὶ ἡμεῖς τὴν ἐνθάδε πενίαν αἱρούμεθα; ζωὴ ἀθάνατος, καὶ ἡμεῖς περὶ ξύλα καὶ λίθους καὶ ἀγροὺς δαπανώμεθα; Γενοῦ πλούσιος, τοῦτο κἀγὼ βούλομαι· πλεονέκτησον, καὶ ἅρπασον· ἐνταῦθα οὐκ ἔστι μέμψις· ἐνταῦθα τὸ μὴ πλεονεκτῆσαι ἔγκλημα, ἐνταῦθα τὸ μὴ ἁρπάσαι κατηγορία. Τί δὴ τοῦτό ἐστιν; Ἡ βασιλεία, φησὶ, τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Γενοῦ βίαιος ἐκεῖ, γενοῦ ἅρπαξ, οὐ μειοῦται τὸ ἁρπαζόμενον. Οὐδὲ γὰρ μερίζεται ἡ ἀρετὴ, οὐ μειοῦται οὐδὲ ἡ εὐσέβεια, οὐδὲ ἡ βασιλεία τῶν οὐρανῶν. Τότε αὔξεται ἡ ἀρετὴ, ὅταν ἁρπάσῃς· τότε τὰ σωματικὰ μειοῦται, ὅταν ἁρπάσῃς· καὶ δῆλον ἐκεῖθεν. Ἔστωσαν ἐν πόλει μύριοι ἄνδρες· οὗτοι ἂν μὲν πάντες ἁρπάζωσι τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην, ἐπλεόνασαν αὐτήν· ἐν γὰρ τοῖς μυρίοις γίνονται δίκαιοι· ἂν δὲ μὴ ἁρπάσωσιν, ἠλάττωσαν· οὐδαμοῦ γὰρ φαίνεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg165.local001/.
