Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΙΒʹ Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-11
Not analysed yet
Φέρε δὴ σήμερον πληρώσωμεν ἡμῶν τὴν ὑπόσχεσιν, καὶ τῆς συνήθους ἁψώμεθα διδασκαλίας, καὶ τῇ ἀκολουθίᾳ τῶν πρῴην εἰρημένων συνάψωμεν καὶ τὰ μέλλοντα νῦν ῥηθήσεσθαι, Ἴστε γὰρ, ὅτι καὶ ἅπαξ καὶ δεύτερον σπεύδοντας ἡμᾶς, καὶ βουλομένους τοῦτο ποιῆσαι, ἡ περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πρόνοια τὴν γλῶτταν ἡμῖν εἰς τὴν πρὸς ἐκείνους παραίνεσιν μετήγαγε. Ποτὲ μὲν γὰρ τοὺς νενοσηκότας τῶν ἀδελφῶν, καὶ διὰ συνηθείας πρόληψιν ἀποσχίζοντας ἑαυτοὺς τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, καὶ τὴν ἡδονὴν τῆς ἁγίας ἑορτῆς ἡμῖν ἀκρωτηριάζοντας, διὰ τῆς πολλῆς παρακλήσεως καὶ συμβουλῆς ἐπείθομεν, μὴ ἐπὶ πολὺ χωρίζειν ἑαυτοὺς τῆς τοῦ Χριστοῦ ποίμνης, μηδὲ ἔξω τοῦ σηκοῦ τούτου τοῦ πνευματικοῦ πλανᾶσθαι, καὶ τῷ μὲν λόγῳ καὶ τῷ ὀνόματι ἡμῖν ἡνῶσθαι, τῇ δὲ ἀληθείᾳ Ἰουδαίοις κατακολουθεῖν τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ λύχνῳ προσηλωμένοις, μετὰ τὴν ἔλλαμψιν τοῦ τῆς δικαιοσύνης ἡλίου· ποτὲ δὲ τῶν ἐνταῦθα συλλεγομένων τοὺς ἀμυήτους παρεκαλέσαμεν ἐπιδραμεῖν τῇ κλήσει τῇ πνευματικῇ, καὶ πάντα ὕπνον, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξαμένους, πόθῳ ζέοντι, καὶ προθυμίᾳ συντεταμένῃ ἑτοίμους ἑαυτοὺς πρὸς τὴν ὑποδοχὴν τῆς βασιλικῆς δωρεᾶς ἀπεργάσασθαι, καὶ σπεῦσαι πρὸς τὸν τὴν ἄφεσιν τῶν πεπλημμελημένων δωρούμενον, καὶ τὰ μυρία ἀγαθὰ μετὰ δαψιλείας παρέχοντα. Ἐπεὶ οὖν καὶ τῶν περὶ τὴν τοῦ πάσχα ἑορτὴν σφαλλομένων, καὶ διὰ τῆς νομιζομένης ταύτης μικρᾶς παρατηρήσεως μεγάλα ἑαυτοὺς ζημιούντων, τὴν ἡμῖν ἁρμόττουσαν πρόνοιαν ἐποιησάμεθα, κατάλληλον αὐτῶν τῷ τραύματι τὴν θεραπείαν ἐπαγαγόντες, καὶ τοῖς ἀμυήτοις τὴν προσήκουσαν νουθεσίαν προσηγάγομεν, ἀκόλουθον ἂν εἴη λοιπὸν, ἐπειδὴ πρὸς τὰ κατεπείγοντα τῶν νοσημάτων ἔστημεν, καὶ τὸ αὐτῶν ἐπληρώσαμεν, κοινῇ πᾶσιν ὑμῖν σήμερον ἑστίασιν παραθεῖναι τὴν πνευματικήν. Ὥσπερ γὰρ πρὶν ἢ τῶν ἀδελφῶν τῶν ἡμετέρων τὴν ἐπιμέλειαν ποιήσασθαι, εἰ τὴν πρὸς ἐκείνους παραίνεσιν καταλιπόντες, τῆς ἀκολουθίας ἐχόμενοι, παρείδομεν κάμνοντας αὐτοὺς, εἰκότως ἄν τις ἡμῖν μέμψαιτο ὡς τὸν ἐπιτήδειον καιρὸν παραδραμοῦσιν· οὕτω νῦν, ἐπειδὴ μηδὲν παραλέλειπται τῶν εἰς δύναμιν ἡμετέραν, ἀλλὰ τὸν τῆς διδασκαλίας λόγον ἐποιησάμεθα, καὶ τὸ ἀργύριον κατεβάλομεν, καὶ τὰ σπέρματα τῇ γῇ ταύτῃ τῇ πνευματικῇ παρακατεθέμεθα, ἀκόλουθόν ἐστι πάλιν τὰ παρὰ τοῦ μακαρίου Μωϋσέως ἀναγνωσθέντα εἰς μέσον προθεῖναι, ἵνα τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴκαδε ἀναχωρήσωμεν. Τίνα οὖν ἐστιν, ἀκούσωμεν. Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Σκόπει μοι πάλιν τοῦ θαυμαστοῦ τούτου προφήτου τὴν σύνεσιν, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τὴν διδασκαλίαν. Μετὰ γὰρ τὸ διηγήσασθαι ἡμῖν κατὰ μέρος τὰ τῆς δημιουργίας ἅπαντα, καὶ τὰ ἔργα τῶν ἓξ διελθεῖν ἡμερῶν, καὶ τὴν τοῦ ἀνθρώπου δημιουργίαν, καὶ τὴν ἐξουσίαν τὴν παρασχεθεῖσαν αὐτῷ πάντων τῶν ὁρωμένων, νῦν πάλιν ἀνακεφαλαιούμενος τὰ πάντα, φησίν· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο. Ἄξιον ἐνταῦθα ζητῆσαι, τίνος ἕνεκεν βίβλον αὐτὴν καλεῖ οὐρανοῦ τε καὶ γῆς, καίτοι πολλὰ ἕτερα τῆς βίβλου περιεχούσης, καὶ διδασκούσης ἡμᾶς, καὶ περὶ ἑτέρων πλειόνων, καὶ περὶ τῆς τῶν δικαίων ἀρετῆς, καὶ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς συγκαταβάσεως, ἣν ἐπεδείξατο περί τε τὸν πρωτόπλαστον, καὶ περὶ ἅπαν τὸ τῶν ἀνθρώπων γένος, καὶ περὶ ἑτέρων δὲ πολλῶν, ἅπερ οὐκ ἂν εἴη τοῦ παρόντος καιροῦ καταλέγειν. Μὴ ξενισθῇς, ἀγαπητέ· ἔθος γὰρ τοῦτο τῇ θείᾳ Γραφῇ, μὴ πανταχοῦ κατὰ μέρος ἡμῖν ἅπαντα διηγεῖσθαι, ἀλλ' ἀπὸ τῶν συνεκτικωτάτων ἀρχομένην καταλιμπάνειν τὰ ἑξῆς σκοπεῖν τοῖς εὐγνώμοσιν ἀκοαῖς δεχομένοις τὰ λεγόμενα. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὕτως ἐστὶν, ἐξ αὐτῶν τῶν νῦν ἀνεγνωσμένων τοῦτο δῆλον ὑμῖν καθίστημι. Ἰδοὺ γὰρ ἐν τοῖς προλαβοῦσι διδάξασα ἡμᾶς ἡ θεία Γραφὴ τὴν κατὰ μέρος ἁπάντων δημιουργίαν, νῦν οὐ πάντων μέμνηται, ἀλλά φησιν· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἑξῆς.