Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ Κϛʹ Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-25
Not analysed yet
Μεγάλη καὶ ἄφατος ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι δείκνυται ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ τῆς ἀγαθότητος αὐτοῦ ἡ ὑπερβολὴ, ἣν οὐ μόνον περὶ τὸ λογικὸν τοῦτο ζῶον ἐπιδείκνυται, τὸν ἄνθρωπον λέγω, ἀλλὰ καὶ περὶ τὴν τῶν ἀλόγων ζώων φύσιν. Δημιουργὸς γὰρ τῶν ἁπάντων τυγχάνων, εἰς πάντα τὰ ὑπ' αὐτοῦ δημιουργηθέντα τὴν οἰκείαν ἐκτείνει ἀγαθότητα, διὰ πάντων ἡμῖν ἐνδεικνύμενος, ὅσην ποιεῖται πρόνοιαν τοῦ τῶν ἀνθρώπων γένους, καὶ ὅτι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Κἂν κολάζῃ τοίνυν, κἂν τιμωρῆται, ἀπὸ τῆς αὐτῆς ἀγαθότητος καὶ ταῦτα κἀκεῖνα ποιεῖ. Οὐδὲ γὰρ πάθει καὶ ὀργῇ τὰς τιμωρίας ἐπάγει, ἀλλὰ τὴν κακίαν ἐγκόψαι βουλόμενος, καὶ ὥστε μὴ πάνυ αὐτὴν προβῆναι. Ἐπεὶ καὶ νῦν, ὡς ἀκούετε, κατακλυσμὸν δι' οὐδὲν ἕτερον ἐπήγαγεν, ἀλλὰ κηδόμενος τῶν πρὸς τοσαύτην κακίαν ἑαυτοὺς ἐκδεδωκότων. Καὶ ποία, φησὶ, κηδεμονία, τὸ πάντας ὑπὸ τῶν ὑδάτων ἀναιρεθῆναι; Μὴ ἀπερισκέπτως φθέγγου, ἄνθρωπε, ἀλλ' εὐγνώμονι διανοίᾳ τὰ παρὰ τοῦ Δεσπότου γινόμενα δέχου, καὶ τότε γνώσῃ, ὅσης καὶ τοῦτο μάλιστα κηδεμονίας. Τὸ γὰρ τοὺς τὰ ἀνήκεστα ἁμαρτάνοντας, καὶ καθ' ἑκάστην ἡμέραν τὰ τραύματα ἐπιτείνοντας, καὶ τὰ ἕλκη ἀνίατα ἐργαζομένους, ἐκ τῆς κακίας ἀπαλλάττειν, οὐχὶ κηδεμονίας ἦν τῆς μεγίστης; Καὶ αὐτὸς δὲ ὁ τῆς τιμωρίας τρόπος οὐ πάσης γέμει φιλανθρωπίας; Τὸ γὰρ τοὺς καὶ ἄνευ τούτου μέλλοντας τὸ τῆς φύσεως χρέος ἐκτίνειν, οὕτως ἀλύπως ἐν μέρει τιμωρίας τὴν ζωὴν ἀποθέσθαι, καὶ μήτε αἴσθησιν τοῦ γεγενημένου λαβεῖν, ἀλλ' ἀνωδύνως καὶ ἀναλγητὶ τὴν τιμωρίαν δέξασθαι, πόσης οὐκ ἂν εἴη σοφίας καὶ ἀγαθότητος; Καὶ αὐτὸ γὰρ πάλιν εἴ τις εὐσεβεῖ λογισμῷ καταμάθοι τὸ γεγενημένον, ὅτι οὐκ εἰς τοὺς τιμωρηθέντας μόνον τὰ τῆς εὐεργεσίας γέγονεν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες ἔσεσθαι δύο τὰ μέγιστα ἐντεῦθεν ἐκαρπώσαντο ἀγαθὰ, [τό τε μὴ ἁλῶναι ἐν τοῖς αὐτοῖς, καὶ τὸ ἐκ τούτων τῶν γεγενημένων σωφρονεστέρους γεγενῆσθαι,] πόσην οὐκ ὤφειλον τῷ Θεῷ χάριν ὑπὲρ τούτων ὁμολογεῖν, ὅτι καὶ τῇ τιμωρίᾳ ἐκείνων καὶ τῷ δέει τοῦ μὴ τὰ αὐτὰ παθεῖν σωφρονέστεροι γεγόνασιν οἱ μετὰ ταῦτα, καὶ τῷ ἁπάσης τῆς κακίας καὶ πονηρίας τὴν ζύμην ἀναιρεθῆναι, καὶ μηδένα καταλειφθῆναι διδάσκαλον αὐτοῖς τῆς κακίας καὶ τῆς πονηρίας; Εἶδες πῶς καὶ αἱ κολάσεις αὐτοῦ καὶ αἱ τιμωρίαι εὐεργεσίαι μᾶλλόν εἰσι, καὶ τὴν πρόνοιαν αὐτοῦ μάλιστα τὴν περὶ τὴν τῶν ἀνθρώπων φύσιν δεικνύουσι; Καὶ εἴ τις βουληθείη ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἀπαριθμήσασθαι, εὑρήσει ἀπὸ τοῦ αὐτοῦ σκοποῦ ἁπάσας τὰς τιμωρίας ἐπάγοντα τοῖς ἡμαρτηκόσιν. Ἐπεὶ καὶ τὸν Ἀδὰμ, ἡνίκα παρέβη, οὐ κολάζων μόνον, ἀλλὰ καὶ εὐεργετῶν ἐξέβαλε τοῦ παραδείσου. Καὶ ποία, φησὶν, εὐεργεσία τὸ ἐκπεσεῖν τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς; Μὴ ἁπλῶς τοῖς γινομένοις πρόσεχε, ἀγαπητὲ, μηδὲ παρέργως τὰ παρὰ τοῦ Θεοῦ γινόμενα καταμάνθανε, ἀλλὰ πρὸς τὸ βάθος κατόπτευε τῆς πολλῆς αὐτοῦ ἀγαθότητος, καὶ εὑρήσεις ἅπαντα διὰ τοῦτο παρ' αὐτοῦ γινόμενα. Εἰπὲ γάρ μοι, εἰ καὶ μετὰ τὴν παράβασιν τῶν αὐτῶν ἀπήλαυσεν ὁ Ἀδὰμ, ποῦ οὐκ ἂν ἐξεκυλίσθη; Εἰ γὰρ μετὰ τοσαύτας παραγγελίας ἀνασχέσθαι κατεδέξατο τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν ἐπιβουλὴν δέξασθαι τοῦ διαβόλου, ἣν δι' αὐτοῦ προσήγαγε τῇ τῆς ἰσοθεῖας ἐλπίδι φυσήσας αὐτοὺς, καὶ εἰς τὴν τῆς παραβάσεως ἁμαρτίαν ἐμβαλὼν, εἰ καὶ μετὰ ταῦτα ἐπὶ τῆς αὐτῆς ἔμενεν ἀξίας καὶ διαγωγῆς, πῶς οὐκ ἂν πολλῷ μᾶλλον ἀξιοπιστότερον ἡγήσατο τὸν πονηρὸν ἐκεῖνον δαίμονα τοῦ τῶν ὅλων δημιουργοῦ, καὶ μείζονα τῆς οἰκείας ἀξίας πάλιν ἐφαντάσθη; Καὶ γὰρ τοιαύτη τῶν ἀνθρώπων ἡ φύσις· ὅταν ἁμαρτάνουσα μὴ ἀναχαιτίζηται, ἀλλ' ἀδείας ἀπολαύει, περαιτέρω προϊοῦσα κατὰ κρημνῶν ἄπεισιν. Ἄλλως δὲ καὶ ἑτέρωθεν ἔχω δεῖξαι, ὅτι φιλανθρωπίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος καὶ ἐξελθεῖν αὐτὸν τοῦ παραδείσου προσέταξε, καὶ τῷ τοῦ θανάτου ἐπιτιμίῳ ὑπεύθυνον κατέστησε, τῇ μὲν ἐκβολῇ, καὶ τῷ πλησίον κατοικίσαι σωφρονέστερον ἐργαζόμενος καὶ εἰς τὸ ἑξῆς ἀσφαλέστερον, καὶ διὰ τῶν ἔργων αὐτὸν διδάσκων τοῦ ἀπατεῶνος τὴν ἐπιβουλήν. Τὸ δὲ τοῦ θανάτου ἐπιτίμιον πάλιν διὰ τοῦτο ἐπήγαγεν, ἵνα μὴ λοιπὸν διὰ τῆς παρακοῆς τῇ ἁμαρτίᾳ ὑπεύθυνος γεγονὼς ἀθάνατα ἁμαρτάνῃ. Οὐ δοκεῖ οὖν σοι ταῦτα πάντα τῆς μεγίστης εἶναι φιλανθρωπίας, καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, καὶ τὸ τιμωρήσασθαι τῷ τοῦ θανάτου ἐπιτιμίῳ; Ἔχω δὲ καὶ ἕτερόν τι προσθεῖναι. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ ταύτην αὐτῷ τὴν ἀγανάκτησιν ἐπήγαγεν, οὐκ εἰς αὐτὸν μόνον περιιστῶν τὰ τῆς εὐεργεσίας, ἀλλὰ καὶ τοὺς ἑξῆς βουλόμενος διὰ τῶν εἰς ἐκεῖνον γεγενημένων σωφρονίσασθαι. Εἰ γὰρ, καὶ τούτων γενομένων, ὁ ἐξ αὐτοῦ τεχθεὶς, ὁ Κάϊν λέγω, ὁρῶν ἐν ὀφθαλμοῖς τοῦ πατρὸς τὴν ἐκ τοῦ παραδείσου ἐκβολὴν, τῆς δόξης ἐκείνης τῆς ἀφάτου τὴν ἔκπτωσιν, τῆς κατάρας ἐκείνης τὸ μέγεθος τῆς λεγούσης, Γῆ εἰ, καὶ εἰς γῆν ἀπελεύσῃ, οὐδὲ οὕτως ἐσωφρονίσθη, ἀλλὰ μείζοσι κακοῖς ἑαυτὸν περιέπειρεν· εἰ μὴ εἶδε τὰ εἰς τὸν πατέρα γεγενημένα, ποῦ οὐκ ἂν μανίας ἤλασε; Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ αὐτὸν τὸν τὰ τοιαῦτα ἡμαρτηκότα καὶ τῷ ἐναγεῖ φόνῳ τὴν δεξιὰν μολύναντα τιμωρούμενος, φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασε.