# In Genesim (homiliae 1-67) 1.1-29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Λʹ Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/1.1-29

Ἰδοὺ πρὸς τὸ τέλος ἐφθάσαμεν λοιπὸν τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ τῆς νηστείας διηνύσαμεν τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα λοιπὸν τῇ τοῦ Θεοῦ χάριτι κατηντήσαμεν. Ἀλλὰ μὴ διὰ τοῦτο ῥᾳθυμήσωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλῷ πλείονα τὴν σπουδὴν καὶ τὴν ἀγρυπνίαν ἐπιδειξώμεθα. Ἐπεὶ καὶ οἱ κυβερνῆται, ἐπειδὰν μυρία διαβάντες πελάγη, πεπληρωμένων αὐτοῖς τῶν ἱστίων, καὶ τῶν φορτίων εἰς ὕψος ἐγκειμένων, εἰς τὸν λιμένα εἰσιέναι μέλλωσι, τότε μάλιστα πολὺν τὸν ἀγῶνα καὶ τὴν φροντίδα ἔχουσι, μήπου σκοπέλῳ τινὶ ἢ πέτρᾳ προσράξαν τινὶ τὸ πλοῖον ἀνόνητον αὐτοῖς τὸν προλαβόντα πόνον γενέσθαι παρασκευάσῃ. Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν· ὅταν πρὸς τὸ τέλος τῶν σταδίων φθάσωσι, τότε μᾶλλον εὐτονώτερον τὸν δρόμον ἐπιδείκνυνται, ὥστε τοῦ τέλους ἐπιτυχεῖν, καὶ τῶν βραβείων ἀξιωθῆναι. Καὶ ἀθληταὶ δὲ μετὰ μυρία παλαίσματα καὶ τὰς νίκας, ὅταν τὴν περὶ τοῦ στεφάνου παλαίωσι πάλην, πλείονα τὸν ἀγῶνα ἐπιδείκνυνται, ἵνα τὸν στέφανον λαβόντες οὕτως ἐξέλθωσι. Καθάπερ οὖν κυβερνῆται καὶ δρομεῖς καὶ ἀθληταὶ, τότε μᾶλλον τούτων ἕκαστος τὴν σπουδὴν ἐπιτείνει καὶ τὴν ἀγρυπνίαν, ὅταν πρὸς τῷ τέλει γένωνται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, ἐπειδὴ εἰς τὴν μεγάλην ταύτην ἑβδομάδα ἐφθάσαμεν τῇ τοῦ Θεοῦ χάριτι, νῦν μάλιστα καὶ τῆς νηστείας τὸν δρόμον ἐπιτεῖναι, καὶ τὰς εὐχὰς εὐτονωτέρας ποιεῖσθαι, καὶ πολλὴν καὶ ἀκριβῆ τὴν ἐξομολόγησιν τῶν ἡμαρτημένων ἐπιδείξασθαι, καὶ τὴν περὶ τὰς ἀγαθὰς πράξεις ἐργασίαν, ἐλεημοσύνην δαψιλῆ, ἐπιείκειαν, πραότητα, τὴν ἄλλην ἅπασαν ἀρετὴν, ἵνα μετὰ τούτων τῶν κατορθωμάτων εἰς τὴν κυρίαν φθάσαντες ἡμέραν τῆς παρὰ τοῦ Δεσπότου φιλοτιμίας ἀπολαύσωμεν. Μεγάλην δὲ καλοῦμεν τὴν ἑβδομάδα, οὐκ ἐπειδὴ πλέον ἔχει τὸ μῆκος τῶν ὡρῶν· καὶ γάρ εἰσιν ἕτεραι πολλῷ μείζους ὥρας ἔχουσαι· οὐδὲ ἐπειδὴ πλείους ἡμέρας ἔχει· καὶ γὰρ ὁ αὐτὸς ἀριθμὸς καὶ ταύτῃ καὶ ταῖς ἄλλαις πάσαις. Τίνος οὖν ἕνεκεν μεγάλην ταύτην καλοῦμεν; Ἐπειδὴ μεγάλα τινὰ καὶ ἀπόῤῥητα τυγχάνει τὰ ὑπάρξαντα ἡμῖν ἐν αὐτῇ ἀγαθά. Ἐν γὰρ ταύτῃ ὁ χρόνιος ἐλύθη πόλεμος, θάνατος ἐσβέσθη, κατάρα ἀνῃρέθη, τοῦ διαβόλου ἡ τυραννὶς κατελύθη, τὰ σκεύη αὐτοῦ διηρπάγη, Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους γέγονεν, οὐρανὸς βάσιμος γέγονεν, ἄνθρωποι τοῖς ἀγγέλοις συνεμίγησαν, τὰ διεστῶτα συνήφθη, ὁ φραγμὸς περιῃρέθη, τὸ κλεῖθρον ἀνῃρέθη, ὁ τῆς εἰρήνης Θεὸς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ ἐπὶ τῆς γῆς, Διὰ τοῦτο τοίνυν μεγάλην τὴν ἑβδομάδα καλοῦμεν, ἐπειδὴ τοσοῦτον πλῆθος δωρεῶν ἡμῖν ἐν αὐτῇ κεχάρισται ὁ Δεσπότης. Διὰ τοῦτο πολλοὶ καὶ τὴν νηστείαν ἐπιτείνουσι, καὶ ἀγρυπνίας καὶ παννυχίδας ἱερὰς, καὶ ἐλεημοσύνας ἐπιδείκνυνται, δεικνύντες δι' ὧν πράττουσι τὴν τιμὴν, ἣν περὶ τὴν ἑβδομάδα ἔχουσιν. Εἰ γὰρ ὁ Δεσπότης τοσαῦτα ἐν αὐτῇ ἡμῖν ἀγαθὰ ἐδωρήσατο, πῶς οὐχὶ καὶ ἡμᾶς προσήκει, δι' ὧν δυνάμεθα, τὴν αἰδῶ καὶ τὴν τιμὴν ἐπιδείκνυσθαι; Καὶ γὰρ καὶ οἱ βασιλεῖς, δι' ὧν ποιοῦσι καὶ αὐτοὶ, δηλοῦσιν ὅσον ἔχουσι τὸ θαῦμα τούτων τῶν σεπτῶν ἡμερῶν, κελεύσαντες ἐκεχειρίαν ἅπαντας ἔχειν τοὺς τὰ πολιτικὰ οἰκονομοῦντας πράγματα, καὶ τῶν δικαστηρίων τὰς θύρας ἀποκλείειν, καὶ πᾶν εἶδος μάχης καὶ φιλονεικίας ἐλαύνεσθαι, ἵνα μετὰ πολλῆς ἡσυχίας καὶ γαλήνης ἐξῇ πρὸς τὴν τῶν πνευματικῶν κατόρθωσιν ἐπείγεσθαι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέραν φιλοτιμίαν ἐπιδείκνυνται· τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφιᾶσι τῶν δεσμῶν, καὶ κατὰ δύναμιν ἀνθρωπίνην μιμοῦνται τὸν ἑαυτῶν Δεσπότην. Καθάπερ γὰρ αὐτὸς, φησὶ, τοῦ χαλεποῦ δεσμωτηρίου τῶν ἁμαρτημάτων ἡμᾶς ἀνίησι, καὶ τῶν μυρίων ἀγαθῶν παρέχει τὴν ἀπόλαυσιν, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς, φησὶ, προσήκει οἷς δυνάμεθα μιμητὰς γενέσθαι τῆς τοῦ Δεσπότου φιλανθρωπίας. Ἴδετε πῶς διὰ πάντων ἕκαστος ἡμῶν δείκνυσι τὴν αἰδῶ καὶ τὴν τιμὴν, ἣν περὶ τὰς ἡμέρας ἔχομεν τὰς τῶν τοσούτων ἀγαθῶν προξένους ἡμῖν γεγενημένας; Διὰ τοῦτο παρακαλῶ, νῦν μᾶλλον, εἰ καί ποτε ἄλλοτε, πάντα λογισμὸν βιωτικὸν ἀπωσάμενοι, καὶ τὸ τῆς διανοίας ὄμμα καθαρὸν καὶ διεγηγερμένον ἔχοντες, οὕτως ἐνταῦθα παραγενώμεθα, καὶ μηδεὶς εἰσιὼν εἰς τὴν ἐκκλησίαν βιωτικὰς ἐπισυρέσθω φροντίδας, ἵνα ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν λαβὼν, οὕτως οἴκαδε ἐπανέλθῃ. Φέρε οὖν πάλιν τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ ἐκ τῶν πρόσφατον ἀναγνωσθέντων παρὰ τοῦ μακαρίου Μωϋσέως ἑστιάσωμεν ὑμῶν τὴν ἀγάπην, αὐτὰ τὰ ἀνεγνωσμένα εἰς μέσον ὑμῖν προθέντες, δεικνύντες τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ τέλος ἐπέθηκε τῇ διηγήσει τῇ κατὰ τὸν Νῶε, ἐκ τοῦ Σὴμ λοιπὸν ἤρξατο τῆς γενεαλογίας, καί φησι, Καὶ τῷ Σὴμ ἐγεννήθησαν καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος υἱοῦ. Εἶτα τὸν κατάλογον τῶν ὀνομάτων ποιησάμενός φησι, καὶ τῷ Ἕβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλὲκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ. Σκόπει πῶς τῇ προσηγορίᾳ τοῦ τεχθέντος ἐναπέθετο τοῦ μέλλοντος ἔσεσθαι μετ' οὐ πολὺ σημείου τὴν πρόγνωσιν, ἵν' ὅταν ἴδῃς εἰς ἔργον τὸ πρᾶγμα ἐξελθὸν, μηκέτι ξενισθῇς ὁρῶν ἄνωθεν τοῦτο τὴν προσηγορίαν τοῦ παιδὸς προμηνύουσαν. Μετὰ γὰρ τὸ ποιήσασθαι τῶν ἑξῆς γεγεννημένων ἐκ τούτων τὸν κατάλογον, φησίν· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν· οὐ περὶ τῆς γῆς λέγουσα, ἀλλὰ περὶ τοῦ τῶν ἀνθρώπων γένους, ἵνα ἡμᾶς διδάξῃ ὅτι μίαν γλῶσσαν ἅπασα ἡ τῶν ἀνθρώπων εἶχε φύσις. Καὶ ἦν πᾶσα ἡ γῆ, φησὶ, χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. Χεῖλος ἓν, τὴν λαλιάν φησι, καὶ φωνὴν πάλιν τὸ αὐτὸ, ἵνα εἴπῃ ὅτι ὁμόφωνοι καὶ ὁμόγλωσσοι πάντες ἦσαν. Καὶ ὅτι περὶ λαλιᾶς εἴρηται τὸ, Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, ἄκουε τῆς Γραφῆς ἀλλαχοῦ λεγούσης· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Οὕτως οἶδεν ἡ Γραφὴ τῷ τοῦ χείλους ὀνόματι τὴν λαλιὰν προσαγορεύειν. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
