Ancient Greek
ΟΜΙΛΙΑ ΛΑʹ Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν Ἄῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων· καὶ ἦλθεν ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-30
Not analysed yet
Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι τε μεθ' ἡδονῆς ἐδέξασθε χθὲς τοὺς περὶ τῆς εὐχῆς λόγους, καὶ ὅτι μετὰ τοσαύτης σπουδῆς συντρέχετε περὶ τὴν ἀκρόασιν. Τοῦτο γὰρ καὶ ἡμᾶς προθυμοτέρους ἀπεργάζεται, καὶ παρασκευάζει δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν ἑστίασιν ταύτην τὴν πνευματικήν. Ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν ἴδῃ τὴν ἄρουραν καὶ τὰ καταβαλλόμενα σπέρματα πολλαπλάσια δεικνύουσαν, καὶ κομῶντα τὰ λήϊα, οὐ παύεται τὰ παρ' ἑαυτοῦ καθ' ἑκάστην εἰσφέρων, καὶ τὴν προσήκουσαν ἐπιμέλειαν ποιούμενος, καὶ περισκοπῶν καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, μή πού τι λυμήνηται τοῖς πόνοις αὐτοῦ· τὸν αὐτὸν δὴ τρόπον κἀγὼ ὁρῶν ὑμῶν τὴν ἄρουραν ταύτην τὴν πνευματικὴν οὕτω θάλλουσαν, καὶ τὸν πνευματικὸν τοῦτον σπόρον τοῖς τῆς διανοίας κόλποις παρακατατιθέμενον, ὁμοῦ καὶ χαίρω καὶ εὐφραίνομαι, καὶ πολὺν ἔχω τὸν ἀγῶνα, εἰδὼς τοῦ ἐχθροῦ καὶ ἐπιβούλου τῆς σωτηρίας τῆς ἡμετέρας τὴν πονηρίαν. Καθάπερ γὰρ οἱ κατὰ θάλατταν πειραταὶ, ἐπειδὰν ἴδωσι ναῦν πολλῶν φορτίων πεπληρωμένην, καὶ πλοῦτον ἄφατον ἐπαγομένην, τότε μάλιστα πολλὴν τὴν ἐπιβουλὴν ἐπιδείκνυνται, ὥστε πάντα καταδῦσαι τὸν φόρτον, καὶ γυμνοὺς καὶ ἐρήμους τοὺς ἐμπλέοντας καταστῆσαι· οὕτω δὴ καὶ ὁ διάβολος, ὅταν ἴδῃ πολὺν πλοῦτον συνηγμένον πνευματικὸν, καὶ προθυμίαν ζέουσαν, καὶ διάνοιαν διεγηγερμένην, καὶ καθ' ἑκάστην ἡμέραν τὸν πλοῦτον αὐξανόμενον, δάκνεται καὶ τρίζει τοὺς ὀδόντας, καὶ καθάπερ πειρατὴς οὕτω περιέρχεται μυρίας ἐπινοῶν μηχανὰς, ὥστε βραχεῖάν τινα εὑρεῖν εἴσοδον, καὶ γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἀποφῆναι, καὶ συλῆσαι πάντα τὸν πλοῦτον ἡμῶν τὸν πνευματικόν. Διά τοι τοῦτο νήφωμεν, παρακαλῶ, καὶ ὅσῳ ἂν τὰ τῆς περιουσίας ἡμῖν αὔξηται τῆς πνευματικῆς, τοσούτῳ καὶ τὰ τῆς ἀγρυπνίας ἐπιτεινέσθω, καὶ πανταχόθεν ἀποτειχίζωμεν αὐτῷ τὰς ἐφόδους, καὶ διὰ τῆς ἀρίστης πολιτείας τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενοι, ἀνωτέρους ἑαυτοὺς καταστήσωμεν τῶν τοῦ διαβόλου βελῶν. Πονηρὸν γάρ ἐστι τὸ θηρίον, καὶ πολυπλόκους ἔχει τὰς μηχανάς· καὶ ἐπειδὰν μὴ δυνηθῇ ἐξ εὐθείας πρὸς τὴν κακίαν ἡμᾶς ὑποσῦραι, καὶ διὰ τῆς ἀπάτης δελεάσαι· οὐδὲ γὰρ βιάζεται, οὐδὲ ἀναγκάζει, μὴ γένοιτο, ἀλλ' ἀπατᾷ μόνον, καὶ ἐπειδὰν ἴδῃ ῥᾳθυμοῦντας, ὑποσκελίζει· ὅταν οὖν μὴ δι' αὐτῆς τῆς κακίας προφανῶς δυνηθῇ τῇ ἡμετέρᾳ σωτηρίᾳ λυμήνασθαι, πολλάκις δι' αὐτῶν τῶν τῆς ἀρετῆς ἔργων, ὧν μετίωμεν, τὸ δέλεαρ ἐμβαλὼν λανθανόντως ἅπαντα τὸν πλοῦτον κατέδυσε. Τί οὖν ἐστιν, ὅ φημι; ἀναγκαῖον γὰρ αὐτὸ σαφέστερον εἰπεῖν, ἵνα διδαχθέντες αὐτοῦ τὰς ἐπιβουλὰς, διαφύγωμεν τὴν ἐντεῦθεν βλάβην. Ὅταν ἴδῃ μὴ εὐκόλως ἡμᾶς καταδεχομένους γυμνὴν τὴν κακίαν, ἀλλὰ φεύγοντας μὲν τὴν ἀσέλγειαν, τὴν δὲ σωφροσύνην ἀσπαζομένους, καὶ πάλιν τὴν πλεονεξίαν ἀποστρεφομένους, καὶ μισοῦντας τὴν ἀδικίαν, καὶ τῆς τρυφῆς καταγελῶντας, καὶ νηστείαις καὶ προσευχαῖς ἑαυτοὺς ἐκδεδωκότας, καὶ περὶ τὴν ἐλεημοσύνην ἐσπουδακότας· τότε λοιπὸν μεθοδεύει ἑτέραν μηχανὴν, δι' ἧς ἡμῶν τὴν εὐπορίαν ἅπασαν λυμήνασθαι δυνήσεται, καὶ τοσαῦτα κατορθώματα ἀνόνητα ἡμῖν ἀποδεῖξαι. Τοὺς γὰρ μετὰ πολλοῦ τοῦ τόνου περιγεγονότας αὐτοῦ τῶν μηχανῶν παρασκευάζει μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, καὶ πρὸς τὴν τῶν ἀνθρώπων ἀποβλέπειν δόξαν, ἵνα τῆς ἀληθοῦς δόξης ἐκπεσεῖν ποιήσῃ. Ὁ γὰρ μετιών τι τῶν πνευματικῶν, καὶ πρὸς ἀνθρωπίνην ἀφορῶν δόξαν, ἀπέχει τὸν μισθὸν αὐτοῦ ἐντεῦθεν ἤδη, καὶ οὐκ ἔτι λοιπὸν ὀφειλέτην ἔχει τὸν Θεόν. Παρ' ὧν γὰρ ἐπεζήτησε δοξασθῆναι, ἀπήλαυσε τῶν ἐπαίνων, κἀκείνων τῶν ἐπηγγελμένων παρὰ τοῦ Δεσπότου ἀπεστέρησεν ἑαυτὸν, προτιμήσας τὴν πρόσκαιρον εὐφημίαν καὶ τὴν παρὰ τῶν ὁμογενῶν τῆς παρὰ τοῦ πάντων δημιουργοῦ. Καὶ τοῦτο προλαβὼν αὐτὸς, καὶ ἐπὶ προσευχῆς, καὶ ἐπὶ ἐλεημοσύνης, καὶ ἐπὶ νηστείας ἐδίδαξεν, οὕτω λέγων· Ὅταν νηστεύῃς, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι. Καὶ πάλιν· Ὅταν δὲ ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς, φησὶν, ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Εἶδες πῶς ὁ ταύτην τὴν δόξαν ἐπιζητῶν ἐκείνης ἀπεστέρηται, ὁ δὲ διὰ τοῦτο τὴν ἀρετὴν μετερχόμενος, καὶ λανθάνειν βουλόμενος τοὺς ἀνθρώπους, κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν ἐν τῷ φανερῷ λήψεται παρὰ τοῦ Δεσπότου τὰς ἀμοιβάς. Ὁ γὰρ Πατήρ σου, φησὶν, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ τοῦτο ἐννόει, φησὶν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων ἐπῄνεσέ σε, καὶ ὅτι λανθάνων μετέρχῃ τὴν ἀρετήν· ἀλλ' ἐκεῖνο λογίζου, ὅτι τοσαύτη τοῦ Δεσπότου ἔσται ἡ φιλοτιμία μετ' οὐ πολὺ, ὡς μὴ λανθανόντως, μηδ' ἐν ἀποκρύφῳ, ἀλλὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους τοῦ ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας παρόντος ἀνακηρύξει σε καὶ στεφανώσει, καὶ τῶν πόνων τῆς ἀρετῆς τὰς ἀμοιβὰς ἀποδώσει. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τὸν πόνον τῆς ἀρετῆς ὑπομένοντες, καὶ διὰ τὴν πρόσκαιρον, καὶ εὐτελῆ, καὶ ματαίαν δόξαν τὴν παρὰ τῶν ὁμογενῶν τῆς ἄνωθεν τιμῆς ἑαυτοὺς ἀποστεροῦντες;