# In Genesim (homiliae 1-67) 1.1-32

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΛΓʹ Ἄβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βεθὴλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθὴλ, καὶ ἀνὰ μέσον Ἁγγαὶ, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/1.1-32

Ὀρῶν ὑμῶν σήμερον τὴν μετὰ προθυμίας ἐνταῦθα σύναξιν, καὶ τὸν περὶ τὴν ἀκρόασιν πόθον, βούλομαι χρέος ὑμῖν καταθεῖναι, ὅπερ ὀφείλομεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Καὶ οἶδα ὅτι αὐτοὶ μὲν ἴσως ἐπιλέλησθε, διὰ τὸ πολλὰς ἐν τῷ μεταξὺ παρελθεῖν ἡμέρας, καὶ ἐφ' ἕτερα ἡμῖν ἐξελκυσθῆναι τὴν διάλεξιν. Ἡ γὰρ τῆς ἁγίας ἑορτῆς παρουσία τὴν ἀκολουθίαν ἡμῖν διέκοψεν. Οὐδὲ γὰρ ἦν εὔλογον τὸν σταυρὸν ἡμᾶς ἑορτάζοντας τοῦ Δεσπότου, περὶ ἕτερα ἡμῖν τὴν διδασκαλίαν γίνεσθαι· ἀλλ' ἐχρῆν καθ' ἕκαστον καιρὸν τὴν ἁρμόττουσαν ὑμῖν παρατιθέναι τράπεζαν. Διά τοι τοῦτο ἡνίκα ἡ τῆς παραδόσεως ἔφθασεν ἡμέρα, τὴν ἀκολουθίαν διατεμόντες τῆς διδασκαλίας, τοῦ κατεπείγοντος γενόμενοι, ἐπὶ τὸν προδότην τὴν γλῶτταν ἐπαφήκαμεν, καὶ πάλιν τὰ κατὰ τὸν σταυρὸν ὑμῖν εἰς μέσον προεθήκαμεν. Εἶτα ἀναστάσεως ἡμέρας καταλαβούσης, ἀναγκαῖον ἦν τὰ περὶ τῆς ἀναστάσεως τοῦ Δεσπότου διδάξαι τὴν ὑμετέραν ἀγάπην, καὶ πάλιν ἐν ταῖς ἐφεξῆς ἡμέραις τῆς ἀναστάσεως τὴν ἀπόδειξιν ὑμῖν παρασχεῖν διὰ τῶν μετὰ ταῦτα γεγενημένων θαυμάτων, ὅτε καὶ τῶν Πράξεων τῶν ἀποστολικῶν ἐπιλαβόμενοι, ἐκεῖθεν ὑμῖν συνεχῆ τὴν ἑστίασιν παρεθήκαμεν, πολλὴν τὴν παραίνεσιν καθ' ἑκάστην πρὸς τοὺς νεωστὶ τῆς χάριτος ἀξιωθέντας ποιησάμενοι. Νῦν οὖν ἀναγκαῖον τοῦ χρέους ὑμᾶς ὑπομνῆσαι, καὶ τότε τὴν ἔκτισιν ποιήσασθαι. Εἰ γὰρ καὶ αὐτοὶ διὰ τὸ ὑπὸ πολλῶν περιέλκεσθαι φροντίδων οὐδὲ ἴστε τοῦ χρέους τὴν φύσιν, ἅτε καὶ γυναικὸς φροντίδα ἔχοντες, καὶ παίδων ἐπιμελούμενοι, καὶ ὑπὲρ τῆς καθημερινῆς τροφῆς σπουδάζοντες, καὶ ἑτέραις πολλαῖς βιωτικαῖς περιελκόμενοι φροντίσιν· ἀλλ' ἡμεῖς ὑπ' οὐδενὸς τούτων ὀχλούμενοι, καὶ τοῦ χρέους ὑμᾶς ὑπομιμνήσκομεν, καὶ πρὸς τὴν ἀπόδοσιν παρασκευαζόμεθα. Καὶ μὴ θαυμάσητε, εἰ τοσαύτην εὐγνωμοσύνην ἐπιδεικνύμεθα. Ἀπ' ἐναντίας γὰρ τοῖς αἰσθητοῖς χρήμασίν ἐστι τούτου τοῦ χρέους ἡ φύσις. Ἐκεῖ μὲν γὰρ οὐκ ἄν ποτε ταχέως ὁ ὀφείλων τοσαύτην εὐγνωμοσύνην ἐπιδείξηται, εἰδὼς ὅτι τὸ καταθεῖναι τὰ ὀφειλόμενα αὐτῷ μὲν ἐλαττοῖ τὴν οὐσίαν, τῷ δὲ λαμβάνοντι αὔξει τὴν περιουσίαν· ἐπὶ δὲ τοῦ χρέους τούτου τοῦ πνευματικοῦ τοιοῦτον οὐδέν· ἀλλὰ ταύτῃ μᾶλλον καὶ ὁ ὀφείλων καταθεὶς πολλῷ πλέον εὐπορώτερος ἔσται, καὶ τοῖς λαμβάνουσι μείζων ἡ εὐπορία. Διὰ τοῦτο ἐπ' ἐκείνων μὲν πολλὴ ἡ ἀγνωμοσύνη γίνεται· ἐνταῦθα δὲ ἑκατέροις πολὺ τὸ κέρδος, καὶ τῷ κατατιθέντι, καὶ τοῖς ὑποδεχομένοις. Ὅπερ καὶ ἐπὶ τῆς ἀγάπης παρῄνεσεν ὁ μακάριος Παῦλος λέγων, Μηδενὶ μηδὲν ὀφείλητε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν· δεικνὺς ὅτι τοῦτο τὸ χρέος ἀεὶ μὲν καταβάλλεσθαι λέγεται, μηδέποτε δὲ παύεσθαι. Μήτε ὑμᾶς ἀμελεῖν δεῖ πρὸς τὴν ὑποδοχὴν παρασκευαζομένους· τοῦτο γὰρ καὶ ἡμᾶς τοὺς καταβάλλοντας εὐπορωτέρους καθίστησι, καὶ ὑμῖν πλείονος ὠφελείας ὑπόθεσις γενήσεται. Ἐπεὶ οὖν τοιαύτη τούτου τοῦ χρέους ἡ φύσις, καὶ ὅσῳ ἂν καταβάλλωμεν, τοσούτῳ μᾶλλον τῇ πλείονι καταβολῇ τὴν ἑαυτῶν περιουσίαν αὔξομεν, φέρε δὴ λοιπὸν διδάξωμεν ὑμᾶς καὶ τοῦ χρέους τὴν ὑπόθεσιν, ἵνα καὶ αὐτοὶ προθυμότερον ὑποδέξησθε τὰ λεγόμενα, καὶ τὴν ἡμετέραν εὐγνωμοσύνην ἀποδεξάμενοι, ἀμείψησθε ἡμᾶς τῷ μετὰ σπουδῆς προσέχειν τοῖς λεγομένοις. Τί οὖν ἐστι τοῦ χρέους ἡ ὑπόθεσις; Ἴστε καὶ μέμνησθε, ὅτι τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγόντες, καὶ τὴν διὰ τὸν λιμὸν γενομένην αὐτῷ κάθοδον εἰς Αἴγυπτον, καὶ τῆς Σάρας τὴν ἁρπαγὴν τὴν ὑπὸ τοῦ Φαραὼ γεγενημένην, καὶ τὴν τοῦ Θεοῦ κατ' αὐτοῦ ἀγανάκτησιν, ἣν διὰ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐποιήσατο, καὶ κατ' αὐτοῦ, καὶ κατὰ παντὸς τοῦ οἴκου αὐτοῦ, παρασκευάσας μετὰ πολλῆς τῆς περιφανείας τὴν ἀπὸ τῆς Αἰγύπτου ἐπάνοδον ποιήσασθαι τὸν πατριάρχην· Ἐνετείλατο γὰρ, φησὶ, Φαραὼ ἀνδράσι περὶ Ἄβραμ συμπροπέμψαι αὐτὸν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ Λὼτ μετ' αὐτοῦ. Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ' αὐτοῦ, εἰς τὴν ἔρημον· ἐνταῦθα τὸν λόγον καταλύσαντες, τὰς μεταξὺ πάσας ἡμέρας εἰς τὴν περὶ τῶν κατεπειγόντων διδασκαλίαν αὐτὸν μετηγάγομεν. Διόπερ σήμερον ἀναγκαῖον τῆς ἀκολουθίας ἅψασθαι, καὶ καθάπερ σῶμα ἓν συνάψαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι τοῖς ἤδη λεχθεῖσιν· οὕτω γὰρ εὐσύνοπτος ὑμῖν γενήσεται ὁ τῆς διδασκαλίας λόγος. Ἀλλ' ἵνα σαφέστερα ὑμῖν γένηται τὰ λεγόμενα, ἀκόλουθον ἂν εἴη καὶ αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀναγνωσθέντων προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἄβραμ δὲ, φησὶν, ἦν πλούσιος σφόδρα κτήνεσιν, ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βεθὴλ, ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βεθὴλ καὶ ἀνὰ μέσον Ἁγγαὶ, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπ εκαλέσατο ἐκεῖ Ἄβραμ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Μὴ ἁπλῶς παραδράμωμεν τὰ ἀνεγνωσμένα, ἀλλὰ καταμάθωμεν σαφῶς τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲν ἡμῖν παρέργως διηγεῖται. Ἄβραμ δὲ, φησὶν, ἦν πλούσιος σφόδρα. Σκόπει πρῶτον αὐτὸ τοῦτο, ὅτι οὐχ ἁπλῶς ἐπεσημήνατο, οὐδὲ μάτην, οὐδὲ εἰκῆ νῦν πλούσιον αὐτὸν καλεῖ. Οὐδαμοῦ γὰρ ἑτέρωθι ἐμνημόνευσεν ὅτι πλούσιος ἦν, ἀλλὰ νῦν πρῶτον. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἵνα μάθῃς τῆς τοῦ Θεοῦ σοφίας τὸ εὐμήχανον, καὶ τῆς προνοίας, ἣν περὶ τὸν δίκαιον ἐποιεῖτο, τὴν ὑπερβάλλουσάν τε καὶ ἄπειρον δύναμιν. Ὁ γὰρ διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ τὴν ἀποδημίαν ποιησάμενος τὴν εἰς Αἴγυπτον, καὶ διὰ τὸ μὴ φέρειν τὴν ἐν τῇ Χαναναίᾳ στενοχωρίαν, ἀθρόον πλούσιος γέγονε, καὶ πλούσιος οὐχ ἁπλῶς, ἀλλὰ σφόδρα, καὶ οὐ κτήνεσι μόνον, ἀλλὰ καὶ ἀργυρίῳ καὶ χρυσίῳ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
