# In Genesim (homiliae 1-67) 1.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Δʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/1.1-4

Ὁρῶν ὑμῶν, ἀγαπητοὶ, τὴν μετὰ προθυμίας καθ' ἑκάστην ἡμέραν ἐνταῦθα συνέλευσιν, μεγάλην καρποῦμαι τὴν ἡδονὴν, καὶ οὐ παύομαι δοξάζων τὸν φιλάνθρωπον Θεὸν ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας ἐστὶ σημεῖον, οὕτω καὶ τὸ περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων ἐσπουδακέναι τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἄν τις μέγιστον ποιήσαιτο. Διὸ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς μακαρισμοῖς ἐκείνοις, τοῖς ἐπὶ τοῦ ὄρους γεγενημένοις, ἔλεγε· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Τίς ἂν οὖν ὑμᾶς κατ' ἀξίαν ἐπαινέσαι δυνηθείη, τοὺς ἅπαξ παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου τὸν μακαρισμὸν δεξαμένους, καὶ τὰ μυρία προσδοκῶντας παρ' αὐτοῦ ἀγαθά; Τοιοῦτος γὰρ ὁ ἡμέτερος Δεσπότης· ὅταν ἴδῃ ψυχὴν πολλῷ τῷ πόθῳ καὶ ἐπιτεταμένῃ τῇ προθυμίᾳ τοῖς πνευματικοῖς προσιοῦσαν, ἐπιδαψιλεύεται τὴν χάριν, καὶ πλουσίας παρ' ἑαυτοῦ χαρίζεται τὰς δωρεάς. Ὅθεν προσδοκῶ καὶ ἡμῖν διὰ τὴν ὑμετέραν ὠφέλειαν πλείονα παρασχεθήσεσθαι τὸν τῆς διδασκαλίας λόγον εἰς οἰκοδομὴν τῆς ὑμετέρας ἀγάπης. Διὸ ὑμᾶς γὰρ καὶ τὴν προκοπὴν τὴν ὑμετέραν ἅπαντα τοῦτον τὸν πόνον ὑπομένομεν, ὥστε καὶ ὑμᾶς πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν θάττον ἀναδραμεῖν, καὶ πᾶσι τοῖς εἰς ὑμᾶς ὁρῶσι διδασκάλους γενέσθαι τῆς κατὰ Θεὸν πολιτείας, καὶ ἡμᾶς πλείονος ἀπολαύειν τῆς παῤῥησίας, ὁρῶντας οὐ μάτην, οὐδὲ εἰκῆ πονουμένους ἡμᾶς, ἀλλὰ καθ' ἑκάστην ἡμέραν αὐξανόμενον τοῦτον τὸν σπόρον τὸν πνευματικὸν, καὶ μὴ καθάπερ ἐν τῷ εὐαγγελίῳ ἐπὶ τοῦ σπείροντος γέγονεν, οὕτω καὶ ἐφ' ἡμῶν συμβῆναι. Ἐκεῖ μὲν γὰρ ἓν μέρος διεσώθη, καὶ τὰ τρία παραπώλετο. Τὸ μὲν γὰρ τῶν σπερμάτων τὸ παρὰ τὴν ὁδὸν καταβληθὲν ἄκαρπον ἔμεινε, τὸ δὲ ὑπὸ τῶν ἀκανθῶν ἀπεπνίγη, ἕτερον δὲ εἰς τὰς πέτρας καταβληθὲν, καὶ ἐπὶ τῆς ἐπιφανείας μεῖναν, οὐδένα καρπὸν ἐνεγκεῖν ἠδυνήθη· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν προσδοκῶμεν ἅπαντα τὸν σπόρον εἰς τὴν καλὴν γῆν καταβεβλῆσθαι, καὶ τοὺς μὲν ποιεῖν ἑκατὸν, τοὺς δὲ ἑξήκοντα, τοὺς δὲ τριάκοντα. Τοῦτο ἡμῶν τὴν προθυμίαν αὔξει, τοῦτο τὴν διάνοιαν διεγείρει, τὸ εἰδέναι, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς λόγους προϊέμεθα, ἀλλ' ὅτι νηφούσαις ταῖς ἀκοαῖς καὶ συντεταμένῃ τῇ διανοίᾳ τὰ παρ' ἡμῶν δέχεσθε. Καὶ ταῦτα οὐ κολακεύων ὑμῶν τὴν ἀγάπην λέγω, ἀλλὰ στοχαζόμενος τὴν προθυμίαν ἐκ τῶν χθὲς ἡμῖν εἰρημένων. Ἐώρων γὰρ ἅπαντας ἐκκρεμαμένους περὶ τὴν διδασκαλίαν, καὶ πάντα ποιοῦντας, ὥστε μηδὲ τὸ τυχὸν ὑμᾶς τῶν λεγομένων παραδραμεῖν· ἄλλως δὲ καὶ ἡ τῶν κρότων συνέχεια μεγίστη ἀπόδειξις ἐγένετο τοῦ μεθ' ἡδονῆς ὑμᾶς δέχεσθαι τὰ λεγόμενα. Ὁ δὲ μεθ' ἡδονῆς ἀκούων τινῶν λεγομένων, δῆλον ὅτι καὶ ἐμπήγνυσιν αὐτὰ τῇ διανοίᾳ, καὶ ἀνεξάλειπτα ἐργάζεται τῷ πλάτει τῆς διανοίας ἐναποτιθέμενος. Τίς ἂν οὖν πρὸς ἀξίαν καὶ ὑμᾶς ἐπαινέσειε, καὶ ἡμᾶς μακαρίσειεν, ὅτι εἰς ὦτα λέγομεν ἀκουόντων; Μακάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων. Τοῦτο νηστείας τὸ κατόρθωμα, τοῦτο τὸ φάρμακον τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν εἰργάσατο. Εἰ δὲ ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τοσαύτην τὴν ἰσχὺν ἐπεδείξατο, προϊουσῶν τῶν ἡμερῶν πόσην χρὴ προσδοκῆσαι τὴν ὠφέλειαν προσγίνεσθαι; Μόνον ὑμεῖς, παρακαλῶ, Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, καὶ μηδεμίαν παρείσδυσιν δότε τῷ ἐχθρῷ τῆς σωτηρίας τῆς ὑμετέρας. Ὁρῶν γὰρ ὑμῶν νῦν τὸν πλοῦτον τὸν πνευματικὸν, μέμηνε καὶ ἀγριαίνει, καὶ καθάπερ λέων ὠρυόμενος περιέρχεται ζητῶν τίνα καταπίῃ. Ἀλλ' ἐὰν νήφωμεν, οὐδενὸς περιέσται διὰ τὴν τοῦ Θεοῦ χάριν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
