# In Genesim (homiliae 1-67) 1.1-41

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΒʹ Ἐξαναστάντες δὲ οἱ ἄνδρες ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/1.1-41

Ἐμάθομεν ἐκ τῶν χθὲς ἀνεγνωσμένων, ἀγαπητοὶ, τὴν ὑπερβολὴν τῆς τοῦ δικαίου φιλοξενίας· φέρε δὴ καὶ σήμερον τὰ ἑξῆς ἐπελθόντες, πάλιν καταμάθωμεν τοῦ πατριάρχου τὸ φιλόστοργον καὶ συμπαθές. Ἑκάστην γὰρ τῶν ἀρετῶν μεθ' ὑπερβολῆς ὁ δίκαιος οὗτος ἐκέκτητο. Οὐδὲ γὰρ μόνον φιλόστοργος, οὐδὲ φιλόξενος ἦν καὶ συμπαθὴς, ἀλλὰ καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας μετὰ δαψιλείας ἐπεδείκνυτο. Ἄν τε γὰρ ὑπομονὴν δέῃ ἐπιδείξασθαι, εὑρήσεις αὐτὸν εἰς αὐτὴν τὴν ἄκραν κορυφὴν ἀναβεβηκότα· ἄν τε ταπεινοφροσύνην, ὄψει πάλιν καὶ ἐνταῦθα οὐδενὶ παραχωροῦντα, ἀλλὰ πάντας ὑπερακοντίζοντα· κἂν πίστιν ἐπιδείξασθαι δέῃ, καὶ ἐν τούτῳ πάλιν μᾶλλον εὑρεθήσεται τῶν ἄλλων ἁπάντων εὐδοκιμῶν. Καθάπερ γὰρ εἰκών τις ἔμψυχός ἐστιν ἡ τούτου ψυχὴ, τὰ διάφορα τῆς ἀρετῆς χρώματα ἐν ἑαυτῇ δεικνύουσα. Ποία οὖν ἡμῖν ὑπολείπεται λοιπὸν ἀπολογία, ὅταν ἑνὸς ἀνθρώπου πάσας τὰς ἀρετὰς ἐν ἑαυτῷ περιφέροντος, ἡμεῖς οὕτως ἔρημοι τυγχάνωμεν, ὡς μηδεμίαν ἀρετὴν βούλεσθαι κατορθοῦν; Ὅτι γὰρ οὐ παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι ἔρημοι πάντων ἐσμὲν τῶν ἀγαθῶν, σαφὴς ἀπόδειξις τὸ πολλοὺς τῶν ὁμογενῶν ἡμῖν εὑρεῖν διαλάμποντας ἐν ἀρετῇ. Καὶ αὐτὸ δὲ τοῦτο, τὸ τὸν πατριάρχην καὶ πρὸ τῆς χάριτος, καὶ πρὸ τοῦ νόμου γεγονότα, οἴκοθεν καὶ ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης γνώσεως εἰς τοσοῦτον μέτρον ἀρετῆς ἐλθεῖν, πάσης ἡμᾶς ἀπολογίας ἀποστερῆσαι δυνήσεται. Ἀλλ' ἴσως ἐροῦσί τινες, ὅτι πολλῆς ἀπέλαυσε τῆς παρὰ τοῦ Θεοῦ κηδεμονίας ὁ ἀνὴρ, καὶ πολλὴν ἐπεδείξατο τὴν περὶ αὐτὸν πρόνοιαν ὁ τῶν ὅλων Θεός. Ναὶ, ὁμολογῶ· ἀλλ' εἰ μὴ πρότερος τὰ παρ' ἑαυτοῦ καὶ αὐτὸς ἐπεδείξατο, οὐκ ἂν τῶν παρὰ τοῦ Δεσπότου ἀπήλαυσε. Μὴ τοίνυν τοῦτο μόνον ὅρα, ἀλλὰ καθ' ἕκαστον ἐξετάζων καταμάνθανε, πῶς πρότερον τῆς οἰκείας ἀρετῆς ἐν πᾶσι τὴν βάσανον παρεσχηκὼς, οὕτως ἠξιοῦτο τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας. Καὶ ταῦτα πολλάκις ὑμῖν ἐδείξαμεν, ἡνίκα τὰ κατὰ τὴν μετάστασιν αὐτοῦ τὴν ἐκ γῆς τῆς πατρῴας ἐποιεῖτο ὅπως οὐδὲ ἀπὸ προγόνων σπέρματα εὐσεβείας δεξάμενος, οἴκοθεν καὶ παρ' ἑαυτοῦ πολὺ τὸ φιλόθεον ἐπεδείκνυτο, καὶ ἄνθρωπος ἄρτι τῆς Χαλδαίας μεταναστὰς, ἀθρόον κελευόμενος τὴν ἀλλοτρίαν τῆς οἰκείας ἀνταλλάξασθαι, οὐκ ἐνεδοίασεν, οὐκ ἀνεβάλλετο, ἀλλ' εὐθέως ἐπλήρου τὸ ἐπιταχθὲν, καὶ ταῦτα οὐκ εἰδὼς ὅπου στήσεται αὐτῷ τὰ τῆς πλάνης, καὶ ἔσπευδε καὶ ἠπείγετο, ὡς ἐπὶ ὡμολογημένοις, τοῖς ἀδήλοις, τὸ τοῦ Θεοῦ πρόσταγμα πάντων προτιμότερον ἡγούμενος. Εἶδες πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τὰ παρ' ἑαυτοῦ εἰσέφερε, καὶ διὰ τοῦτο καὶ τὰ παρὰ τοῦ Θεοῦ καθ' ἑκάστην ἐκαρποῦτο μετὰ πολλῆς τῆς δαψιλείας; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ἀγαπητοὶ, εἰ βουλοίμεθα τῆς ἄνωθεν ἀπολαύειν εὐνοίας, ζηλώσωμεν τὸν πατριάρχην, καὶ μὴ ἀναδυώμεθα πρὸς τὴν ἀρετὴν, ἀλλ' ἑκάστην ἀπολαβόντες, οὕτω ταύτην μετὰ σπουδῆς μετερχώμεθα, ὡς τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν ἐπισπάσασθαι πρὸς τὴν τῆς ἀμοιβῆς ἀντίδοσιν. Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν ἐπιστάμενος, ἐπειδὰν ἴδῃ ὑγιῆ γνώμην ἐπιδεικνυμένους, καὶ πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἀποδύεσθαι ἐσπουδακότας, παραχρῆμα καὶ τὴν παρ' ἑαυτοῦ παρέχει ῥοπὴν, ὁμοῦ καὶ τοὺς πόνους ἡμῖν ἐπικουφίζων, καὶ τὸ ἀσθενὲς τῆς ἡμετέρας φύσεως ἐπιῤῥωννὺς, καὶ δαψιλεῖς τὰς ἀμοιβὰς χορηγῶν. Καὶ ἐπὶ μὲν τῶν Ὀλυμπιακῶν ἀγώνων οὐκ ἄν ποτε εὕροις τι τοιοῦτον γινόμενον· ἀλλ' ἕστηκεν ὁ παιδοτρίβης, θεατὴς μόνον γινόμενος τῶν ἀγωνιζομένων, καὶ οὐδὲν ἕτερον συνεισενεγκεῖν δυνάμενος, ἀλλ' ἀναμένων τὴν νίκην γενέσθαι· ὁ δὲ Δεσπότης ὁ ἡμέτερος οὐχ οὕτως, ἀλλὰ καὶ συναγωνίζεται, καὶ χεῖρα ὀρέγει, καὶ συνεφάπτεται, καὶ μονονουχὶ πανταχόθεν τὸν ἀντίπαλον ὑποτεταγμένον ἡμῖν παραδίδωσι, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε δυνηθῆναι ἡμᾶς καταγωνίσασθαι, καὶ τὴν νίκην ἄρασθαι, ἵνα τὸν ἀμαράντινον στέφανον ἐπιθῇ τῇ ἡμετέρᾳ κεφαλῇ. Στέφανον γὰρ, φησὶν, χαρίτων δέξῃ σῇ κορυφῇ. Καὶ ἐν μὲν τοῖς Ὀλυμπιακοῖς τούτοις ἀγῶσιν ὁ στέφανος μετὰ τὴν νίκην οὐδὲν ἕτερόν ἐστιν, ἢ φύλλα δάφνης, καὶ κρότος, καὶ βοὴ παρὰ τοῦ δήμου γινομένη, ἅπερ ἅπαντα, τῆς ἑσπέρας καταλαβούσης, κατεμαράνθη καὶ ἀπώλετο· ὁ δὲ ὑπὲρ τῆς ἀρετῆς καὶ τῶν ταύτης ἱδρώτων στέφανος οὐδὲν αἰσθητὸν ἔχει, οὐδὲ ἐν τῷ αἰῶνι τούτῳ συγκαταλυόμενον, ἀλλὰ διηνεκὴς, ἀθάνατος, ἅπασι τοῖς αἰῶσι συμπαρεκτεινόμενος. Καὶ ὁ μὲν πόνος πρὸς χρόνον βραχὺν, ἡ δὲ ὑπὲρ τῶν πόνων ἀμοιβὴ τέλος οὐκ οἶδεν, οὐδὲ εἴκει τῷ χρόνῳ, οὐδὲ μαραίνεται. Καὶ ἵνα μάθητε, ἰδοὺ πόσα ἔτη διελήλυθε, καὶ πόσαι γενεαὶ, ἐξ οὗ πατριάρχης οὗτος γέγονε· καὶ ὡς χθὲς καὶ σήμερον, οὕτω διαλάμπουσιν αὐτοῦ οἱ ὑπὲρ τῆς ἀρετῆς στέφανοι, καὶ μέχρι τῆς συντελείας αὐτῆς πᾶσι τοῖς εὖ φρονοῦσι διδασκαλίας ὑπόθεσις γίνεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
