Ancient Greek · ~22 min
ΟΜΙΛΙΑ ΝΑʹ Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-50
Not analysed yet
Πάλιν ἐκ τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρημένων βούλομαι τῆς πρὸς ὑμᾶς ἅψασθαι διδασκαλίας· ὥστε δὲ εἰδέναι ὑμᾶς σαφῶς ποῦ τὸν λόγον πρώην κατελύσαμεν, καὶ ὅθεν αὐτὸν προσήκει σήμερον ἀναλαβεῖν, ἀναγκαῖον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγάπην. Εἰ γὰρ καὶ αὐτοὶ διὰ τὸ πολλαῖς φροντίσι περιέλκεσθαι ἴσως ἐπιλέλησθε, ἀλλ' ἐμοὶ προσήκει εἰς ὑπόμνησιν ὑμᾶς ἀγαγεῖν, ἵνα διὰ τῆς μνήμης σαφέστερος ὑμῖν ὁ λόγος γένηται ὁ μέλλων σήμερον ῥηθήσεσθαι. Ἴστε ὅτι πρότερον τῆς Ῥεβέκκας τὸ φιλόθεον διηγούμενος, κἀκεῖθεν ἐπὶ τὸν Ἡσαῦ καὶ τὸν Ἰακὼβ ἐλθόντες, ἐκεῖ κατηντήσαμεν, ἔνθα τὰ πρωτοτόκια ἀπέδοτο τῷ Ἰακὼβ ὁ Ἡσαῦ, τοῦ ἑψήματος ἀπολαύσας, καὶ διὰ τὴν τῆς τροφῆς ἐπιθυμίαν τῆς προεδρίας ἑαυτὸν ἀπεστέρησε. Τοῦτο δὲ ἐγίνετο οὐχ ἁπλῶς, ἀλλ' ἵνα ἡ τοῦ Θεοῦ πρόῤῥησις διὰ τῶν ἔργων πληρωθῇ ἡ λέγουσα, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Ἐπειδὴ γὰρ ὡς Θεὸς τὰ μέλλοντα προῄδει, προανεφώνησε καὶ τούτου τὴν ἀρετὴν, κἀκείνου τῆς γνώμης τὴν μοχθηρίαν. Τί δέ ἐστι τοῦτο τὸ τῶν πρωτοτοκίων; Εἰ καὶ μὴ τότε ὁ καιρὸς ἐπέτρεπεν εἰπεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ' ἀναγκαῖον νῦν ὑμᾶς διδάξαι. Μεγίστη γὰρ εἶναι τιμὴ τὸ παλαιὸν ἐνομίζετο· ἔσχε δὲ τῆς τιμῆς τὴν ὑπόθεσιν ἐντεῦθεν. Ἡνίκα τὸ τῶν Ἰσραηλιτῶν ἔθνος τῆς Αἰγύπτου ἀπαλλάξαι ἐβούλετο ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς τυραννίδος ἐλευθερῶσαι τοῦ Φαραῶ διὰ τὴν πρὸς τὸν πατριάρχην ἐπαγγελίαν, ἀντιτείνοντος καὶ κατέχειν βουλομένου τότε τοῦ Αἰγυπτίου, μετὰ τὰς διαφόρους πληγὰς ταύτην ἐπαγαγὼν τὴν πληγὴν ὁ Δεσπότης τελευταίαν, μονονουχὶ ταῖς οἰκείαις χερσὶ παρεσκεύασε τοὺς Αἰγυπτίους ἐξῶσαι τὸ τῶν Ἰσραηλιτῶν ἔθνος. Ἀθρόον γὰρ πάντων τῶν Αἰγυπτίων τὰ πρωτότοκα ἀναιρεθῆναι προσέταξε, καὶ ἦν ἰδεῖν καθ' ἑκάστην οἰκίαν οἰμωγὰς καὶ δάκρυα· καὶ οὐδὲ μέχρι τούτου στῆναι ἐνόμιζον τὴν ἀπειλὴν, ἀλλ' ἐκ τούτου προσεδόκων καὶ ἐπὶ πάντας ὁδῷ βαδίζοντα ἐλεύσεσθαι τὸν θάνατον. Ἐπεὶ οὖν τῶν ἐν Αἰγύπτῳ πάντων τῶν γεννωμένων πρωτοτόκων ἀθρόον ὁ θάνατος γέγονεν, οἱ δὲ Ἰσραηλῖται τῆς ἄνωθεν ῥοπῆς ἀπολαύοντες ἀβλαβεῖς διέμενον, δεικνὺς καὶ διὰ τούτου τὴν περὶ αὐτοὺς εὔνοιαν ὁ τῶν ὅλων Θεὸς, ἀντὶ τῆς ἀναιρέσεως τῶν πρωτοτόκων ἐκείνων, τὰ πρωτότοκα τῶν Ἰουδαίων αὐτῷ ἀνατιθέναι λοιπὸν προσέταξεν. Ἐντεῦθεν καὶ ἡ Λευῒ φυλὴ εἰς ἱερουργίαν ἀφωρίσθη, καὶ ἐξ ἐκείνου οὐ μόνον τῶν ἀνθρώπων τὰ πρωτότοκα ἀνετίθεντο τῷ Θεῷ, ἀλλὰ καὶ τῶν ἀλόγων, καὶ πάντων ἁπαξαπλῶς. Καὶ πρόσταγμα ἦν τὸ κελεῦον ὑπέρ τε τῶν ἀνθρώπων, ὑπέρ τε τῶν ἀκαθάρτων ζώων τὴν τιμὴν κατατιθέναι. Ἀλλ' εἰ καὶ ὕστερον αὕτη ἡ νομοθεσία γέγονεν ἡ περὶ τῶν πρωτοτόκων, ἀλλ' ὅμως ἤδη ἄνωθεν καὶ ἐκ προοιμίων ἐδόκουν πλέον τι ἔχειν προτέρημα οἱ τὴν νηδὺν τῆς μητρὸς διανοίξαντες. Ταύτην οὖν τὴν τιμὴν, ἣν καὶ ἐκ φύσεως ἔσχεν ὁ Ἡσαῦ, μετήγαγε διὰ τὴν οἰκείαν ἀκρασίαν ἐπὶ τὸν ἀδελφόν. Καὶ ὁ μὲν καὶ τὸ παρὰ τῆς φύσεως αὐτῷ δοθὲν ἀπώλεσεν· ὁ δὲ καὶ ὅπερ οὐκ εἶχεν ἐκ φύσεως, αὐτῷ προσέλαβε. Καὶ ἐπειδὴ ἄνωθεν αὐτῷ ταῦτα ἦν κεχρησμῳδημένα, διὰ τοῦτο καὶ ἡ Ῥεβέκκα τὴν προσηγορίαν αὐτῷ ἐπιτιθεῖσα, Ἰακὼβ αὐτὸν ἐκάλεσεν, ὅπερ πτερνισμὸς ἑρμηνεύεται, καθάπερ καὶ ὁ Ἡσαῦ μετὰ τὰς τοῦ πατρὸς εἰς αὐτὸν εὐλογίας γεγενημένας ἀποδυρόμενος ἔλεγε, Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο, τά τε πρωτοτόκιά μου εἰλήφει καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Σκόπει πόση τῶν παλαιῶν ἦν ἡ σύνεσις, μᾶλλον δὲ πόση τοῦ Θεοῦ ἡ σοφία, ὡς καὶ τὰς γυναῖκας παρασκευάζειν μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε τὰς προσηγορίας τοῖς τεχθεῖσιν ἐπιτιθέναι, ἀλλ' ἐναποτίθεσθαι τῇ τοῦ παιδίου προσηγορίᾳ τῶν μελλόντων ἔσεσθαι τὴν προαναφώνησιν. Καὶ σπανίως εὑρήσεις ὁμωνύμους τοῖς γεννησαμένοις τοὺς τεχθέντας καλουμένους, ἢ τάχα που οὐδαμοῦ· ἀλλὰ κἂν ὁ πατὴρ τὴν προσηγορίαν τῷ παιδὶ μέλλῃ ἐπιτιθέναι, ξένην τινὰ καὶ καινὴν ἐπιτίθησιν, ὥστε δι' αὐτῆς προμηνῦσαί τινα τῶν μελλόντων ἔσεσθαι· καὶ ἡ μήτηρ πάλιν ὁμοίως. Οὕτω καὶ ὁ Λάμεχ τὸν υἱὸν προσαγορεύων, Νῶε ἐκάλεσε, καὶ ἐπήγαγε λέγων, Οὗτος διαναπαύσει ἡμᾶς. Οὕτω καὶ ἑκάστην προσηγορίαν διερευνώμενος μετὰ ἀκριβείας, εὑρήσεις πάντως τι αἰνιττομένην, οὐ καθάπερ νῦν ποιοῦσιν, ἁπλῶς καὶ ὡς ἔτυχεν ἀπὸ τῶν γεννησαμένων σπουδάζοντες τὰς προσηγορίας ὀνομάζειν, ἀλλὰ πᾶς ὁ σκοπὸς αὐτοῖς ἦν, ὥστε διηνεκῆ ὑπόμνησιν ἐναποτιθέναι διὰ τῆς προσηγορίας τῷ τεχθέντι. Ἀλλ' ἴδωμεν λοιπὸν μετὰ τὴν τῶν πρωτοτοκίων ἐναλλαγὴν, τί πάλιν ἡμῖν διηγεῖται ὁ μακάριος Μωϋσῆς περὶ τοῦ πατρὸς τούτων, καὶ ὅπως καθάπερ ἐπὶ τοῦ πατριάρχου, καὶ οὗτος λιμοῦ καταλαβόντος πολλῆς ἀξιοῦται τῆς ἄνωθεν κηδεμονίας, διά τε τὴν οἰκείαν ἐρετὴν, διά τε τὴν εἰς τὸν πατριάρχην γεγενημένην ἐπαγγελίαν. Ἐγένετο δὲ, φησὶ, λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ. Ἵνα μὴ νομίσῃς περὶ ἐκείνου τοῦ λιμοῦ αὐτὸν διαλέγεσθαι. διὰ τοῦτο ἐπήγαγε, Χωρὶς τοῦ λιμοῦ τοῦ πατριάρχου, ἀντὶ τοῦ, Ἕτερος τοιοῦτος νῦν κατέβαλε λιμὸς τὴν γῆν ἐπὶ τοῦ Ἰσαὰκ οἷος καὶ ἐπὶ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἡ τῶν ἀναγκαίων σπάνις πάντας ἐν θορύβῳ μεγίστῳ καθίστα, καὶ ἐκ τῶν οἰκείων μετανίστασθαι κατήπειγε, καὶ πρὸς ἐκείνους τοὺς τόπους χωρεῖν, ἔνθα τῶν ἐπιτηδείων τὴν εὐπορίαν ἦν εὑρεῖν. Ὅθεν καὶ ὁ δίκαιος οὗτος θεασάμενος τὸν λιμὸν, Ἐπορεύθη, φησὶ, πρὸς Ἀβιμέλεχ εἰς Γέραρα. Ἐνταῦθα γὰρ καὶ ὁ Ἀβραὰμ μετὰ τὴν ἀπὸ τῆς Αἰγύπτου ἐπάνοδον πάλιν ἀπῆλθεν. Εἰκὸς δὲ καὶ τοῦτον διὰ τοῦτο ἐκεῖ ἀπεληλυθέναι, ὡς ἐκεῖθεν ὁρμῆσαι βουλόμενον ἐπὶ τὴν Αἴγυπτον· καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τῆς Γραφῆς λεγούσης· Ὤφθη γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς, καὶ εἶπε· Μὴ καταβῇς εἰς Αἴγυπτον. Οὐ βούλομαί σε, φησὶ, τὴν μακρὰν ἐκείνην στείλασθαι ὁδὸν, ἀλλ' ἐνταῦθα μένειν. Ἀλλ' οὐδὲ ἀφίημί σε πεῖραν τῆς στενοχωρίας λαβεῖν, ἀλλὰ τὴν ὑπόσχεσιν τὴν πρὸς τὸν πατέρα σου εἰς ἔργον ἄξω, καὶ τὰ ἐκείνῳ ἐπηγγελμένα εἰς σὲ ἐκβήσεται, καὶ σὺ τῶν πρὸς ἐκεῖνον ὑποσχέσεων τὸ πέρας δέξῃ. Μὴ καταβῇς εἰς Αἴγυπτον, κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἐάν σοι εἴπω, καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ.