# In Genesim (homiliae 1-67) 1.1-52

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΓʹ Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/1.1-52

Φέρε καὶ σήμερον, εἰ δοκεῖ, τὰ ἑξῆς τῶν χθὲς εἰρημένων ἐπελθόντες, κατὰ τὸ ἡμῖν ἐγχωροῦν ἀναπτύξωμεν ἕκαστον τῶν γεγραμμένων, ἵνα τὴν ἐντεῦθεν ὠφέλειαν καρπωσάμενοι, οὕτως οἴκαδε ἀναχωρήσωμεν. Ἴδωμεν τοίνυν τὴν ἀρχὴν τῶν ἀνεγνωσμένων. Ἦν δὲ Ἡσαῦ, φησὶν, ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Ὅρα πόσα ἐκ τῶν ὀλίγων τούτων ῥημάτων ἔστι καταμαθεῖν. Τίνος γὰρ ἕνεκεν ἡμῖν τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ Ἡσαῦ ἐσήμανεν; Οὐχ ἁπλῶς, ἀλλ' ἵνα ἐντεῦθεν καταμάθωμεν τοῦ Ἰσαὰκ τὸ γῆρας, καὶ ὅτι λοιπὸν προβεβηκὼς ἦν. Ἐὰν γὰρ μνημονεύσωμεν τῶν ἔμπροσθεν εἰρημένων, καὶ ὅτι, ἡνίκα μὲν ἔλαβε τὴν Ῥεβέκκαν, καὶ αὐτὸς τεσσαράκοντα ἐτῶν ἐτύγχανεν, ὅτε δὲ ἐτέχθησαν οἱ παῖδες, ἑξήκοντα ἐτῶν ἦν, εἰσόμεθα ὅτι νῦν ἑκατοστοῦ λοιπὸν ἔτους ἐπιβὰς ἐν βαθυτάτῳ γήρᾳ ἐτύγχανεν. Ἐπειδὴ γὰρ μέλλει μετὰ ταῦτα διηγεῖσθαι ἡμῖν, ὡς ὑπὸ τοῦ γήρως ἀμβλυτέρας ἔσχε τὰς ὄψεις, διὰ τοῦτο τῶν ἐτῶν τοῦ Ἡσαῦ τὸν ἀριθμὸν ἐσήμανεν, ἵνα ἐντεῦθεν εἰδέναι ἔχωμεν ἀκριβῶς τοῦ Ἰσαὰκ τὸν χρόνον. Διὰ τοῦτο ἔλεγεν, Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα. Εἶτα ἵνα μάθωμεν τοῦ παιδὸς τὴν προπέτειαν, καὶ ὅτι παρὰ τῶν ἐθνῶν, ὧν οὐκ ἐχρῆν, τὰς γαμετὰς ἠγάγετο, ἐδήλωσεν ἡμῖν, ὅτι ἡ μὲν ἐκ τοῦ γένους τῶν Χετταίων ἦν, ἡ δὲ ἐκ τῶν Εὐαίων· καίτοι γε ἐχρῆν αὐτὸν μαθόντα, ὅσην σπουδὴν ὁ πατριάρχης ἐποιήσατο διαστελλόμενος τῷ παιδὶ τῷ ἑαυτοῦ, ὥστε ἐκ τῆς φυλῆς αὐτοῦ γαμετὴν τῶν Ἰσαὰκ ἐνέγκαι, καὶ ὅτι ἡ μήτηρ αὐτῶν ἡ Ῥεβέκκα ἐκ τῆς Χαῤῥὰν ὡρμᾶτο, μηδὲν τοιοῦτον βουλεύσασθαι. Ἀλλ' ἵνα ἐκ προοιμίων δείξῃ τῶν οἰκείων τρόπων τὸ ἄτακτον, προλαβὼν ἐκείνας ἠγάγετο. Καὶ ἵνα μάθωμεν τῶν γυναικῶν τὸ δύστροπον, φησὶν ἡ Γραφὴ, Καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Καὶ τί ἂν εἴη ταύτης τῆς μοχθηρίας χαλεπώτερον, ὅταν αἱ πᾶσαν τιμὴν ἀπονέμειν ὀφείλουσαι, μὴ μόνον τοῦτο μὴ ποιῶσιν, ἀλλὰ καὶ πρὸς φιλονεικίαν παρασκευάζωνται; Ταῦτα δὲ πάντα οὐχ ἁπλῶς ἡμῖν ἡ ἱστορία σημαίνει, ἀλλ' ἵνα μετὰ ταῦτα, ἐπειδὰν ἴδῃς τὴν Ῥεβέκκαν πρὸς τὸν Ἰακὼβ πολλὴν τὴν εὔνοιαν ἐπιδεικνυμένην, μάθῃς ὡς οὐκ ἀπεικὸς πρᾶγμα διεπράττετο. Τέως δὲ ἵνα μὴ τὴν ἀκολουθίαν προφθάσωμεν, αὐτοῖς ἑπώμεθα τοῖς γεγραμμένοις. Ἐγένετο δὲ μετὰ τὸ γηρᾶσαι τὸν Ἰσαὰκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· οὐκ ἔτι γὰρ, φησὶν, ὑπὸ τοῦ γήρως ὁρᾷν ἠδύνατο· Καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου, ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου. Νῦν οὖν λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγὼ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου, πρὶν ἢ ἀποθανεῖν με. Ἐνταῦθά μοι σκόπει, ἀγαπητὲ, τὴν ἄφατον τοῦ Θεοῦ σοφίαν, καὶ ὅπως ὁ μὲν πατὴρ τὴν φυσικὴν φιλοστοργίαν ἐπιδεικνύμενος ταῦτα διετάξατο τῷ Ἡσαῦ· ὁ δὲ σοφὸς καὶ εὐμήχανος Δεσπότης διὰ τῆς Ῥεβέκκας τὴν οἰκείαν πρόῤῥησιν εἰς ἔργον ἐξενεχθῆναι παρασκευάζει, διδάσκων ἡμᾶς ὅση τῆς ἀρετῆς ἡ ἰσχὺς καὶ τῆς τῶν τρόπων ἐπιεικείας. Καὶ γὰρ ἐκεῖνος μὲν καὶ ἀπὸ τῶν πρωτοτοκίων, καὶ ἀπὸ τῆς τοῦ πατρὸς περὶ αὐτὸν διαθέσεως τὰ πρωτεῖα ἔχειν νομίζων, ἀθρόον ἁπάντων ἔρημος ηὑρίσκετο, ἐπειδὴ τὰ παρ' ἑαυτοῦ εἰσενεγκεῖν οὐκ ἠβουλήθη· οὗτος δὲ, ἐπειδὴ οἴκοθεν ἦν ἐνάρετος, καὶ τὴν ἄνωθεν εἶχε ῥοπὴν συμμαχοῦσαν αὐτῷ, καὶ ἄκοντος τοῦ πατρὸς τὴν παρ' αὐτοῦ εὐλογίαν ἐπισπᾶται. Οὐδὲν γὰρ ἰσχυρότερον τοῦ παρὰ τῆς δεξιᾶς ἐκείνης βοηθουμένου. Ὅρα γοῦν ἀκριβῶς ἅπαντα, ἵνα μάθῃς τῆς οἰκονομίας τὴν ὑπερβολὴν, καὶ πῶς ὁ μὲν τῆς ἐκεῖθεν ἀπολαύων ῥοπῆς, πολλῆς ἐν ἅπασιν ἀξιοῦται τῆς συνεργίας, ὥστε τὴν τοῦ πατρὸς εὐλογίαν εἰς αὐτὸν μετενεχθῆναι· ὁ δὲ πάντων διαμαρτάνει, προδεδομένος οἴκοθεν διὰ τὴν τῶν τρόπων μοχθηρίαν. Ῥεβέκκα δὲ, φησὶν, ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. Ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρᾶσαι θήραν τῷ πατρὶ αὐτοῦ. Εἶπε δὲ Ῥεβέκκα πρὸς τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω. Διὰ τί προσέθηκε, Τὸν ἐλάσσω; Ἐπειδὴ ἀνωτέρω εἶπεν, ὅτι Ἐκάλεσεν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, ἵνα μάθωμεν τίνι νῦν διαλέγεται ἡ Ῥεβέκκα, φησὶ, Πρὸς τὸν ἐλάσσω, τοῦτ' ἔστι, τὸν Ἰακώβ· Ἴδε ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, καὶ λέγοντος· Ἔνεγκέ μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου, πρὸ τοῦ ἀποθανεῖν με. Ταῦτα μὲν ἤκουσα τοῦ πατρός σου πρὸς τὸν ἀδελφόν σου τὸν Ἡσαῦ διαλεγομένου. Νῦν οὖν, υἱὲ, ἄκουέ μου καθά σοι ἐγὼ ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
