# In Genesim (homiliae 1-67) 1.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ϛʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/1.1-6

Βούλομαι τῆς συνήθους ἅψασθαι διδασκαλίας, καὶ ὀκνῶ, καὶ ἀναδύομαι· νέφος γὰρ ἀθυμίας ἐπελθὸν συνέχεε καὶ συνετάραξέ μου τὸν λογισμόν· μᾶλλον δὲ οὐκ ἀθυμίας μόνον, ἀλλὰ καὶ θυμοῦ, καὶ οὐκ οἶδ' ὅ τι πράξω· ἀπορία γὰρ κατέχει τὴν διάνοιαν. Ὅταν γὰρ ἐννοήσω, ὅτι μικρὸν πνεύσαντος τοῦ διαβόλου, πᾶσαν ἡμῶν ἐκείνην τὴν συνεχῆ διδασκαλίαν, καὶ τὴν καθημερινὴν παραίνεσιν λήθῃ παραδόντες, εἰς τὴν σατανικὴν πομπὴν ἐκείνην ἅπαντες δεδραμήκατε, τὴν ἱπποδρομίαν καταλαβόντες, ποίᾳ προθυμίᾳ δυνήσομαι πάλιν τὴν πρὸς ὑμᾶς ποιήσασθαι διδασκαλίαν, τῶν προτέρων οὕτως ἀθρόον διαῤῥυέντων; Τὸ γὰρ μάλιστα ἐπιτεῖνόν μοι τὴν ἀθυμίαν, καὶ σφοδρότερόν μοι τὸν θυμὸν ἐργαζόμενον τοῦτό ἐστιν, ὅτι μετὰ τῆς παραινέσεως τῆς ἡμετέρας, καὶ τὴν αἰδῶ τῆς ἁγίας τεσσαρακοστῆς ἐξεβάλετε τῆς ἑαυτῶν ψυχῆς, καὶ οὕτω τοῖς τοῦ διαβόλου δικτύοις ἑαυτοὺς ἐκδεδώκατε. Πῶς ἄν τις δυνηθείη, κἂν λιθίνην ἔχῃ ψυχὴν, πράως ἐνεγκεῖν τὴν τοσαύτην ὑμῶν ὀλιγωρίαν; Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, ὅταν ἴδω μάτην ἡμᾶς πονουμένους, καὶ εἰς πέτρας τὸν σπόρον καταβάλλοντας. Ἀλλ' ἐμοὶ μὲν κἄν τε ἀκούητε τῶν λεγομένων, κἄν τε παρακούητε, τὰ τῶν μισθῶν ἀπηρτισμένα τυγχάνει. Τὸ γὰρ ἐμαυτοῦ πᾶν ποιῶν διετέλεσα, καὶ τὸ ἀργύριον κατέβαλον, καὶ τὴν νουθεσίαν ἐποιησάμην· δέδοικα δὲ καὶ ἀγωνιῶ μὴ τούτῳ αὐτῷ πλείονος ἡμῖν κατηγορήσεως αἴτιος γένωμαι. Ὁ γὰρ δοῦλος, φησὶν, ἐκεῖνος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Οὐδὲ γὰρ εἰς ἄγνοιαν ὑμῶν τις ἔχει καταφυγεῖν, οὕτως ἡμῶν καθ' ἑκάστην ἡμέραν τὰ αὐτὰ ἐνηχούντων καὶ ὑποδεικνύντων καὶ τὰς διαβολικὰς πάγας, καὶ τῆς ἀρετῆς τὴν πολλὴν εὐκολίαν, ἐὰν νήφειν βουλοίμεθα. Ἢ οὐκ ἴστε ὅτι τοὺς οὕτω τῆς ἑαυτῶν σωτηρίας ἀμελοῦντας, καί ποτε μὲν ἐνταῦθα παραγινομένους, ἄλλοτε δὲ εἰς τὰ τοῦ διαβόλου δίκτυα ἑαυτοὺς ἐκδιδόντας τοῖς κυσὶ παραβάλλει ἡ θεία Γραφή; Ἄνθρωπος γὰρ, φησὶν, ἀποστρέφων ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ πάλιν εἰς αὐτὴν ἐπανιὼν, ὅμοιός ἐστι κυνὶ ἐπιστρέφοντι ἐπὶ τὸν ἴδιον ἔμετον. Ὁρᾷς τίνι ἐοίκασιν οἱ πρὸς τὴν θέαν ἐκείνην τὴν παράνομον δεδραμηκότες; Οὐκ ἠκούσατε τοῦ Χριστοῦ λέγοντος, Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη; Οἱ δὲ εἰς τὴν ἱπποδρομίαν δεδραμηκότες καὶ τούτου χείρους γεγόνασιν. Ἐκείνου γὰρ ἡ οἰκία κἂν μετὰ τὴν προσβολὴν τὴν κατάπτωσιν ὑπέμεινε· ποταμοὺς γὰρ καὶ ἀνέμους εἶπεν, οὐχ ἵνα ὑδάτων πλῆθος αἰνίξηται ἡμῖν καὶ ἀνέμων σφοδρότητα, ἀλλὰ τῶν πειρασμῶν τὴν ἐπαγωγὴν τὴν σφοδράν· καὶ τὴν κατάπτωσιν τῆς οἰκίας, οὐχ ἵνα περὶ αἰσθητῆς οἰκίας νομίσωμεν· περὶ γὰρ ψυχῆς ὁ λόγος τῆς ἀπὸ τῆς τῶν δεινῶν προσβολῆς καταπιπτούσης, καὶ μὴ δυνηθείσης ἀντισχεῖν· ἐφ' ὑμῶν δὲ οὔτε ἄνεμος ἐκινήθη, οὔτε ποταμοὶ προσέῤῥηξαν, ἀλλ' ἁπλῶς αὔρα τις μικρὰ διαβολικὴ ἔπνευσε, καὶ πάντας ὑμᾶς ἀνεῤῥίπισε. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ' ἄν; τί τῆς νηστείας ὄφελος, εἰπέ μοι; τί τῆς ἐνταῦθα συνελεύσεως τὸ κέρδος; Τίς οὐκ ἂν καὶ ὑπὲρ ὑμῶν στενάξειε, καὶ ἡμᾶς ταλανίσειεν; Ὑπὲρ ὑμῶν μὲν, ὅτι ἅπαντα, ὅσα συνηγάγετε, ὑφ' ἓν ἐξεχέατε, καὶ τὰς θύρας τῆς διανοίας ὑμῶν ἀνεπετάσατε τῷ πονηρῷ δαίμονι, ὥστε καὶ εἰσελθεῖν, καὶ μετὰ πολλῆς τῆς εὐκολίας πάντα ὑμῶν ἐκφορῆσαι τὸν πλοῦτον τὸν πνευματικόν· ἡμᾶς δὲ ταλανίσειεν εἰκότως, ὅτι εἰς νεκρὰς οὕτως ἐνηχοῦμεν ἀκοὰς, καὶ τοσαύτην ζημίαν ὑπομένομεν καθ' ἑκάστην ἡμέραν σπείροντες μὲν, μηδὲν δὲ καρποῦσθαι δυνάμενοι. Μὴ γὰρ διὰ τοῦτο λέγειν σπουδάζομεν, ὥστε ἁπλῶς τέρψαι ὑμῶν τὴν ἀκοὴν, ἢ ὡς τοῦ παρ' ὑμῶν ἐπαίνου ἐφιέμενοι; Εἰ μὴ μέλλοιτέ τι κερδαίνειν ἐκ τῶν παρ' ἡμῶν λεγομένων, βέλτιον ἡμᾶς σιγῆσαι λοιπόν. Οὐδὲ γὰρ βούλομαι ὑμῖν πλείονα τὴν κατάκρισιν ἐργάζεσθαι. Καθάπερ γὰρ ἔμπορος, ἐπειδὰν πολὺν τὸν φόρτον συναγάγῃ, καὶ πεπληρωμένην τὴν ὁλκάδα ἔχων πολλοῦ τοῦ πλούτου, ἀθρόας καταιγίδος προσπεσούσης, καὶ τῆς τῶν πνευμάτων βίας περιγενομένης αὔτανδρον καταδύσῃ τὸ σκάφος, ἐλεεινὸν ἅπασι θέαμα γίνεται, γυμνὸς ἐξαίφνης φανεὶς, καὶ μετὰ πολὺν καὶ ἄφατον πλοῦτον ἐν ἐσχάτῃ πενίᾳ καταστὰς, τὸν αὐτὸν δὴ τρόπον καὶ ὑμᾶς νῦν ὁ διάβολος διέθηκεν. Εὑρὼν γὰρ ὑμῶν πεπληρωμένην τὴν ὁλκάδα τὴν πνευματικὴν πολλοῦ πλούτου, καὶ ἄφατον ἰδὼν τὸν θησαυρὸν, ὃν ἀπό τε τῆς νηστείας, ἀπό τε τῆς συνεχοῦς διδασκαλίας συναγαγεῖν ἠδυνήθητε, καθάπερ καταιγίδα τινὰ ἐπαφεὶς τὴν ἀνόνητον ἐκείνην καὶ ἐπιβλαβῆ τῶν ἵππων ἅμιλλαν, δι' ἐκείνης ἐρήμους καὶ γυμνοὺς πάσης τῆς εὐπορίας κατέστησεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
