# In Genesim (homiliae 1-67) 1.1-65

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Ξϛʹ Ἤγγισαν δὲ, φησὶν, αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ, καὶ εἶπεν αὐτῷ· Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπ' ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν, τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με ἐξ Αἰγύπτου, καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. Ὁ δὲ εἶπεν· Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου. Εἶπε δέ· Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/1.1-65

Φέρε καὶ σήμερον τὸ τέλος ἐπιθῶμεν τῇ κατὰ τὸν Ἰακὼβ διηγήσει, καὶ ἴδωμεν τίνα ἐστὶν, ἃ μέλλων καταλύειν τὸν βίον διατάττεται. Ἀλλὰ μηδεὶς πρὸς τὴν νῦν τῶν πραγμάτων κατάστασιν ἀφορῶν ταῦτα ἀπαιτείτω παρὰ τῶν τότε δικαίων, ἅπερ νῦν τοὺς πιστοὺς φιλοσοφεῖν προσῆκεν· ἀλλὰ πρὸς τοὺς καιροὺς καὶ τὰ πράγματα κρινέτω. Ταῦτα δὲ ἐπίτηδες ἐπροοιμιασάμην διὰ τὰ μέλλοντα ὑπὸ τοῦ πατριάρχου τῷ Ἰωσὴφ λέγεσθαι. Τίνα δέ ἐστιν, ἀκούσωμεν· Ἤγγισαν δὲ, φησὶν, αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ, καὶ εἶπεν αὐτῷ· Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπ' ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν, τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με ἐξ Αἰγύπτου, καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. Ὁ δὲ εἶπε· Ποιήσω κατὰ τὸ ῥῆμά σου. Εἶπε δέ· Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πολλοὶ τῶν μικροψύχων, ἐπειδὰν παραινῶμεν αὐτοῖς μὴ πολὺν ποιεῖσθαι λόγον περὶ ταφῆς, μηδὲ περισπούδαστον πρᾶγμα ἡγεῖσθαι τὸ ἀπὸ τῆς ἀλλοτρίας ἐπὶ τὴν οἰκείαν πατρίδα τῶν τετελευτηκότων τὰ λείψανα ἐπανάγειν, ταύτην ἡμῖν προβάλλονται τὴν ἱστορίαν, φάσκοντες, καὶ τὸν πατριάρχην τοσαύτην ὑπὲρ τούτου πεποιῆσθαι τὴν φροντίδα. Ἀλλὰ πρῶτον μὲν, ὅπερ ἔφθην εἰπὼν, τοῦτο δεῖ λογίζεσθαι, ὅτι οὐ τοσαύτην τότε τὴν φιλοσοφίαν ἀπῃτοῦντος, ὅσην οἱ νῦν· ἔπειτα ὅτι καὶ τοῦτο αὐτὸ οὐχ ἁπλῶς ὁ δίκαιος ἐβουλήθη γενέσθαι, ἀλλ' ἐλπίδας αὐτοῖς χρηστὰς ὑποφαίνων, ὡς καὶ αὐτοὶ ὀψέ ποτε ἐπανήξουσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Καὶ ὅτι ταύτης ἕνεκεν τῆς αἰτίας τοῦτο διετάξατο, φανερώτερον ἡμᾶς διδάσκει ὁ τούτου παῖς φάσκων. Ἐπισκοπῇ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν. Ὅτι γὰρ τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὰ μέλλοντα ἐφαντάζοντο, ἄκουε αὐτοῦ ἤδη κοίμησιν τὸν θάνατον λέγοντος· φησὶ γάρ· Κοιμηθήσομαι μετὰ τῶν πατέρων μου. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Πῶς; Τοῖς τῆς πίστεως ὀφθαλμοῖς. Μηδεὶς τοίνυν νομιζέτω μικροψυχίας εἶναι τὴν διάταξιν, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ προορᾷν τὴν μέλλουσαν αὐτῶν ἔσεσθαι ἐπάνοδον, πάσης αἰτίας ἀπολυέτω τὸν δίκαιον. Νῦν μὲν γὰρ, ἐπειδὴ τὰ τῆς φιλοσοφίας ἐπετάθη μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, εἰκότως ἄν τις μέμψαιτο τῷ τὰ τοιαῦτα ἐπισκήπτοντι. Καὶ μὴ ταλανιζέτω τὸν ἐπ' ἀλλοτρίας τὸν βίον καταλύσαντα, μηδὲ τὸν ἐπ' ἐρημίας τῆς παρούσης ζωῆς μεθιστάμενον. Οὐδὲ γὰρ ὁ τοιοῦτος ταλανισμοῦ ἄξιος, ἀλλ' ὁ ἐν ἁμαρτίαις τεθνηκὼς, κἂν ἐπὶ τῆς κλίνης, κἂν ἐπὶ τῆς οἰκίας, κἂν τῶν ἐπιτηδείων παρόντων τὸν βίον καταλύσῃ. Καὶ μή μοι τὰ ψυχρὰ ἐκεῖνα ῥήματα καὶ γέλωτος γέμοντα καὶ ἀνοίας μεστὰ λεγέτω τις· Ὁ δεῖνα κυνὸς ἀτιμότερον τετελεύτηκεν, οὐδενὸς τῶν γνωρίμων αὐτῷ παρόντος, οὐδὲ τὰ τῆς ταφῆς αὐτῷ παρασχεῖν δυνηθέντος, ἀλλ' ἐξ ἐράνου καὶ πολλῶν τινων συνεισενεγκόντων, οὕτω τὰ πρὸς τὴν κηδείαν αὐτῷ παρεσχέθη. Οὐ τοῦτό ἐστιν, ἄνθρωπε, κυνὸς ἀτιμότερον τετελευτηκέναι. Τί γὰρ ὁ τοιοῦτος παρεβλάβη; Μόνον εἰ τὸ τῆς ἀρετῆς ἔνδυμα μὴ εἶχε περιστέλλον αὐτόν. Ὅτι γὰρ οὐδὲν τοῦτο λυμαίνεται τὸν ἐνάρετον, μάνθανε ὅτι οἱ πλείους τῶν δικαίων, τῶν προφητῶν λέγω καὶ τῶν ἀποστόλων, πλὴν ὀλίγων, οὐδὲ ἴσμεν ὅπου κατετέθησαν. Οἱ μὲν γὰρ τὴν κεφαλὴν ἀπετμήθησαν, οἱ δὲ καταλευσθέντες οὕτω τοῦ βίου μετέστησαν, καὶ ἕτεροι μυρίαις καὶ διαφόροις τιμωρίαις αὑτοὺς ἐκδόντες διὰ τὴν εὐσέβειαν, πάντες ὑπὲρ Χριστοῦ ἐμαρτύρησαν· καὶ οὐδεὶς ἂν τολμήσειε περὶ τῶν τοιούτων εἰπεῖν, ὅτι ἄτιμος αὐτῶν γέγονεν ὁ θάνατος, ἀλλὰ ἀκολουθήσει τῇ θείᾳ Γραφῇ λεγούσῃ, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Καὶ ὥσπερ τὸν τῶν ὁσίων θάνατον τίμιον ἐκάλεσεν, οὕτως ἄκουε καὶ τὸν τῶν ἁμαρτωλῶν πονηρὸν καλοῦντος τὸν θάνατον. Θάνατος γὰρ, φησὶν, ἁμαρτωλῶν πονηρός. Ὥστε κἂν ἐπὶ τῆς οἰκίας τις καταλύσῃ τὸν βίον, καὶ γυναικὸς καὶ παιδίων παρόντων, καὶ ἐπιτηδείων καὶ γνωρίμων παρεστώτων, ἀρετῆς δὲ ἔρημος τυγχάνῃ, πονηρὸς ἂν εἴη ὁ τούτου θάνατος. Οὕτω κἂν ἐπ' ἀλλοτρίας, κἂν ἐπὶ τοῦ ἐδάφους κείμενος· καὶ τί λέγω ἐπ' ἀλλοτρίας, καὶ τοῦ ἐδάφους; κἂν λῃσταῖς περιπέσῃ, κἂν θηρίων κατάβρωμα γένηται ὁ τὴν ἀρετὴν κεκτημένος, τίμιος ἂν εἴη ὁ θάνατος τούτου. Εἰπὲ γάρ μοι, ὁ τοῦ Ζαχαρίου παῖς οὐ τὴν κεφαλὴν ἀπετμήθη; Στέφανος δὲ ὁ πρῶτος τοῦ μαρτυρίου τὸν στέφανον ἀναδησάμενος, οὐχὶ καταλευσθεὶς οὕτω τὸν βίον κατέλυσε; Παῦλος δὲ καὶ Πέτρος οὐχὶ ὃς μὲν ἀποτμηθεὶς, ὃς δὲ ἀπ' ἐναντίας τῷ Δεσπότῃ τοῦ σταυροῦ τὴν τιμωρίαν δεξάμενος, οὕτω μετέστη τῆς παρούσης ζωῆς; Οὐχὶ διὰ τοῦτο μάλιστα πανταχοῦ τῆς οἰκουμένης ᾄδονται καὶ ἀνακηρύττονται;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
