# In Genesim (homiliae 1-67) 2.1-27

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΖʹ Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/2.1-27

Εἶδες, ἀγαπητὲ, ἄβυσσον εὐεργεσιῶν; εἶδες πόσας ἀπαριθμησάμενοι, οὐδέπω οὐδὲ τὸ πολλοστὸν εἰπεῖν ἠδυνήθημεν; Πῶς γὰρ ἀνθρωπίνη γλῶττα δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα λόγῳ διελθεῖν; Τούτων τοίνυν τοσούτων καὶ τηλικούτων ὄντων, πάλιν πολλῷ μείζους καὶ ἀποῤῥητότεραί εἰσιν αἱ εὐεργεσίαι, ἃς μετὰ τὴν ἐντεῦθεν μετάστασιν ἐν τῷ μέλλοντι αἰῶνι ἐπηγγείλατο τοῖς τὴν ὁδὸν τῆς ἀρετῆς βαδίζουσι. Καὶ ἵνα δι' ὀλίγων ῥημάτων τοῦ μεγέθους αὐτῶν τὴν ὑπερβολὴν ἡμῖν παραστήσῃ, φησὶν ὁ μακάριος Παῦλος· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἶδες δωρεῶν ὑπερβολήν; εἶδες πᾶσαν ἔννοιαν ἀνθρωπίνην ὑπερβαινούσας αὐτοῦ τὰς εὐεργεσίας· Ἐπὶ καρδίαν γὰρ, φησὶν, ἀνθρώπου οὐκ ἀνέβη. Ἐὰν τοίνυν βουλώμεθα ταύτας ἀναλογίζεσθαι, καὶ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν εὐχαριστίαν ποιῆσαι, δυνησόμεθα τὴν αὐτοῦ εὔνοιαν ἐπὶ πλέον ἐπισπάσασθαι, καὶ πρὸς τὴν ἀρετὴν μᾶλλον διεγερθῆναι. Ἡ γὰρ τῶν εὐεργεσιῶν μνήμη ἱκανὴ προτρέψασθαι πρὸς τοὺς τῆς ἀρετῆς πόνους, καὶ παρασκευάσαι πάντων ὑπεριδεῖν τῶν παρόντων, καὶ πρὸς τὸν τοσαῦτα εὐεργετηκότα κεχηνέναι, καὶ τὸν περὶ αὐτὸν πόθον ἀκμάζοντα καθ' ἑκάστην ἡμέραν ἐπιδείκνυσθαι. Ἐντεῦθεν γὰρ καὶ ὁ δίκαιος οὗτος τοσαύτης ἀπήλαυσε τῆς ἄνωθεν εὐνοίας καὶ τῆς τιμῆς, ἐπειδὴ πολλὴν ὑπὲρ τῶν φθασάντων τὴν εὐγνωμοσύνην ἐπεδείξατο. Ἀλλ' ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀνεγνωσμένων ἀναγκαῖον προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἐπειδὴ γὰρ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, μετὰ τῶν υἱῶν, καὶ τῆς ἑαυτοῦ γυναικὸς, καὶ γυναικῶν τῶν παίδων, καὶ πάντων τῶν θηρίων καὶ τῶν πετεινῶν, καὶ ἐδέξατο παρὰ τοῦ Θεοῦ μετὰ τῆς ἐξόδου καὶ τὴν εὐλογίαν ἐκείνην τὴν πολλὴν αὐτῷ παραμυθίαν κομίζουσαν, τὴν λέγουσαν, Αὐξάνεσθε καὶ πληθύνεσθε, διδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ τοῦ δικαίου τὴν εὐγνωμοσύνην, φησί· Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον. Σκόπει μετὰ ἀκριβείας, ἀγαπητὲ, ἐκ τῶν νῦν ῥημάτων πάλιν, πῶς ἐν αὐτῇ τῇ φύσει ὁ τῶν ἁπάντων δημιουργὸς ἐναπέθετο τὴν γνῶσιν ἡμῖν ἀκριβῆ τῆς ἀρετῆς. Πόθεν γὰρ, εἰπέ μοι, τοῦτο τῷ δικαίῳ ἐπῆλθεν; Οὐδεὶς ἦν ἕτερος, πρὸς ὃν ἰδεῖν εἶχεν. Ἀλλὰ καθάπερ ἐν ἀρχῇ ὁ ὑπὸ τοῦ πρωτοπλάστου τεχθεὶς, Ἄβελ λέγω, οἴκοθεν κινούμενος τὴν προσαγωγὴν ἐποιήσατο μετὰ πολλῆς τῆς ἀκριβείας· οὕτω δὴ καὶ νῦν ὁ δίκαιος οὗτος ἐξ οἰκείας γνώμης καὶ προαιρέσεως ὑγιοῦς κατὰ τὴν ἀνθρωπίνην δύναμιν, ὡς ἐνόμισε, διὰ τῶν θυσιῶν τὰς εὐχαριστίας ἀναφέρει τῷ Δεσπότῃ. Καὶ ὅρα αὐτὸν μετὰ πολλῆς φιλοσοφίας ἅπαντα διαπραττόμενον. Οὔτε γὰρ οἰκοδομῆς αὐτῷ ἐδέησε λαμπρᾶς, οὐ ναοῦ, οὐκ οἴκου τινὸς θαυμαστοῦ, οὐκ ἄλλου οὐδενός· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι γνώμην ἐπιζητεῖ μόνον ὁ Δεσπότης· καὶ ἐσχεδιασμένον οἰκοδομήσας τὸ θυσιαστήριον, καὶ λαβὼν ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, τὰς ὁλοκαρπώσεις ἀνήνεγκε. καὶ, ὅσον εἶχε δυνάμεως, τῆς οἰκείας προαιρέσεως τὴν εὐγνωμοσύνην ἐπεδείξατο· ἣν ἀποδεξάμενος ὁ φιλάνθρωπος Θεὸς καὶ τὴν γνώμην ἐστεφάνωσε, καὶ τὴν παρ' ἑαυτοῦ πάλιν φιλοτιμίαν ἐπιδείκνυται. Φησὶ γὰρ ἡ Γραφή· Καὶ ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας. Ὅρα πῶς ἡ γνώμη τοῦ προσάγοντος τὸν καπνὸν, καὶ τὴν κνίσσαν, καὶ πᾶσαν τὴν ἐντεῦθεν τικτομένην ἀηδίαν πολλῆς τῆς εὐωδίας ἐνέπλησε. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε γράφων· Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Ὀσμὴν εὐωδίας. Μὴ τῇ παχύτητι τῆς λέξεως προσπταίῃς, ἀλλὰ τῇ σαυτοῦ ἀσθενείᾳ τῶν ῥημάτων τὴν συγκατάβασιν λογισάμενος, νόει ἐντεῦθεν, ὅτι δεκτὴ γέγονεν ἡ προσαγωγὴ τοῦ δικαίου. Ἵνα γὰρ καὶ δι' αὐτῶν τῶν πραγμάτων εἰδέναι ἔχωμεν τὸ ἀνενδεὲς τοῦ Δεσπότου, καὶ ὅτι δι' οὐδὲν ἕτερον ταῦτα γίνεσθαι συνεχώρησεν, ἀλλ' ἵνα εἰς εὐγνωμοσύνην ἀγάγῃ τοὺς ἀνθρώπους· διὰ τοῦτο ἀφίησιν αὐτὰς τῷ πυρὶ καταναλίσκεσθαι, ἵνα καὶ αὐτοὶ οἱ προσάγοντες μάθωσιν ἐκ τῶν γινομένων, ὡς διὰ τὴν αὐτῶν ὠφέλειαν ἅπαντα γίνεται. Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ ὅλως συγχωρεῖ ταῦτα γίνεσθαι; Καὶ τοῦτο πάλιν συγκαταβαίνων τῇ ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ· ἐπειδὴ γὰρ ἔμελλον κατὰ μικρὸν οἱ ἄνθρωποι εἰς ῥᾳθυμίαν ἀποκλίνοντες καὶ θεοὺς ἑαυτοῖς ἐπιφημίζειν, καὶ τούτοις τὰς θυσίας ἐπιτελεῖν, προλαβὼν καταδέχεται ἑαυτῷ ταῦτα προσάγεσθαι, ἵνα οὕτω γοῦν ἀποστήσῃ τῆς ὀλεθρίας πλάνης τοὺς μέλλοντας ὑποσύρεσθαι. Καὶ ὅτι διὰ συγκατάβασιν πάντα ταῦτα παρ' αὐτοῦ συνεχωρήθη, σκόπει τοῦ χρόνου προϊόντος ὅτι καὶ περιτομὴν νομοθετεῖσθαι κατεδέξατο, οὐχ ὡς πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν συντελέσαι τι ταύτης δυναμένης, ἀλλ' ἵνα ὥσπερ σημεῖόν τι καὶ σφραγῖδα περιφέρωσι, δεῖγμα τῆς οἰκείας εὐγνωμοσύνης, οἱ τῶν Ἰουδαίων παῖδες, καὶ μὴ ἐξῇ αὐτοῖς συναναφύρεσθαι ταῖς τῶν ἐθνῶν ἐπιμιξίαις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
