Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ Λʹ Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-30
Not analysed yet
Ὅρα πῶς ἡ ἀνθρωπίνη φύσις οὐκ ἀνέχεται ἵστασθαι ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλ' ἀεὶ τοῦ πλείονος ἐφιεμένη ὀρέγεται τῶν μειζόνων. Καὶ τοῦτό ἐστιν ὃ μάλιστα ἀπόλλυσι τὸ ἀνθρώπινον γένος, τὸ μὴ βούλεσθαι τῆς οἰκείας φύσεως ἐπιγινώσκειν τὰ μέτρα, ἀλλ' ἀεὶ τῶν μειζόνων ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν ἀξίαν φαντάζεσθαι. Ἐντεῦθεν καὶ οἱ περὶ τὰ τοῦ κόσμου ἐπτοημένοι πράγματα, ἐπειδὰν πολὺν περιβάλλωνται πλοῦτον καὶ δυναστείαν, ὥσπερ ἐπιλανθανόμενοι τῆς οἰκείας φύσεως, μέχρι τοσούτου εἰς ὕψος ἐπαίρεσθαι βούλονται, μέχρις ἂν εἰς αὐτὸν τὸν πυθμένα κατενεχθῶσι. Καὶ τοῦτο ἴδοι τις ἂν ἐφ' ἑκάστης συμβαῖνον ἡμέρας, καὶ οὐδὲ ταύτῃ τοὺς λοιποὺς σωφρονιζομένους, ἀλλὰ πρὸς βραχὺ μὲν συστελλομένους, ἀθρόον δὲ πάντων λήθην ποιουμένους, καὶ πάλιν τὴν αὐτὴν ἐκείνοις βαδίζοντας ὁδὸν, καὶ εἰς αὐτὸν τὸν κρημνὸν καταγομένους· ὅπερ καὶ νῦν ἔστιν ἰδεῖν ἐπὶ τούτων γεγονός. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ. Ὅρα πῶς κατὰ μικρὸν ἡμᾶς διδάσκει τῆς γνώμης αὐτῶν τὸ ἄστατον. Ἐπειδὴ εἶδον, φησὶ, τὸ πεδίον, μεταναστάντες καὶ καταλιπόντες τὴν προτέραν οἴκησιν, ἐκεῖ κατῴκησαν. Εἶτά φησιν· Εἶπεν ἕκαστος τῷ πλησίον αὐτοῦ· Δεῦτε, πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. Καὶ εἶπον· Δεῦτε, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ· καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ πάσης τῆς γῆς. Ὅρα πῶς οὐκ εἰς δέον ἐκέχρηντο τῇ ὁμοφωνίᾳ, καὶ ὅτι ἡ ματαία τοῦ βίου τούτου βουλὴ γίνεται τῶν κακῶν ὑπόθεσις. Δεῦτε, φησὶ, ποιήσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. Σκόπει πόσην ἀσφάλειαν ἐπινοῆσαι βούλονται τῇ οἰκοδομῇ, οὐκ εἰδότες ὅτι, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν, οὐχ ὅτι Θεῷ, ἀλλ' Ἑαυτοῖς. Ὅρα πόση τῆς κακίας ἡ ἐπίτασις· ἔναυλον ἔχοντες τὴν μνήμην τῆς πανωλεθρίας ἐκείνης, ἐπὶ τοσαύτην μανίαν ἐξώκειλαν. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ. Τῷ ὀνόματι τοῦ οὐρανοῦ ἡ θεία Γραφὴ τῆς τόλμης αὐτῶν τὴν ὑπερβολὴν ἡμῖν παραστῆσαι ἐβουλήθη. Καὶ ποιήσωμεν, φησὶν, ἑαυτοῖς ὄνομα. Εἶδες τὴν ῥίζαν τῆς κακίας; Ἵνα, φησὶ, μνήμης διηνεκοῦς ἀπολαύσωμεν, ἵνα εἰς τὸ διηνεκὲς ἔχωμεν μνημονεύεσθαι. Τοιαύτη ἡμῶν ἔσται ἡ πρᾶξις καὶ τὸ ἔργον, ὡς μηδέποτε λήθῃ παραπεμφθῆναι. Καὶ τοῦτο ποιήσωμεν Πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς. Ὡς ἔτι, φησὶ, κατὰ ταὐτόν ἐσμεν, εἰς ἔργον ἀγάγωμεν τὸ δόξαν ἡμῖν, ἵνα ἀδιάλειπτον μνήμην καταλίπωμεν ταῖς εἰς τὸ ἑξῆς γενεαῖς. Εἰσὶ πολλοὶ καὶ νῦν τούτους μιμούμενοι, καὶ ἀπὸ τοιούτων πράξεων μνημονεύεσθαι βουλόμενοι, οἱ τὰς λαμπρὰς οἰκοδομοῦντες οἰκίας, καὶ τὰ λουτρὰ, καὶ τὰς στοὰς, καὶ τοὺς περιπάτους. Ἐὰν γὰρ καὶ τούτων ἕκαστον ἐρωτήσῃς τίνος ἕνεκεν πονεῖ καὶ ταλαιπωρεῖται, καὶ τοσαύτην ἐπιδείκνυται χρημάτων δαπάνην εἰς οὐδὲν δέον, οὐδὲν ἕτερον ἀκούσῃ, ἣ ταῦτα τὰ ῥήματα, ὥστε τὴν μνήμην διηνεκῶς σώζεσθαι, καὶ ἀκούειν ὅτι τοῦ δεῖνος ἡ οἰκία, καὶ τοῦ δεῖνος ὁ ἀγρός. Ἀλλὰ τοῦτο οὐκ ἔστι μνήμης ἀξιοῦσθαι, ἀλλὰ μᾶλλον κατηγορίας. Εὐθέως γὰρ τοῖς λόγοις τούτοις ἐπεισέρχεται καὶ τὰ μυρίων κατηγοριῶν ἄξια ῥήματα· τοῦ δεῖνος τοῦ πλεονέκτου, τοῦ ἅρπαγος, τοῦ χήρας καὶ ὀρφανοὺς γυμνώσαντος. Οὐκ ἔστι τοίνυν τοῦτο μνήμης ἀπολαύειν, ἀλλὰ κατηγορίαις διηνεκέσι βάλλεσθαι, καὶ μετὰ θάνατον στηλιτεύεσθαι, καὶ τὰς τῶν ὁρώντων γλώττας ἀκονᾷν εἰς βλασφημίαν καὶ κατηγορίαν τοῦ ταῦτα κτησαμένου. Εἰ δὲ ὅλως μνήμης ἐρᾷς διηνεκοῦς, ἐγώ σοι ὑποδείξω ὁδὸν, δι' ἧς δυνήσῃ καὶ μνημονεύεσθαι διὰ παντὸς, καὶ μετ' εὐφημίας πολλῆς καὶ πολλήν σοι τὴν παῤῥησίαν ἐν τῷ μέλλοντι καιρῷ παρέξεις. Πῶς οὖν δυνήσῃ καὶ μνημονεύεσθαι καθ' ἑκάστην ἡμέραν, καὶ τοῖς ἐγκωμίοις βάλλεσθαι καὶ μετὰ τὴν τῆς ζωῆς μετάστασιν; Εἰ ταυτὶ τὰ χρήματα εἰς τὰς τῶν πενήτων διανείμῃς χεῖρας, ἀφεὶς τοὺς λίθους καὶ τὰς μεγάλας οἰκοδομὰς, καὶ τοὺς ἀγροὺς, καὶ τὰ βαλανεῖα. Αὕτη ἡ μνήμη ἀθάνατος, αὕτη ἡ μνήμη μυρίων σοι θησαυρῶν πρόξενος γίνεται, αὕτη ἡ μνήμη τοῦ φορτίου τῶν ἁμαρτημάτων κουφίζουσα, πολλήν σοι τὴν παῤῥησίαν προξενεῖ παρὰ τῷ Δεσπότῃ. Ἐννόησον γάρ μοι καὶ αὐτὰ τὰ ῥήματα, ἅπερ ἕκαστος μέλλει λέγειν, τὸν ἐλεήμονα καὶ φιλάνθρωπον, τὸν ἐπιεικῆ, τὸν χρηστὸν, τὸν μετὰ πολλῆς δαψιλείας διανείμαντα. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τοιοῦτον γὰρ ὁ τῶν χρημάτων πλοῦτος· σκορπιζόμενος μᾶλλον παραμένει· συνεχόμενος δὲ καὶ ἔνδον ἀποκλειόμενος καὶ τοὺς κατέχοντας συναπόλλυσιν. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν. Ἀλλ' ἄκουε καὶ τῶν ἑξῆς· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἐν μιᾷ ἡμέρᾳ τὸν πλοῦτον ἐσκόρπισε, καὶ ἡ δικαιοσύνη αὐτοῦ εἰς πάντα τὸν αἰῶνα διαμένει, καὶ τὴν μνήμην ἀθάνατον ἐργάζεται.