Ancient Greek · ~22 min
ΟΜΙΛΙΑ ΛΗʹ Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-38
Not analysed yet
Εἶδες πῶς παντὸς πάθους ἐκτὸς ἦσαν; Καὶ εἷς ἦν αὐτοῖς μόνον σκοπὸς, τοῦ μὴ ἄπαιδας τελευτῆσαι· ἀλλ' ἐσκόπουν ὅπως καὶ τὴν ἐντεῦθεν παραμυθίαν κτήσωνται, καὶ τῆς εἰρήνης τὸν σύνδεσμον ἀῤῥαγῆ διατηρήσωσιν. Ἐννόει γάρ μοι τοῦ πατριάρχου ἐνταῦθα τὴν πολλὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐπιείκειαν. Οὔτε γὰρ, καθάπερ τινὲς τῶν ἀνοήτων, ἐδυσχέρανε πρὸς τὴν γαμετὴν διὰ τὴν ἀπαιδίαν, οὔτε τὸν περὶ αὐτὴν πόθον ἠλάττωσεν. Ἴστε γὰρ, ἴστε πῶς τοῖς πλείοσι τῶν ἀνθρώπων τοῦτο μάλιστα αἴτιον γίνεται τῆς κατὰ τῶν γυναικῶν ὑπεροψίας· ὥσπερ αὖ πάλιν καὶ φίλτρου πλείονος ὑπόθεσιν τὸ ἐναντίον ποιοῦνται, σφόδρα κούφως καὶ ἀνοήτως ταῖς γυναιξὶ λογιζόμενοι καὶ τὴν ἀπαιδίαν καὶ τὴν εὐπαιδίαν, οὐκ εἰδότες ὅτι τοῦ τῆς φύσεώς ἐστι δημιουργοῦ τὸ πᾶν, καὶ οὔτε ἡ συνουσία, οὔτε ἕτερόν τί ἐστι τὸ δυνάμενον συντελέσαι πρὸς τὴν τῶν παίδων διαδοχὴν, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν φύσιν διεγειρούσης πρὸς τὸν τόκον. Ἅπερ ἀκριβῶς ὁ δίκαιος οὗτος ἐπιστάμενος, οὔτε τῇ γυναικὶ ἐλογίζετο τὴν ἀπαιδίαν, καὶ τὴν προσήκουσαν αὐτῇ τιμὴν διὰ πάντων ἀπένειμε. Διά τοι τοῦτο καὶ αὐτὴ φιλοτιμουμένη, καὶ βουλομένη δεῖξαι ὅσην ποιεῖται περὶ τὸν δίκαιον φιλοστοργίαν, οὐ τὸ ἑαυτῆς σκοποῦσα, ἀλλ' ὅπως ἂν ἐκείνῳ παραμυθίαν τινὰ τῆς ἀπαιδίας ἐπινοήσειε, μονονουχὶ ταῖς οἰκείαις χερσὶ λαβοῦσα τὴν παιδίσκην τὴν Αἰγυπτίαν ἐπὶ τὴν ἰδίαν εὐνὴν ἀνήγαγεν· ἀλλὰ καὶ διὰ τῶν ῥημάτων δεικνύουσα τὸν σκοπὸν, δι' ὃν τοῦτο ποιῆσαι κατεδέξατο, φησίν· Ἐπειδὴ ἐγὼ ἄχρηστος ὤφθην καὶ ἀνεπιτήδειος πρὸς γονήν· Συνέκλεισε γάρ με ὁ Κύριος τοῦ μὴ τεκεῖν. Ὅρα ψυχῆς εὐγνωμοσύνην, πῶς οὐδὲν δυσχερὲς φθέγγεται, οὐδὲ ἀποδύρεται διὰ τὴν στείρωσιν, ἀλλὰ μόνον τοῦτο ἡμῖν ἐμφῆναι βούλεται, ὅτι τῷ δημιουργῷ τῆς φύσεως τοῦτο λογιζομένη πράως καὶ γενναίως ἔφερε, προτιμῶσα τὸ τῷ Θεῷ δοκοῦν τῆς οἰκείας ἐπιθυμίας, καὶ ἐσκόπει ὅπως τὸν ἄνδρα παραμυθήσηται. Ἐπειδὴ οὖν, φησὶν, Ἐμὲ συνέκλεισεν ὁ Κύριος τοῦ μὴ τεκεῖν. Πόση καὶ αὐτοῦ τοῦ ῥήματος ἡ ἔμφασις. πῶς δείκνυσι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν ἄφατον δύναμιν. Καθάπερ γὰρ ἡμεῖς, φησὶν, ἐπὶ τῆς οἰκίας κλείομεν καὶ ἀνοίγομεν, οὕτω καὶ ὁ Δεσπότης ἐπὶ τῆς φύσεως ἐργάζεται, καὶ τῷ οἰκείῳ προστάγματι καὶ τὰς κλεῖς ἐπάγει, καὶ πάλιν ἡνίκα ἂν βουληθῇ ἀνοίγει, καὶ κελεύει τὴν φύσιν τὸ ἑαυτῆς ἐργάζεσθαι. Ἐπεὶ οὖν Συνέκλεισέ με, φησὶν, ὁ Κύριος τοῦ μὴ τεκεῖν, εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Οἶδα ὅτι ἐγώ εἰμι ἡ αἰτία τῆς ἀπαιδίας· διὰ τοῦτο οὐ βούλομαί σε ἀποστερῆσαι τῆς ἐντεῦθεν παραμυθίας. Ἴσως δὲ καὶ ὑπώπτευεν ἡ Σάρα μὴ παρ' αὐτὴν μόνην εἶναι τὰ τῆς ἀπαιδίας, ἀλλὰ καὶ παρὰ τὸν πατριάρχην· διὰ τοῦτο βουλομένη δι' αὐτῶν τῶν ἔργων πληροφορηθῆναι, παραχωρεῖ τῇ παιδίσκῃ, καὶ εἰς τὴν εὐνὴν αὐτὴν ἄγει, ἵνα μάθῃ δι' αὐτῶν τῶν πραγμάτων, ὡς ἑαυτῇ τὸ πᾶν ὀφείλει λογίζεσθαι. Ὑπήκουσε δὲ, φησὶν, Ἄβραμ τῆς φωνῆς Σάρας. Πολλὴ τοῦ δικαίου ἡ φιλοσοφία. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι οὔτε πρότερον τοῦτο ἐβουλεύσατο, καίτοι ἐν ἐσχάτῳ γήρᾳ λοιπὸν ὢν, καὶ νῦν τὴν προτροπὴν παρὰ τῆς Σάρας δεξάμενος ἑτοίμως ὑπήκουσε, δεικνὺς ὅτι οὐκ ἐπιθυμίας ἕνεκεν ἁπλῶς, οὐδὲ πάθει κατακολουθῶν τῆς συνουσίας ἠνέσχετο, ἀλλ' ὥστε σπέρματος διαδοχὴν καταλιπεῖν. Καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἄβραμ Ἅγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν τῇ Χαναναίᾳ, ἔδωκεν Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτὴν γυναῖκα. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν· ἵνα γὰρ μάθωμεν ὅτι οὐδὲ μετὰ τὰ ῥήματα ταῦτα, ἅπερ ἡ Σάρα πρὸς αὐτὸν ἐποιήσατο, ἐπεπήδησε τῷ πράγματι, διὰ τοῦτό φησι· Καὶ ἔλαβε Σάρα ἡ γυνὴ Ἄβραμ Ἅγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην· μονονουχὶ δεικνύουσα ἡμῖν ἡ θεία Γραφὴ, ὅτι τὴν γαμετὴν παραμυθούμενος, καὶ ὑπακοῦσαι ταύτῃ βουλόμενος τὸ πρᾶγμα κατεδέξατο. Ἵνα γὰρ μάθῃς μετὰ ἀκριβείας τοῦ πατριάρχου τὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐγκράτειαν, φησί· Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναάν. Οὐχ ἁπλῶς οὐδὲ τὸν χρόνον ἐπεσημήνατο, ἀλλ' ἵνα εἰδέναι ἔχωμεν, ἐν πόσοις ἔτεσιν ὁ δίκαιος ἐκαρτέρησε, καὶ γενναίως τὴν ἀπαιδίαν ἤνεγκε, καὶ ἀνώτερος παντὸς πάθους τυγχάνων, πολλὴν τὴν σωφροσύνην ἐπεδείξατο· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ἵνα καὶ ἕτερόν τι ἐκ τούτου μάθωμεν. Διὰ γὰρ τοῦτο προσέθηκε· Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναάν· οὐ γὰρ πάντα τὸν χρόνον τοῦ συνοικεσίου νῦν ἡμῖν ἐγνώρισεν, ἀλλὰ τὸν ἐν τῇ Χαναὰν χρόνον αὐτοῖς ἀναλωθέντα. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ γὰρ εὐθέως ἐπιστάντι τῇ Χαναναίᾳ ἐπηγγείλατο ὁ φιλάνθρωπος Δεσπότης λέγων· Τῷ σπέρματί σου τὴν γῆν ταύτην δώσω· καὶ πάλιν μετὰ ταῦτα καὶ ἅπαξ καὶ δεύτερον τὰς ὑποσχέσεις πρὸς αὐτὸν ἐποιήσατο, ἵνα γνῷς, ἀγαπητὲ, ἐν πόσοις ἔτεσι διαναβαλλομένου τοῦ Δεσπότου, καὶ μηδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἄγοντος, ὁ δίκαιος οὗτος οὐκ ἐταράττετο τὴν γνώμην, ἀλλὰ τῶν οἰκείων λογισμῶν προετίμα τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα. Διὰ τοῦτό φησι, Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς ἐν γῇ Χαναάν. Εἶδες ψυχῆς ἀνδρείαν, εἶδες γυμνάσιον φιλοσοφίας, πῶς περιφανέστερον αὐτὸν ποιῆσαι βουλόμενος ὁ Δεσπότης μέλλει καὶ ἀναβάλλεται; Ἐπειδὴ γὰρ κήδεται τῶν αὑτοῦ θεραπόντων, οὐχ ἁπλῶς εἰς αὐτοὺς τὰς εὐεργεσίας βούλεται κατατίθεσθαι, ἀλλὰ καὶ περιφανεῖς αὐτοὺς δεικνύναι, καὶ τὴν πίστιν αὐτῶν ἅπασι κατάδηλον ποιεῖν γίνεσθαι. Εἰ γὰρ εὐθέως ἐπαγγειλάμενος τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν, διήνοιξε τῆς Σάρας τὴν μήτραν, καὶ τὴν τῶν παίδων διαδοχὴν αὐτῷ ἐχαρίσατο, οὔτε τὸ θαῦμα οὕτως ἐδείκνυτο μέγα, οὔτε ἡ τοῦ δικαίου πίστις πᾶσι περιφανὴς καθίστατο. Ἡ μὲν γὰρ τοῦ Θεοῦ δύναμις καὶ τότε δήλη ἂν ἦν· νεκρωθὲν γὰρ τὸ ἐργαστήριον τῆς φύσεως, καὶ ἄχρηστον γεγονὸς πρὸς παιδοποιίαν, πάντως αὐτὸς τῷ οἰκείῳ προστάγματι πάλιν ἐζωογόνει· ἀλλ' οὐκ ἂν οὕτω τὸν στέφανον ἀνεδήσατο ὁ πατριάρχης, ὥσπερ νῦν ἐν τοσούτῳ μήκει χρόνου τῆς ἀρετῆς αὐτοῦ βασανιζομένης, καὶ καθ' ἑκάστην ἡμέραν λαμπροτέρας γινομένης.