Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ ΛΘʹ Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-39
Not analysed yet
Καὶ μετὰ δέκατον ἐνιαυτὸν λαμβάνει τὸν Ἰσμαὴλ, τὸν ἀπὸ τῆς παιδίσκης, καὶ εἰς τοῦτον ἐνόμιζεν αὐτῷ λοιπὸν τὰ τῆς ἐπαγγελίας πεπληρῶσθαι. Ἦν γὰρ ὁ πατριάρχης, φησὶν, ἡνίκα ἐτέχθη ὁ Ἰσμαὴλ, ἐτῶν ὀγδοήκοντα ἕξ. Ἀλλὰ πάλιν ἑτέρων δεκατριῶν ἐτῶν ἀριθμὸν γυμνάσας ὁ φιλάνθρωπος Θεὸς τοῦ δικαίου τὴν ὑπομονὴν, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἄγει. Ἐπειδὴ γὰρ εἶδε καλῶς καθάπερ ἐν χωνευτηρίῳ διὰ τοῦ μήκους τοῦ χρόνου τὸ χρυσίον ἐκκαθαρθὲν, καὶ λαμπροτέραν καὶ φαιδροτέραν τοῦ δικαίου τὴν ἀρετὴν ἀναφανεῖσαν, Ἡνίκα, φησὶν, ἐγένετο Ἄβραμ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ πάλιν ὁ Θεός. Καὶ τίνος ἕνεκεν τοσοῦτον χρόνον ἐμακροθύμησεν; Οὐχ ἵνα τοῦ δικαίου μόνον τὴν ὑπομονὴν, καὶ τὴν πολλὴν ἀρετὴν καταμάθωμεν, ἀλλ' ἵνα καὶ τῆς αὐτοῦ δυνάμεως τὴν ὑπερβολὴν ἴδωμεν. Ἡνίκα γὰρ ἀπηγόρευσεν ἡ φύσις, καὶ πρὸς τὴν παιδοποιίαν λοιπὸν ἄχρηστος ἦν, καταμαρανθέντων αὐτοῦ τῶν μελῶν, καὶ κατεψυγμένων ὑπὸ τοῦ γήρως, τότε καὶ τοῦ δικαίου τὴν ἀρετὴν ἐκκαλύπτων, καὶ τὴν οἰκείαν δεικνὺς δύναμιν, τὰ τῆς ἐπαγγελίας εἰς ἔργον ἄγει. Ἀλλ' ἀναγκαῖον ἀκοῦσαι καὶ αὐτῶν τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων. Γενομένῳ, φησὶν, αὐτῷ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ ὁ Θεὸς, καὶ εἶπεν αὐτῷ. Ὅταν δὲ ἀκούσῃς, Ὤφθη, μηδὲν ταπεινὸν ὑπόπτευε, μηδὲ νομίσῃς ὀφθαλμοῖς σαρκὸς ὁρᾶσθαι τὴν θείαν ἐκείνην καὶ ἄφθαρτον δύναμιν, ἀλλ' εὐσεβῶς ἅπαντα νόει. Ὤφθη οὖν αὐτῷ ὁ Θεὸς, ἀντὶ τοῦ, τῆς παρ' αὐτοῦ δηλονότι ἐπισκέψεως αὐτὸν ἠξίωσε, καὶ ἄξιον αὐτὸν ἡγησάμενος τῆς παρ' ἑαυτοῦ προνοίας, πολλῇ κεχρημένος τῇ συγκαταβάσει, καὶ διαλέγεται, καί φησιν· Ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐναντίον μου, καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ. Πολλὴ τοῦ δικαίου ἡ εὐγνωμοσύνη, ὑπερβάλλουσα τοῦ ἀγαθοῦ Θεοῦ ἡ περὶ αὐτὸν φιλανθρωπία. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ Θεός σου· μονονουχὶ λέγων· Ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ διαφόρως οἰκονομήσας ἐγώ εἰμι, ὁ ἀναστήσας σε οἴκοθεν καὶ ἐνταῦθα ἀγαγὼν ἐγώ εἰμι, ὁ καθ' ἕκαστον καιρὸν ὑπέρμαχός σοι γινόμενος, καὶ τῶν ἐπιβουλευόντων σε ἀνώτερον πεποιηκὼς ἐγώ εἰμι· καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ Θεὸς, ἀλλ', Ἐγώ εἰμι ὁ Θεός σου. Ὅρα τὴν πολλὴν ἀγαθότητα, πῶς καὶ διὰ τῆς προσθήκης ταύτης τὸ φίλτρον τὸ περὶ τὸν δίκαιον ἐπιδείκνυται. Ὁ γὰρ τῆς οἰκουμένης ἁπάσης Θεὸς, ὁ τῶν ὅλων δημιουργὸς, ὁ οὐρανοῦ καὶ γῆς ποιητής φησιν, Ἐγώ εἰμι ὁ Θεός σου. Μέγας ὁ ὄγκος τῆς τιμῆς τῆς εἰς τὸν δίκαιον. Οὕτω καὶ τοῖς προφήταις ἔθος λαλεῖν. Ὥσπερ γὰρ αὐτὸς νῦν κοινὸς ὢν ἁπάντων Δεσπότης, ἀπὸ τοῦ δούλου καλεῖσθαι καταδέχεται, καὶ εὑρήσομεν αὐτὸν μετὰ ταῦτα λέγοντα, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· οὕτω καὶ οἱ προφῆται εἰώθασι λέγειν, Ὁ Θεὸς ὁ Θεός μου, οὐ περικλείοντες αὐτοῦ εἰς ἑαυτοὺς τὴν δεσποτείαν, ἀλλὰ καὶ αὐτοὶ τὸν πόθον ἀκάθεκτον ἐνδεικνύμενοι. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν οὐδὲν θαυμαστόν· ὅταν δὲ αὐτὸς ἐπ' ἀνθρώπων τοῦτο ποιῇ, τοῦτό ἐστι τὸ καινὸν καὶ παράδοξον. Ἀλλὰ μὴ θαυμάζωμεν, ἀγαπητοὶ, ἀλλ' ἀκούωμεν τοῦ προφήτου λέγοντος, Κρεῖσσον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι· καὶ πάλιν τοῦ μακαρίου Παύλου λέγοντος, Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὕτως ὁ μὲν προφήτης μυρίων παρανόμων τὸν ἕνα τὸν ποιοῦντα τὸ θέλημα Κυρίου κρείττονα ἀπέφηνεν· ὁ δὲ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, μνημονεύσας τῶν δικαίων ἁπάντων τῶν ἐν θλίψεσι, τῶν ἐν στενοχωρίᾳ διαγόντων, φησὶν, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Πάντα τὸν κόσμον εἰπὼν, τούτους τοὺς ἐλαυνομένους, τοὺς θλιβομένους ἀντέστησεν, ἵνα μάθῃς, ὅσον τῆς ἀρετῆς τὸ μέγεθος. Διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δημιουργός φησι πρὸς τὸν πατριάρχην· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος. Οὐδὲ γὰρ περιόψομαι τῆς τοσαύτης σου ἀρετῆς τοὺς ἱδρῶτας, ἀλλὰ Θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Οὐχ ἁπλῶς εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσω, ἀλλὰ καὶ Σφόδρα, τὴν πολλὴν ἐπίτασιν δηλῶν· καὶ ὅπερ ἀνωτέρω ἔλεγεν εἰπὼν, Ὡς τὴν ἄμμον καὶ τοὺς ἀστέρας, τοῦτο ἐνταῦθα διὰ τοῦ Σφόδρα ἐδήλωσεν. Ἀλλ' ὁ εὐγνώμων καὶ φιλόθεος οἰκέτης ὁρῶν τοῦ Θεοῦ τὴν τοσαύτην συγκατάβασιν καὶ τὴν περὶ τὸν αὑτοῦ θεράποντα κηδεμονίαν, καταπλαγεὶς, καὶ εἰς ἔννοιαν ἐλθὼν τῆς τε οἰκείας φύσεως, τῆς τε τοῦ Θεοῦ ἀγαθότητος, καὶ τῆς ἀπείρου δυνάμεως, Ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον αὐτοῦ, δεικνὺς διὰ τοῦ σχήματος τὴν οἰκείαν εὐγνωμοσύνην. Οὐ μόνον γὰρ οὐκ ἀπενοήθη, οὐδὲ μέγα ἐφρόνησεν ἐπὶ τῇ εὐνοίᾳ τῇ εἰς αὐτὸν γεγενημένῃ, ἀλλὰ καὶ πολλῷ μᾶλλον συνεστάλη. Καὶ ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον. Τοιοῦτον γὰρ ἡ εὐγνώμων ψυχή· ἐπειδὰν πλείονος ἀπολαύσῃ τῆς παῤῥησίας, τότε μᾶλλον πολλὴν ἐπιδείκνυται τὴν περὶ τὸν Θεὸν εὐλάβειαν· Ἔπεσε γὰρ, φησὶν, ἐπὶ πρόσωπον αὐτοῦ. Καὶ ἐπειδὴ μετὰ τὴν τοσαύτην παῤῥησίαν εἰς ἑαυτὸν ὁρῶν ὁ δίκαιος καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὐδὲ ἀνανεῦσαι ἐτόλμα, ἀλλὰ κάτω κύπτων πολλὴν ἐπεδείκνυτο τὴν εὐλάβειαν· ὅρα πάλιν τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον φιλοτιμίαν. Ἐλάλησε γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς λέγων· Ἰδοὺ ἐγὼ καὶ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν, καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, καὶ αὐξανῶ σε· καὶ θήσω σε εἰς ἔθνος, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.