Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΜΒʹ Ἐξαναστάντες δὲ οἱ ἄνδρες ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-42
Not analysed yet
Ἐπεὶ οὖν τοιαύτη τοῦ δικαίου τούτου ἡ ἀρετὴ, εἰς ζῆλον τούτου διεγερθῶμεν, καὶ ὀψὲ γοῦν ποτε τὴν οἰκείαν ἐπιγνόντες εὐγένειαν, τὸν πατριάρχην μιμησώμεθα, καὶ ἔννοιάν τινα λάβωμεν τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλὴν ἐπιμέλειαν ποιώμεθα, ὥστε μὴ τὸ σῶμα μόνον ὑγιαίνειν, ἀλλὰ καὶ τῆς ψυχῆς τὰ διάφορα νοσήματα ἰατρεύειν. Ἐὰν γὰρ βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, τῶν τοῦ σώματος παθῶν εὐκολώτερον τὰ τῆς ψυχῆς ἰασόμεθα νοσήματα. Οἷον γὰρ ἂν ἐνοχλῇ ἡμῖν πάθος, ἐὰν ἐθέλωμεν εὐσεβεῖ λογισμῷ ἐν νῷ ἀναλαβεῖν τὸ κριτήριον τῆς φοβερᾶς ἐκείνης ἡμέρας, καὶ μὴ πρὸς τὸ παρὸν ἡδὺ ἀπιδεῖν, ἀλλὰ τὴν μετὰ ταῦτα ὀδύνην ἐγγινομένην ἡμῖν, παραχρῆμα ἀποπτήσεται καὶ ἀποπηδήσει τῆς ἡμετέρας ψυχῆς. Μὴ τοίνυν ῥᾳθυμῶμεν, ἀλλ' εἰδότες ὅτι ἀγών ἐστι καὶ παλαίσματα, καὶ δεῖ παρατετάχθαι πρὸς τὴν μάχην, καθ' ἑκάστην ἡμέραν ἡμῶν τὸν λογισμὸν ἀκμάζοντα καὶ νεαρὸν ἔχωμεν, ἵνα τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, τοῦ πονηροῦ τούτου θηρίου, τοῦ ἐπιβούλου λέγω τῆς σωτηρίας τῆς ἡμετέρας, τὴν κεφαλὴν συντρῖψαι δυνηθῶμεν. Αὐτὸς γὰρ ἡμῖν ὁ Δεσπότης ἐπήγγελται λέγων· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Νήφωμεν τοίνυν, παρακαλῶ, ἵνα κατ' ἴχνος τοῦ πατριάρχου τούτου τὴν ἀρετὴν μετιόντες, τῶν αὐτῶν ἐκείνῳ στεφάνων ἀξιωθῆναι δυνηθῶμεν, καὶ εἰς τοὺς τούτου καταντῆσαι κόλπους, καὶ διαφυγεῖν τὴν ἐν τῇ γεέννῃ κόλασιν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι. Ἀλλ' ἵνα πλείονα ζῆλον ἐν ὑμῖν ἐργαζώμεθα, καὶ πρὸς τὴν τοῦ δικαίου τούτου μίμησιν ὑμᾶς διεγείρωμεν, φέρε πάλιν ἐκ τῆς κατ' αὐτὸν ἱστορίας διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐπελθόντες τῶν ἑξῆς τὴν ἀκολουθίαν. Μετὰ γὰρ τὴν δαψιλῆ φιλοξενίαν ἐκείνην, οὐ τῇ ποιότητι ἢ ποσότητι τῶν ἐδεσμάτων κρινομένην, ἀλλὰ τῇ προθυμίᾳ, τὸ δαψιλὲς τῆς γνώμης δεξάμενος παραχρῆμα τῆς φιλοξενίας τὰς ἀμοιβὰς ἐχαρίσατο. Καὶ μαθὼν τίς τε εἴη ὁ παραγεγονὼς, καὶ πόση ἡ τούτου δύναμις, μέλλουσιν ἐκεῖθεν ἐπὶ τὴν Σοδόμων καταστροφὴν ὁρμᾷν ἠκολούθησεν ὁ πατριάρχης συμπροπέμπων, φησίν. Ὅρα Δεσπότου φιλανθρωπίαν, ὅσῃ συγκαταβάσει κέχρηται, ὁμοῦ καὶ τὴν εἰς τὸν δίκαιον τιμὴν δεικνὺς, καὶ ἐκκαλύψαι βουλόμενος τὴν ἀρετὴν τὴν ἐναποκειμένην αὐτοῦ τῇ ψυχῇ. Ἐξαναστάντες δὲ, φησὶν, οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας Τοὺς ἀγγέλους φησίν. Ἐνταῦθα μὲν γὰρ ἐν τῇ σκηνῇ τοῦ Ἀβραὰμ καὶ οἱ ἄγγελοι, καὶ ὁ τούτων Δεσπότης κατὰ ταὐτὸν ὤφθησαν· λοιπὸν δὲ οἱ μὲν ὡς ὑπηρέται ἀπεστέλλοντο ἐπὶ τὴν καταστροφὴν τῶν πόλεων ἐκείνων, ὁ δὲ ἔμενε, καθάπερ φίλος φίλῳ, μονονουχὶ κοινολογούμενος τῷ δικαίῳ, ἅπερ ἔμελλε ποιεῖν. Ἀπελθόντων τοίνυν ἐκείνων, Εἶπε, φησὶν, ὁ Κύριος· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ. Μεγίστη τοῦ Θεοῦ ἡ συγκατάβασις, καὶ πάντα λόγον ὑπερβαίνουσα ἡ εἰς τὸν δίκαιον τιμή. Ὅρα γὰρ πῶς πρὸς αὐτὸν διαλέγεται, ὡσανεὶ ἄνθρωπος ἀνθρώπῳ διαλεξόμενος, δεικνὺς ἡμῖν ὅσης οἱ ἐνάρετοι ἀξιοῦνται τῆς παρὰ τοῦ Θεοῦ τιμῆς. Καὶ ἵνα μὴ νομίσῃς τῆς τοῦ Θεοῦ μόνον εἶναι ἀγαθότητος τὴν τοσαύτην εἰς τὸν δίκαιον τιμὴν, ὅρα πῶς ἡ θεία Γραφὴ διδάσκει ἡμᾶς, ὅτι αὐτὸς ἑαυτῷ ταύτης τῆς τιμῆς αἴτιος κατέστη, μετὰ πολλῆς τῆς ὑπακοῆς τοῖς παρὰ τοῦ Θεοῦ πειθόμενος ἐπιτάγμασιν. Εἰπὼν γάρ· Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ, οὐκ εὐθέως λέγει τὸ μέλλον ἔσεσθαι· ἀκόλουθον γὰρ ἦν ἐπαγαγεῖν καὶ εἰπεῖν, ὅτι μέλλει τὰ Σόδομα ἐμπιπρᾷν. Ἀλλ' ἄξιον μηδὲ ἐκεῖνο παραδραμεῖν· οὐδὲ γὰρ συλλαβὴν οὐδὲ κεραίαν παρατρέχειν χρὴ τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων. Πόσης γὰρ οἴει τιμῆς εἶναι καὶ τοῦτο αὐτὸ τὸ λέγειν, Ἀβραὰμ τοῦ παιδός μου; πόσου φίλτρου; πόσης διαθέσεως; Τοῦτο γὰρ μάλιστα δείκνυσι τὸ ἐξαίρετον, καὶ τὴν εἰς τὸν δίκαιον τιμήν. Εἶτα, ὅπερ ἔλεγον, εἰπὼν, Οὐ μὴ κρύψω, οὐκ εὐθέως ἐπάγει καὶ λέγει τὸ γινόμενον, ἀλλὰ τί; Ἵνα μάθωμεν ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοσαύτην περὶ αὐτὸν δείκνυται τὴν κηδεμονίαν, φησίν· Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. ᾜδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου τοῦ Θεοῦ, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ πάντα, ἃ ἐλάλησε πρὸς αὐτόν. Βαβαὶ, πόσον τῆς τοῦ Δεσπότου φιλανθρωπίας τὸ μέγεθος. Ἐπειδὴ μέλλει μετὰ ταῦτα ἐπάγειν τὰ κατὰ τὴν καταστροφὴν Σοδόμων, προλαβὼν νῦν παραθαῤῥύνει τὸν πατριάρχην, ὁμοῦ καὶ τὴν μεγίστην εὐλογίαν αὐτῷ ἐπαγγελλόμενος, καὶ ὅτι εἰς πλῆθος ἔσται μέγα, καὶ διδάσκων αὐτὸν ὅτι ἀμοιβὴν ταύτην λαμβάνει τῆς φιλοθέου αὐτοῦ γνώμης. Ἐννόησον γὰρ ὅση ἐστὶν ἡ τοῦ πατριάρχου ἀρετὴ, ὅταν ὁ Θεὸς λέγῃ· ᾜδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου. Πολλὴ τῆς ἀρετῆς ἡ ἐπίτασις· οὐ γὰρ μόνον ὑπὲρ ὧν αὐτὸς μέτεισι τὴν ἀρετὴν, τὰς ἀμοιβὰς δέχεται, ἀλλὰ καὶ ὑπὲρ ὧν διετάξατο τοῖς ἐξ αὐτοῦ τεχθεῖσι, δαψιλοῦς ἀξιοῦται τῆς ἀντιδόσεως· εἰκότως· αὐτὸς γὰρ λοιπὸν ἅπασι διδάσκαλος γέγονεν. Ὁ γὰρ τὴν ἀρχὴν καὶ τὰ προοίμια παρασχὼν, οὗτος καὶ τῶν μετὰ ταῦτα γινομένων αἴτιος ἂν εἴη.