# In Genesim (homiliae 1-67) 2.1-50

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Νʹ Ἐν γαστρὶ δὲ ἔλαβεν ἡ Ῥεβέκκα, καὶ ἐσκίρτων τὰ παιδία ἐν αὐτῇ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/2.1-50

Ἰδοὺ λοιπὸν ἐντεῦθεν ἀντεστράφη ἡ τάξις, καὶ τὸ τοῦ πρωτοτόκου ἀξίωμα μετῆλθεν ἐπὶ τὸν τῇ ἀρετῇ τῆς ψυχῆς διαλάμποντα. Καὶ ἀπέδοτο, φησὶν, Ἡσαῦ τὰ πρωτοτόκια, ἀντὶ τοῦ, Πέπρακε τῆς τροφῆς ἕνεκα τὸ ἀξίωμα τὸ παρὰ τῆς φύσεως αὐτῷ δωρηθέν· διὸ ἐπήγαγε, Καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια· ἀγνώμων γέγονε περὶ τὴν κατασχεθεῖσαν αὐτῷ ἐξ αὐτῆς τῆς φύσεως προεδρίαν. Τοῦτο δὲ ὅλον ἐγίγνετο, ἵνα κἀκείνου δειχθῇ ἡ ἀγνωμοσύνη, καὶ ἡ τοῦ Θεοῦ πρόῤῥησις εἰς ἔργον ἐξέλθῃ. Ταῦτα δὲ ἀκούοντες παιδευώμεθα μηδέποτε τῶν παρὰ τοῦ Θεοῦ δωρεῶν ἀμελεῖν, μηδὲ μικρῶν ἕνεκα καὶ εὐτελῶν τὰ μεγάλα προΐεσθαι. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, βασιλείας οὐρανῶν προκειμένης καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, περὶ τὴν τῶν χρημάτων ἐπιθυμίαν μεμήναμεν, καὶ τὰ πρόσκαιρα καὶ πολλάκις οὐδὲ μέχρι τῆς ἑσπέρας ἡμῖν παραμένοντα τῶν διηνεκῶς καὶ ἀεὶ παραμενόντων προτιμῶμεν; Καὶ τί τῆς ἀνοίας ταύτης χεῖρον γένοιτ' ἂν, ὅταν κἀκείνων ἀποστερώμεθα διὰ τὴν περὶ ταῦτα ἐπιθυμίαν, καὶ μηδὲ τούτων ἀπολαύειν καθαρῶς δεδυνήμεθα; Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς πολλῆς περιουσίας; Ἢ οὐκ ἴστε ὅτι ἡ πολλὴ προσθήκη τῶν χρημάτων οὐδὲν ἕτερον ἡμῖν ἐργάζεται ἢ φροντίδων προσθήκην καὶ περισπασμὸν καὶ ἀγρυπνίαν; Οὐχ ὁρᾶτε ὅτι οὗτοι μάλιστά εἰσιν οἱ πάντων, ὡς εἰπεῖν, δοῦλοι, οἱ τὰ πλείονα περιβεβλημένοι, καὶ καθ' ἑκάστην ἡμέραν τὰς σκιὰς αὐτὰς δεδοικότες; Ἐντεῦθεν γὰρ τίκτονται αἱ ἐπιβουλαὶ, αἱ βασκανίαι, ὁ φθόνος ὁ πολὺς, τὰ μυρία ἄλλα κακά. Καὶ πολλάκις ἂν ἴδοις τὸν μύρια τάλαντα χρυσίου ἔχοντα ἀποκείμενα μακαρίζοντα τὸν ἐπ' ἐργαστηρίου ἑστηκότα, καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας τὴν τροφὴν ποριζόμενον. Ποία οὖν ἡδονὴ, ἢ ποῖον κέρδος, ὅταν μήτε τούτων ἀπολαύωμεν, καὶ διὰ τὴν περὶ ταῦτα ἐπιθυμίαν καὶ τῶν μειζόνων ἀποστερώμεθα; Τί δὲ λέγω τῶν μειζόνων, ὅταν μετὰ τῶν ἐνταῦθα κακῶν, καὶ τὴν ἔκπτωσιν τῶν ἐκεῖ ἀγαθῶν, καὶ πρὸς τὴν γέενναν αὐτὴν ἀποπεμπώμεθα; Καὶ οὔπω λέγω τὰ μυρία ἁμαρτήματα τὰ ἐντεῦθεν συλλεγόμενα, τοὺς δόλους, τὰς συκοφαντίας, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας. Ἀλλὰ κἂν ἁπάντων τούτων ἐλεύθερος ᾖ τις, ὅπερ ἂν εἴη τῶν δυσχερῶν, τοσαῦτα δὲ εἴη περιβεβλημένος, χρημάτων καὶ τῆς οἰκείας μόνης ἀπολαύσεως γινόμενος, καὶ μὴ προϊέμενος τοῖς ἐν χρείᾳ οὖσι μετὰ δαψιλείας, τὸ τῆς γεέννης πῦρ καὶ τὸν τοιοῦτον ἐκδέξεται. Καὶ τοῦτο διδάσκει ἡμᾶς σαφῶς ἡ παραβολὴ ἡ ἐν τῷ Εὐαγγελίῳ κειμένη, ἡνίκα τοὺς μὲν ἐκ δεξιῶν ἔστησε, τοὺς δὲ ἐξ εὐωνύμων· καὶ τοῖς μὲν τὴν βασιλείαν εἶπεν ἡτοιμάσθαι διὰ τὴν περὶ τοὺς δεομένους ἐπιμέλειαν· Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν. Τοῖς δὲ τὸ πῦρ αἰώνιον· Πορεύεσθε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Μέγας τοῦ ῥήματος ὁ ὄγκος· ὁ Δεσπότης τῶν ἁπάντων καὶ δημιουργός φησιν· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ποίας οὐκ ἂν καθίκοιτο τοῦτο ψυχῆς, κἂν αὐτολιθίνη τυγχάνῃ; Ὁ Δεσπότης σου πεινῶν περιέρχεται, καὶ σὺ τρυφᾷς· καὶ οὐ τοῦτο μόνον τὸ δεινὸν, ἀλλ' ὅτι καὶ τρυφῶν περιορᾷν αὐτὸν ἀνέχῃ, καὶ ταῦτα οὐδὲ πολλοῦ τινος δεόμενον, ἀλλ' ἄρτου μόνον ἑνὸς, ὥστε τὸν λιμὸν παραμυθήσασθαι. Ἀλλ' αὐτὸς μὲν τῷ κρυμῷ πηγνύμενος περιέρχεται, σὺ δὲ τὰ τῶν σηρῶν νήματα περικείμενος οὐκ ἐπιστρέφῃ, οὐδὲ τὴν συμπάθειαν ἐπιδείκνυσαι, ἀλλ' ἀνηλεῶς παρατρέχεις. Καὶ ποίας ταῦτα ἂν εἴη συγγνώμης ἄξια; Μὴ τοίνυν τοῦτο σπουδάζωμεν, τὸ πάντων ἐκ παντὸς τρόπου πλείονα περιβάλλεσθαι, ἀλλ' ἐκεῖνο σκοπῶμεν ὅπως καὶ ταῦτα καλῶς διαθῶμεν, καὶ τὴν τῶν ἐν χρείᾳ τυγχανόντων ἔνδειαν παραμυθησώμεθα, κἀκείνων μὴ ἐκπέσωμεν τῶν ἀεὶ μενόντων, τῶν οὐδεμίαν μεταβολὴν ἐπιδεχομένων. Διὰ γὰρ τοῦτο καὶ τὴν ἡμέραν ἡμῶν τῆς τελευτῆς ἄδηλον ἡμῖν ἐποίησεν ὁ Δεσπότης, ἵνα ἡμᾶς παρασκευάσῃ διηνεκῶς νήφειν καὶ ἐγρηγορέναι, καὶ ταύτῃ μᾶλλον διεγείρῃ πρὸς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν. Γρηγορεῖτε γὰρ, φησὶν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ἀλλ' ἡμεῖς τὸ ἐναντίον πράττομεν, καὶ δι' ὅλου καθεύδομεν ὕπνον τούτου τοῦ φυσικοῦ βαρύτερον. Ὁ μὲν γὰρ τοῦτον καθεύδων τὸν ὕπνον, καὶ πρὸς τὰ κακὰ καὶ πρὸς τὰ καλὰ ἀνενέργητος τυγχάνει· ἡμεῖς δὲ ἕτερον ὕπνον καθεύδομεν, πρὸς μὲν τὰ τῆς ἀρετῆς ἔργα καθεύδοντες, πρὸς δὲ τὰ τῆς κακίας ἐγρηγορότες, κἀκεῖνα μὲν ἀόκνως διαπραττόμενοι, ἐν δὲ τούτοις πολλὴν τὴν ῥᾳθυμίαν καὶ τὸν ὕπνον ἐπιδεικνύμενοι, καὶ ταῦτα ὁρῶντες καθ' ἑκάστην ἡμέραν τοὺς μὲν ἐντεῦθεν ἀπαγομένους, τοὺς δὲ καὶ ἐν τῷ παρόντι βίῳ πολλὴν τὴν μεταβολὴν ὑπομένοντας· καὶ οὐδὲ αὐτὴ ἡ ἀνωμαλία παιδεῦσαι ἡμᾶς ἱκανὴ, καὶ εἰς πόθον τῆς ἀρετῆς ἀναγαγεῖν, καὶ παρασκευάσαι ὑπεριδεῖν τῶν παρόντων, καὶ ποθῆσαι τὰ μέλλοντα, καὶ προτιμῆσαι τῆς σκιᾶς καὶ τῶν ὀνειράτων τὴν ἀλήθειαν. Σκιᾶς γὰρ καὶ ὀνειράτων οὐδὲν τὰ παρόντα διενήνοχε. Μὴ τοίνυν ἑαυτοὺς ἀπατῶμεν, μηδὲ τὰς σκιὰς μεταδιώκωμεν· ἀλλ' ὀψὲ γοῦν ποτε τῆς οἰκείας σωτηρίας φροντίδα ποιησώμεθα, καὶ τὰ χρήματα κενώσωμεν εἰς τοὺς δεομένους, ἵνα τῆς ἐπὶ τούτοις ἀμοιβῆς ἀξιωθῶμεν παρὰ τοῦ φιλανθρώπου Θεοῦ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
