# In Genesim (homiliae 1-67) 2.1-51

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΑʹ Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/2.1-51

Ἵνα μὴ νομίσῃ ὁ δίκαιος ὅτι βουλόμενος αὐτὸν τῆς στενοχωρίας τῆς ἀπὸ τοῦ λιμοῦ πεῖραν λαβεῖν, τοῦτο ἐπιτάττει, καὶ οὐ συγχωρεῖ εἰς τὴν Αἴγυπτον ἀπελθεῖν, φησί· Μὴ ἀγωνία, μηδὲ φρόντιζε, ἀλλ' ἐνταῦθα μένε· Ἐγὼ γὰρ ἔσομαι μετὰ σοῦ. Τὸν χορηγὸν ἁπάντων τῶν ἀγαθῶν ἔχων, μὴ φρόντιζε μηδενός. Ἐγὼ γὰρ ὁ πάντων Δεσπότης ἔσομαι μετὰ σοῦ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ εὐλογήσω σε, ἀντὶ τοῦ, Ἐπίδοξόν σε ποιήσω, καὶ τὴν παρ' ἐμοῦ σοι εὐλογίαν παρέξω. Τί ἂν εἴη τούτου μακαριώτερον τοῦ δικαίου τοῦ τοσαύτην ἐπαγγελίαν παρὰ τοῦ Θεοῦ δεξαμένου, ὅτι Ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε; Τοῦτό σε πάντων εὐπορώτερον ἀποδείξει, τοῦτό σε ἐν πολλῇ περιουσίᾳ εἶναι παρασκευάσει, τοῦτό σοι ἡ μεγίστη δόξα, τοῦτο ἡ ἄφατος περιφάνεια, τοῦτο ἡ ἀσφάλεια, τοῦτο τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ ἐμὲ εἶναι μετὰ σοῦ, καὶ εὐλογῆσαί σε. Πῶς δέ σε εὐλογήσω; Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ὡς ξένος καὶ ἀλήτης νομίζεις ἐπιχωριάζειν τοῖς μέρεσι τούτοις· ἴσθι ὅτι σοὶ καὶ τῷ σπέρματί σου πᾶσα αὕτη δοθήσεται ἡ γῆ. Καὶ ἵνα θαῤῥεῖν ἔχῃς, μάνθανε, ὅτι Τὸν ὅρκον, ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου, τοῦτον ἐπὶ σοὶ στήσω. Ὅρα συγκατάβασιν Θεοῦ. Οὐκ εἶπεν ἁπλῶς, Τὰς συνθήκας, ἃς ἐποιησάμην πρὸς τὸν πατέρα τὸν σὸν, οὔτε τὰς ἐπαγγελίας, ἃς ὑπεσχόμην· ἀλλὰ τί; Τὸν ὅρκον ὃν ὤμοσα. Ὅρκῳ αὐτὸν ἐπιστωσάμην, φησὶ, καὶ ὀφείλω εἰς ἔργον ἀγαγεῖν καὶ πληρῶσαι τὸν ὅρκον τὸν ἐμόν. Ὁρᾷς Θεοῦ φιλανθρωπίαν; Οὐ πρὸς τὴν οἰκείαν ἀξίαν ὁρῶν φθέγγεται· ἀλλὰ πρὸς τὴν ἀσθένειαν συγκαταβαίνων τὴν ἡμετέραν. Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι ὡς ἐπὶ τὸ πλεῖστον ἐκεῖνα εἰς ἔργον ἄγειν σπουδάζουσιν, οὐχ ἅπερ ἂν ἁπλῶς ὑπόσχωνταί τισιν, ἀλλ' ὅσα ἂν μεθ' ὅρκου ἐπαγγέλλωνται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς πληροφορῶν τὸν δίκαιον, ὅτι πάντως ἔσται τὰ παρ' αὐτοῦ λεγόμενα, φησίν· Ἴσθι ὅτι τὰ παρ' ἐμοῦ ὀμνυθέντα εἰς ἔργον ἀχθῆναι δεῖ. Τί οὖν, φησίν; ὁ Θεὸς ὤμοσε; καὶ κατὰ τίνος ὀμόσαι ἠδύνατο; Ὁρᾷς ὅτι συγκαταβάσεως ἦν τὸ εἰρημένον· τὴν γὰρ βεβαίωσιν τῆς ὑποσχέσεως ὅρκον ἐκάλεσε. Καὶ στήσω, φησὶ, τὸν ὅρκον μου, ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου. Εἶτα διδάσκει αὐτὸν καὶ τίνα ἐστὶν ἃ ὑπέσχετο, καὶ περὶ τίνων αὐτῷ διεβεβαιώσατο. Καὶ πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. Τοῦτο γὰρ καὶ τῷ πατριάρχῃ ἔλεγεν, ὅτι Τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς καὶ τοῖς ἄστροις καὶ τῇ ἄμμῳ παρισωθῆναι. Καὶ δώσω, φησὶν, τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς. Διὰ τοῦτο δὲ τὰς ὑποσχέσεις τὰς εἰς ἐκεῖνον γεγενημένας εἰς σὲ πληρώσω, Ἀνθ' ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου. Ὅρα Θεοῦ σοφίαν, ὅπως διεγείρει τοῦ δικαίου τὴν διάνοιαν, καὶ προθυμότερον ἐργάζεται, καὶ παρασκευάζει μιμητὴν τοῦτον τοῦ οἰκείου πατρὸς καταστῆναι. Εἰ γὰρ ἐκεῖνος, ἐπειδὴ, φησὶν, ὑπήκουσε τῆς ἐμῆς φωνῆς, ταύτης ἠξιώθη τῆς ὑποσχέσεως, καὶ διὰ τὴν ἐκείνου ἀρετὴν εἰς σὲ τὸν ἐξ αὐτοῦ τεχθέντα ταῦτα πληροῦν μέλλω· εἰ καὶ σὺ αὐτὸς ἐκείνου ζηλωτὴς κατασταίης, καὶ τὴν ἐκείνου ὁδὸν ἔλθοις, ἐννόησον, ὅσης ἀπολαύσεις τῆς παρ' ἐμοῦ εὐνοίας, καὶ πόσης προνοίας ἀξιωθήσῃ. Ὁ γὰρ διὰ τὴν ἑτέρου ἀρετὴν μέλλων εὖ πάσχειν, εἰ καὶ αὐτὸς ἐνάρετος γένοιτο, πολλῷ πλείονος ἀξιωθήσεται κηδεμονίας. Τί δέ ἐστιν, Ἀνθ' ὧν ὑπήκουσε τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου, καὶ τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου; Εἶπον αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω· καὶ κατέλειπε τὰ ἐν χερσὶ, καὶ τὰ ἄδηλα ἐδίωκε. Καὶ οὐκ ἐνεδοίασεν, οὐδὲ ἠμέλλησεν, ἀλλὰ μετὰ πάσης προθυμίας τὸ ἐπίταγμα πληρῶν ὑπήκουσε τῆς ἐμῆς φωνῆς. Πάλιν τὰ ὑπὲρ τὴν φύσιν αὐτῷ ἐπηγγειλάμην, καὶ μετὰ τὸ τὴν ἡλικίαν ἀπαγορεῦσαι, καὶ μηκέτι μήτε αὐτὸν, μήτε τὴν μητέρα τὴν σὴν πρὸς τεκνογονίαν ἔχειν τινὰ ἐπιτηδειότητα, ἀκούων παρ' ἐμοῦ ὅτι τὸ ἐξ αὐτοῦ σπέρμα εἰς τοσοῦτον ἐκταθήσεται, ὡς πᾶσαν πληρῶσαι τὴν γῆν, οὐδὲ τότε διεταράχθη τὸν λογισμὸν, ἀλλ' ἐπίστευσε· δι' ὃ καὶ δικαιοσύνη αὐτῷ ἐλογίσθη, ὅτι τῇ δυνάμει τῇ ἐμῇ πιστεύσας, καὶ ταῖς ὑποσχέσεσι θαῤῥήσας ταῖς ἐμαῖς, ἀνώτερος γέγονε τῆς ἀσθενείας τῆς ἀνθρωπίνης. Καὶ μετὰ τὸ σὲ τεχθῆναι, τῆς μητρὸς τῆς σῆς δυσχεραινούσης πρὸς τὸν Ἰσμαὴλ τὸν ἐκ τῆς παιδίσκης τεχθέντα, καὶ βουλομένης αὐτὸν ἀπελάσαι τῆς οἰκίας μετὰ τῆς Ἅγαρ, ὥστε μηδὲν κοινὸν ἔχειν πρὸς σὲ, τοῦ πατριάρχου διὰ τὴν πατρικὴν φιλοστοργίαν ἤδη σχέσιν τινὰ καὶ πρὸς ἐκεῖνον ἔχοντος, ἀκούσας παρ' ἐμοῦ, ὅτι Τὸ δοκοῦν ποίει τῇ Σάῤῥᾳ, ἐπελάθετο τῆς φυσικῆς φιλοστοργίας, καὶ ἐξέβαλε τὸν Ἰσμαὴλ μετὰ τῆς παιδίσκης, καὶ πανταχοῦ ὑπήκουσε τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου. Καὶ γὰρ τὸ τελευταῖον προσταχθεὶς ὑπ' ἐμοῦ εἰς θυσίαν ἀνενεγκεῖν τὸν ἐν τῷ γήρει αὐτῷ δοθέντα, τὸν οὕτω περιπόθητον, οὐ περιειργάσατο τὸ πρόσταγμα, οὐ διεταράχθη τὸν λογισμὸν, οὐδὲ ἀνεκοινώσατο τῇ μητρὶ τῇ σῇ, οὐ τοῖς παισὶν, οὐ σοὶ αὐτῷ τὸ μέλλον ὑπ' αὐτοῦ πραχθήσεσθαι κατάδηλον ἐποίησεν, ἀλλ' ἐῤῥωμένῳ τῷ λογισμῷ καὶ συντεταμένῃ τῇ προθυμίᾳ εἰς ἔργον ἄγειν τὸ ἐπίταγμα ἠπείγετο τὸ ἐμόν· διὸ τὴν γνώμην αὐτοῦ στεφανώσας, τὸ ἔργον ἐκώλυσα γενέσθαι. Ἐπεὶ οὖν διὰ πάντων πολλὴν ἐπεδείξατο τὴν ὑπακοὴν καὶ φυλακὴν τῶν ἐμῶν προσταγμάτων, διὰ τοῦτο σὲ, τὸν ἐξ ἐκείνου τεχθέντα, τῶν ὑποσχέσεων τῶν εἰς αὐτὸν γεγενημένων ποιῶ κληρονόμον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
