Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΝΓʹ Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-53
Not analysed yet
Ὅρα μητρὸς φιλοστοργίαν, μᾶλλον δὲ Θεοῦ οἰκονομίαν. Αὐτὸς γὰρ ἦν ὁ καὶ ταύτην πρὸς τὴν συμβουλὴν διεγείρων, καὶ τὸ πᾶν κατορθωθῆναι ποιῶν. Εἶδες τῆς μητρὸς τὴν ἀρίστην συμβουλήν; Ὅρα καὶ τοῦ Ἰακὼβ τὸ περιεσκεμμένον, καὶ ὅπως διὰ τῆς ἀποκρίσεως τῶν οἰκείων τρόπων δείκνυσι τὴν ἐπιείκειαν. Εἶπε γὰρ, φησὶ, πρὸς τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ ἀδελφός μου Ἡσαῦ ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος· μήποτε ψηλαφήσῃ με ὁ πατὴρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐμαυτῷ κατάραν, καὶ οὐκ εὐλογίαν. Πολλὴ τοῦ παιδὸς ἡ εὐγνωμοσύνη, καὶ ἡ πρὸς τὸν πατέρα αἰδώς. Δέδοικα, φησὶ, μὴ εἰς τὸ ἐναντίον μοι τὰ τῆς σπουδῆς ἐπέλθῃ, μὴ δόξω ἐναντιοῦσθαι τῇ τοῦ πατρὸς γνώμῃ, καὶ ἀντὶ τῆς εὐλογίας κατάραν ἐπισπάσωμαι. Τί οὖν ἡ Ῥεβέκκα, ἡ θαυμασία καὶ φιλόστοργος; Ἐπειδὴ οὐκ ἐξ οἰκείας γνώμης μόνον τοῦτο διεπράττετο, ἀλλὰ καὶ τῇ ἄνωθεν ὑπηρετεῖτο προῤῥήσει, πᾶσαν σπουδὴν ποιεῖται τὸν φόβον ἐξελεῖν τοῦ παιδὸς, καὶ θάρσος ἐνθεῖναι, ὥστε τὴν συμβουλὴν εἰς ἔργον ἀγαγεῖν· καὶ οὐχ ὑπισχνεῖται αὐτῷ ὅτι δυνήσεται παρακρούσασθαι τὸν πατέρα καὶ λαθεῖν· ἀλλὰ τί; Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς φωνῆς μου, καὶ πορευθεὶς ἔνεγκέ μοι. Κἂν γένηται τοιοῦτόν τι, φησὶν, οὐδὲν αὐτὸς παραβλαβήσῃ. Μὴ τοίνυν δείσῃς, ἀλλὰ θαῤῥῶν Ὑπάκουσόν μου τῆς φωνῆς, καὶ ποίει τὰ παρ' ἐμοῦ σοι συμβουλευθέντα. Τοῦτο ἀληθῶς φιλοστοργία μητρὸς, τὸ ὑπὲρ τοῦ παιδὸς ἑτοίμως ἅπαντα καταδέχεσθαι. Ταῦτα εἰποῦσα ἴσχυσε ἐξελεῖν τοῦ παιδὸς τὸν φόβον. Καὶ πορευθεὶς ἔλαβε καὶ ἤνεγκε τῇ μητρὶ αὐτοῦ· καὶ ἐποίησεν ἐδέσματα καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ. Καὶ λαβοῦσα, φησὶν, ἡ Ῥεβέκκα τὴν στολὴν τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλὴν, ἣ ἦν παρ' αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίο νας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. Θέα μοι ἐνταῦθα τῆς Ῥεβέκκας μετὰ τῆς φιλοστοργίας καὶ τὴν πολλὴν σοφίαν. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι ὁ μὲν ἦν δασὺς, ὁ δὲ λεῖος, τὴν στολὴν, φησὶν, ἐνέδυσεν αὐτὸν τοῦ Ἡσαῦ, καὶ τὰ δέρματα περιέθηκεν αὐτῷ, καὶ πανταχόθεν σχηματίσασα αὐτὸν, ὡς τὴν ἀπάτην εἰς ἔργον ἐλθεῖν, δοῦσα τὰ ἐδέσματα καὶ τοὺς ἄρτους εἰς τὰς χεῖρας, παρεσκεύασε προσαγαγεῖν τῷ πατρί. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς τῆς ἄνωθεν χάριτος ἦν τὸ πᾶν. Ὅταν γὰρ ἡμεῖς τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, δαψιλῶς ἀπολαύσομεν καὶ τῆς παρὰ τοῦ Θεοῦ συνεργίας. Ἵνα γὰρ μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀναπεπτωκότες ὦμεν, βούλεται καὶ ἡμᾶς τι συνεισφέρειν, ἵν' οὕτω καὶ τὰ παρ' ἑαυτοῦ ἐπιδείξηται· καὶ οὔτε τὸ πᾶν τῆς ἄνωθεν γίνεται βοηθείας, ἀλλὰ δεῖ καὶ ἡμᾶς τι συνεισενεγκεῖν· οὔτε παρ' ἡμῶν πάλιν ἀπαιτεῖ τὸ πᾶν, εἰδὼς τῆς ἡμετέρας ἀσθενείας τὴν ὑπερβολὴν, ἀλλὰ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, καὶ βουλόμενος ἀφορμήν τινα λαβεῖν, ὥστε τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείξασθαι, ἀναμένει τὰ παρ' ἡμῶν εἰσενεχθῆναι· ὅπερ καὶ νῦν γεγένηται. Ἐπειδὴ γὰρ καὶ ὁ Ἰακὼβ καὶ ἡ Ῥεβέκκα, ἅπερ ἐχρῆν ἀφ' ἑαυτῶν γενέσθαι, πεποιήκασι, καὶ ὁ μὲν ὑπήκουσε τῆς συμβουλῆς τῆς μητρὸς, ἡ δὲ τὰ παρ' ἑαυτῆς πάντα ἐπλήρωσε, τότε λοιπὸν καὶ ὁ ἀγαθὸς Δεσπότης τὸ πάντων δυσχερέστερον τοῦτο μετ' εὐκολίας ἀνυσθῆναι πεποίηκε, τὸ μὴ γενέσθαι κατάδηλον τῆς ἀπάτης τὸ δρᾶμα τῷ Ἰσαάκ. Ἐπειδὴ γὰρ προσήνεγκε τὰ ἐδέσματα τῷ πατρὶ, Εἶπε· Τίς εἶ σὺ, τέκνον; Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ· Ἐγώ εἰμι Ἡσαῦ ὁ υἱός σου ὁ πρωτότοκος· πεποίηκά σοι, καθὰ λελάληκάς μοι. Ἀναστὰς κάθισον, καὶ φάγε ἐκ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ἐννόει μοι μεθ' ὅσης ἀγωνίας ταῦτα ἐφθέγγετο ὁ Ἰακώβ. Ὁ γὰρ ἐν προοιμίοις εἰπὼν τῇ μητρὶ, Φοβοῦμαι μὴ ἐπάξω ἐμαυτῷ κατάραν, καὶ οὐκ εὐλογίαν, νῦν ἐν ὅσῳ φόβῳ καθειστήκει τοσοῦτον δρᾶμα ὑποκρινόμενος; Ἀλλ' ἐπειδὴ Θεὸς ἦν ὁ συνεργῶν τοῖς γινομένοις, ἅπαντα εἰς ἔργον ἐξῄει. Τί οὖν, ἂν εἴποι τις, καὶ τῷ ψεύδει τῷ τοιούτῳ Θεὸς συνήργησε; Μὴ ἁπλῶς ἐξέταζε τὸ γινόμενον, ἀγαπητὲ, ἀλλὰ τὸν σκοπὸν καταμάνθανε, καὶ ὅτι οὐ βιωτικῆς ἕνεκέν τινος πλεονεξίας τοῦτο ἐγίνετο, ἀλλὰ τοῦ πατρὸς τὴν εὐλογίαν ἐπισπάσασθαι ἐσπούδαζεν· ἄλλως δὲ εἰ μέλλοις ἁπλῶς τὰ γινόμενα ἐξετάζειν, καὶ μὴ τὸν σκοπὸν πανταχοῦ ἐπιζητεῖν, ὅρα σοι τὸν πατριάρχην παιδοκτόνον ὀνομάζειν, καὶ τὸν Φινεὲς ἀνδροφόνον. Ἀλλ' οὔτε ἐκεῖνος παιδοκτόνος, ἀλλὰ καὶ λίαν φιλόστοργος, εἰ καί τις ἄλλος· οὔτε οὗτος ἀνδροφόνος, ἀλλὰ τὸ μᾶλλον καὶ ἄγαν ζηλωτής. Ἑκάτερος γὰρ αὐτῶν τὸ δοκοῦν τῷ Θεῷ διεπράττετο. Διόπερ ὁ μὲν διὰ τὴν ὑπακοὴν πολλῆς ἀξιοῦται τῆς ἄνωθεν ἀμοιβῆς· ὁ δὲ διὰ τὸν ζῆλον ἀνακηρύττεται. Ἔστη γὰρ, φησὶ, Φινεὲς, καὶ ἐξιλάσατο. Εἰ τοίνυν φόνος εὐδοκίμησε καὶ παιδοκτονία ἐν ἐκείνοις, ἐπειδὴ κατὰ Θεοῦ γνώμην ἐγένετο, καὶ οὐ τοῖς γεγονόσι προσέχομεν, ἀλλὰ τῷ σκοπῷ τῶν γινομένων, καὶ τῇ τῶν πεποιηκότων γνώμῃ, πολλῷ μᾶλλον καὶ ἐνταῦθα τοῦτο λογίζεσθαι χρή.