Ancient Greek
ΟΜΙΛΙΑ Ξϛʹ Ἤγγισαν δὲ, φησὶν, αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ, καὶ εἶπεν αὐτῷ· Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπ' ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν, τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με ἐξ Αἰγύπτου, καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. Ὁ δὲ εἶπεν· Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου. Εἶπε δέ· Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-66
Not analysed yet
Ταῦτα δὲ ἅπαντα ἀναλογιζόμενοι, μήτε τοὺς ἐπὶ τῆς ξένης τελευτῶντας ταλανίζωμεν, μήτε τοὺς ἐπὶ τῆς οἰκίας καταλύοντας τὸν βίον μακαρίζωμεν· ἀλλὰ τῷ τῆς θείας Γραφῆς κανόνι κατακολουθοῦντες. καὶ τοὺς ἐν ἀρετῇ βεβιωκότας, καὶ οὕτω μεθισταμένους, μακαρίζωμεν, καὶ τοὺς ἐν ἁμαρτίαις τελευτῶντας ταλανίζωμεν. Ὥσπερ γὰρ ὁ ἐνάρετος εἰς βελτίονα ζωὴν μεθίσταται τῶν πόνων τὰς ἀμοιβὰς κομιζόμενος· οὕτως ὁ ταύτης ἔρημος ὢν, ἀρχὰς καὶ προοίμια τῶν τιμωριῶν ἤδη δεχόμενος, καὶ τὰς εὐθύνας τῶν πεπραγμένων ἀπαιτούμενος, ἀνηκέστοις περιβάλλεται κακοῖς. Διὸ χρὴ ταῦτα ἐννοοῦντας ἀρετῆς ἐπιμελεῖσθαι, καὶ καθάπερ ἐν παλαίστρᾳ ἐπὶ τοῦ παρόντος βίου ἀγωνίζεσθαι, ἵνα μετὰ τὸ λυθῆναι τὸ θέατρον, λαμπρὸν ἀναδήσασθαι δυνηθῶμεν τὸν στέφανον, καὶ μὴ ἀνόνητα μεταμελώμεθα. Ἕως γὰρ ὅτου ἐνέστηκεν ὁ ἀγὼν, δυνατόν ἐστιν, εἰ βουληθείημεν, καὶ τὴν ῥᾳθυμίαν ἀποτινάξασθαι, καὶ τῆς ἀρετῆς ἀντέχεσθαι, ἵνα καὶ τῶν ἀποκειμένων στεφάνων ἐπιτυχεῖν δυνηθῶμεν. Ἀλλ' εἰ δοκεῖ, λοιπὸν ἐπανέλθωμεν ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου. Ἐπειδὴ γὰρ ἐπέσκηψε τῷ παιδὶ περὶ τῆς ταφῆς, καὶ εἶπεν ὁ Ἰωσήφ· Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου, φησὶν, Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ὅρα τὸν γέροντα, τὸν πρεσβύτην, τὸν πατριάρχην διὰ τῆς προσκυνήσεως τὴν εἰς τὸν Ἰωσὴφ τιμὴν ἐπιδεικνύμενον, καὶ διὰ τῶν ἔργων αὐτῶν πληροῦντα νῦν τοῦ ὁράματος τὴν ἔκβασιν. Ἡνίκα γὰρ διηγήσατο αὐτῷ ὁ Ἰωσὴφ τὸ ὅραμα, Εἶπε, φησὶν, Ἆρά γε ἐλθόντες ἐγώ τε καὶ ἡ μήτηρ σου προσκυνήσομέν σοι ἐπὶ τὴν γῆν; Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ πῶς ἐξῆλθε τὸ ὄναρ τῆς μητρὸς προαπελθούσης, καὶ μὴ προσκυνησάσης τὸν παῖδα; Ἔθος ἀεὶ τῇ Γραφῇ ἀπὸ τοῦ κυριωτέρου τὸ πᾶν δηλοῦν. Ἐπεὶ οὖν Κεφαλὴ τῆς γυναικὸς ὁ ἀνὴρ, Καὶ ἔσονται, φησὶν, οἱ δύο εἰς σάρκα μίαν· τῆς κεφαλῆς προσκυνησάσης, δηλονότι καὶ τὸ σῶμα ἅπαν ταύτῃ εἵπετο. Εἰ γὰρ ὁ πατὴρ τοῦτο πεποίηκε, πολλῷ μᾶλλον κἀκείνη, εἰ μὴ τῆς ζωῆς προεξηρπάσθη, τοῦτο πεποίηκεν ἄν. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε· Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ὁρᾷς ὅτι καὶ τοῦτο αὐτὸ πίστει ἐποίει, προορῶν ὅτι βασιλικοῦ γένους γενήσεται ὁ ἐκ τοῦ σπέρματος αὐτοῦ τεχθείς; Ἐπεὶ οὖν ἐπέταξεν, ἅπερ ἐβούλετο, τῷ παιδὶ, μετ' οὐ πολὺ, φησὶ, μαθὼν Ἰωσὴφ, ὅτι ἐνοχλεῖται ὁ πατὴρ αὐτοῦ, ὅτι ἐπὶ θύραις ἐστὶ τοῦ θανάτου, ὅτι ἤγγισαν τῆς τελευτῆς αἱ ἡμέραι, Λαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, ἦλθε πρὸς Ἰακώβ. Ἀπηγγέλη δὲ τοῦτο τῷ Ἰακὼβ, καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην. Ὅρα πῶς ἡ περὶ τὸν παῖδα φιλοστοργία τὸν πρεσβύτην ἐνεύρου, καὶ ἡ προθυμία ἐνίκα τὴν ἀσθένειαν. Ἀκούσας γὰρ αὐτοῦ τὴν παρουσίαν, φησὶν, Ἐκάθισεν ἐπὶ τὴν κλίνην. Καὶ ἰδὼν αὐτὸν, τὴν πατρικὴν φιλοστοργίαν περὶ αὐτὸν ἐπιδείκνυται, καὶ ἐπειδὴ ἔμελλε τελευτᾷν, τῇ εὐλογίᾳ τῇ αὐτοῦ τειχίζει τοὺς παῖδας, μεγίστην αὐτοῖς ταύτην περιουσίαν καταλιμπάνων, καὶ πλοῦτον μηδέποτε δαπανηθῆναι δυνάμενον. Καὶ ὅρα πῶς ἄρχεται· Πρῶτον διηγεῖται τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην εἰς αὐτὸν εὔνοιαν, καὶ τότε τὰς εἰς τοὺς παῖδας εὐλογίας ποιεῖται, καί φησιν· Ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν, καὶ εὐλόγησέ με, καὶ εἶπέ μοι· Ἐγὼ αὐξανῶ σε, καὶ πληθυνῶ σε, καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. Ἐπήγγελταί μοι, φησὶν, ὁ Θεὸς, ἡνίκα ἐν Λουζᾷ ὤφθη μοι, τοσοῦτον πληθῦναί μοι τὸ σπέρμα, ὡς συναγωγὰς ἐθνῶν γενέσθαι ἐξ αὐτοῦ, καὶ τὴν γῆν δὲ ταύτην ἐμοὶ καὶ τῷ σπέρματί μου δώσειν ὑπέσχετο. Νῦν οὗτοι οἱ δύο υἱοί σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, ἐμοί εἰσιν· Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβὴν καὶ Συμεὼν, ἔσονταί μοι. Τούτους, φησὶν, οὓς ἔσχες πρὸ τῆς παρουσίας τῆς ἐμῆς, ἐγὼ εἰς τὸν τῶν ἐμῶν τέκνων ἀριθμὸν εἰσποιοῦμαι, καὶ ὁμοίως τοῖς ἐξ ἐμοῦ τεχθεῖσι τῆς παρ' ἐμοῦ εὐλογίας ἀπολαύσουσι. Τὰ δὲ εἰς τὸ ἑξῆς ἔκγονα, ὅσα ἂν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσονται· ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. Ἴσθι δὲ ὅτι καὶ ἡ μήτηρ σου Ῥαχὴλ, ἡνίκα ἤγγισα εἰς τὴν Βηθλεὲμ, ἀπέθανε, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ Ἱπποδρόμου. Καὶ ἰδὼν τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε· Τίνες σοι οὗτοι; Καὶ εἶπεν· Υἱοί μου, οὓς ἔδωκέ μοι ὁ Θεός. Καὶ εἶπεν Ἰακώβ· Προσάγαγέ μοι αὐτοὺς, ἵνα εὐλογήσω αὐτούς. Καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν. Καὶ ἐφίλησεν αὐτοὺς, καὶ περιέλαβεν αὐτούς. Ὅρα μοι τὸν πρεσβύτην, ὅπως σπεύδει καὶ ἐπείγεται εὐλογῆσαι τοὺς παῖδας τοῦ Ἰωσήφ· Καὶ ἤγγισεν αὐτοὺς, φησὶ, πρὸς αὐτόν. Καὶ ἐφίλησεν αὐτοὺς, καὶ περιέλαβεν αὐτοὺς, καὶ εἶπε πρὸς Ἰωσήφ· Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου. Μεγάλα μοι, φησὶ, παρέσχεν ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ πλέον ἢ προσεδόκησα· μᾶλλον δὲ ἅπερ οὐδέποτε προσεδόκησα. Οὐ γὰρ μόνον τοῦ προσώπου σου οὐκ ἐστερήθην, ἀλλ' ἰδοὺ καὶ τοὺς ἐκ σοῦ τεχθέντας ἐθεασάμην. Καὶ ἐξήγαγεν αὐτοὺς, φησὶν, Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς. Ὅρα καὶ τοὺς παῖδας πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπαίδευσε τὴν ὀφειλομένην τιμὴν ἀπονέμειν τῷ πρεσβύτῃ. Καὶ λαβὼν, φησὶν, Ἰωσὴφ κατὰ τὴν τῶν πρωτοτόκων προεδρίαν προσήγαγε τὸν Μανασσῆ, καὶ τότε τὸν Ἐφραΐμ.