# In Genesim (homiliae 1-67) 3.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΙΗʹ Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-16

Εἰ δέ τις βούλοιτο περίεργος ὢν ζητεῖν, διὰ τί ξύλον ζωῆς ἐκαλεῖτο, μανθανέτω μὴ πάντα μετὰ ἀκριβείας τοῖς οἰκείοις λογισμοῖς ἀκολουθοῦντα δύνασθαι τὸν ἄνθρωπον καὶ τὰ τοῦ Θεοῦ ἔργα κατοπτεύειν. Ἔδοξε γὰρ τῷ Δεσπότῃ, ἵνα γυμνασίαν ἔχῃ ὑπακοῆς καὶ παρακοῆς ὁ ὑπ' αὐτοῦ δημιουργηθεὶς ἄνθρωπος ἐν τῷ παραδείσῳ διάγων, καὶ τὰ δύο ταῦτα ξύλα ἐκεῖ ἀναδεῖξαι, τὸ μὲν τῆς ζωῆς, τὸ δὲ, ὡς εἰπεῖν, τοῦ θανάτου. Ἡ γὰρ τούτου βρῶσις καὶ ἡ παράβασις τῆς ἐντολῆς τὸν θάνατον αὐτῷ ἐπήγαγεν. Ἐπεὶ οὖν τούτου μετασχὼν θνητὸς γέγονε, καὶ ταῖς τοῦ σώματος ἀνάγκαις λοιπὸν ὑπεύθυνος, καὶ ἀρχὴν ἔλαβε τῆς ἁμαρτίας ἡ εἴσοδος, δι' ἣν καὶ ὁ θάνατος ὑπὸ τοῦ Δεσπότου συμφερόντως ᾠκονομήθη, οὐκέτι λοιπὸν ἀφίησιν ἐν τῷ παραδείσῳ τὸν Ἀδὰμ, ἀλλ' ἐξελθεῖν ἐκεῖθεν προστάττει, δεικνὺς, ὅτι δι' οὐδὲν ἕτερον τοῦτο ποιεῖ, ἢ διὰ τὴν φιλανθρωπίαν τὴν περὶ αὐτόν. Καὶ ἵνα μάθωμεν ἀκριβῶς, ἀναγκαῖον αὐτὰ πάλιν ἀναγνῶναι τὰ ῥήματα τῆς θείας Γραφῆς. Καὶ νῦν, φησὶ, μή ποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ, φησὶ, πολλῆς ἀκρασίας δείγματα παρέσχε διὰ τῆς ἤδη δοθείσης ἐντολῆς, καὶ θνητὸς γέγονεν, ἵνα μὴ πάλιν, φησὶ, κατατολμήσῃ καὶ τούτου τοῦ ξύλου ἐφάψασθαι τοῦ τὴν ζωὴν παρέχοντος τὴν διηνεκῆ, καὶ μέλλῃ ἀθάνατα ἁμαρτάνειν, βέλτιον αὐτὸν ἐντεῦθεν ἔξω βληθῆναι· ὥστε κηδεμονίας μᾶλλον ἦν ἢ ἀγανακτήσεως ἡ ἐκβολὴ τοῦ παραδείσου. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· καὶ τιμωρούμενος οὐκ ἔλαττον ἢ εὐεργετῶν τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδείκνυται, καὶ τὴν τιμωρίαν δὲ ἕνεκεν νουθεσίας ἡμῖν ἐπάγει. Ὡς εἴγε ᾔδει ἡμᾶς μὴ χείρους γενομένους τῷ ἀτιμωρητὶ ἁμαρτάνειν, οὐκ ἂν οὐδὲ ἐτιμωρήσατο· ἀλλὰ προαναστέλλων ἡμῶν τὴν ἐπὶ τὸ χεῖρον πρόοδον, καὶ τὴν πονηρίαν ἐκκόπτων τὴν ἐπὶ τὸ πρόσω, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος τιμωρεῖται· ὃ δὴ καὶ νῦν πεποίηκε. Κηδόμενος γὰρ τοῦ πρωτοπλάστου, ἐκβληθῆναι τοῦ παραδείσου αὐτὸν προσέταξε. Καὶ ἐξαπέστειλεν αὐτὸν, φησὶ, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ὅρα μοι πάλιν ἐνταῦθα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐξαπέστειλεν αὐτὸν, φησὶ, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ἰδοὺ τὰς ἀποφάσεις αὐτοῦ εἰς ἔργον ἄγει, καὶ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐξαγαγὼν ἐργάζεσθαι τὴν γῆν αὐτὸν ποιεῖ, ἐξ ἧς ἐλήφθη. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐξ ἧς ἐλήφθη· ἀλλ' ἵνα διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ τῆς ταπεινοφροσύνης τὴν ἐργασίαν, καὶ εἰδέναι ἔχῃ ὡς ἐκεῖθεν αὐτῷ ἡ σύστασις, καὶ ἡ οὐσία τοῦ σώματος ἐκ τῆς γῆς ἐξ ἀρχῆς γεγένηται· ἐκείνην, φησὶν, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς καὶ αὐτὸς συνέστη. Τοῦτο γὰρ καὶ ἐν τῇ ἀποφάσει ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Τὸ αὐτὸ τοίνυν καὶ νῦν λέγει διὰ τοῦ εἰπεῖν, Ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Εἶτα, ἵνα μάθωμεν πόσῳ διαστήματι αὐτὸν ἀπῴκισε τοῦ παραδείσου, καὶ τοῦτο διδάσκει ἡμᾶς ἡ θεία Γραφὴ λέγουσα· Καὶ ἐξέβαλε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς. Σκόπει πῶς ἕκαστον τῶν γινομένων ὑπὸ τοῦ κοινοῦ Δεσπότου φιλανθρωπίας ὑπόθεσις ἦν, καὶ ἕκαστον τιμωρίας εἶδος ἀγαθότητος γέμει πολλῆς. Οὐ γὰρ τὸ ἐκβαλεῖν μόνον φιλανθρωπίας καὶ ἀγαθότητος ἦν· ἀλλὰ καὶ τὸ ἀπέναντι τοῦ παραδείσου ἐγκατοικίσαι αὐτὸν, ἵνα ἀδιάλειπτον ὀδύνην ἔχῃ, καθ' ἑκάστην ἡμέραν ἀναλογιζόμενος, οἵων ἐκπεπτωκὼς εἰς οἵαν ἑαυτὸν κατάστασιν ἤγαγεν. Ἀλλ' ὅμως εἰ καὶ ὀδύνην ἀφόρητον ἡ θέα εἶχεν, ἀλλ' οὐ μικρᾶς ὠφελείας ὑπόθεσίς ἐστι, καὶ πρὸς τὸ ἑξῆς ἀσφάλεια τῷ ὀδυνωμένῳ ἡ συνεχὴς θέα ἐγίνετο, πρὸς τὸ μὴ τοῖς αὐτοῖς πάλιν αὐτὸν περιπεσεῖν. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον τῆς ἀνθρωπίνης φύσεως τοιοῦτον τὸ ἔθος· ἐπειδὰν γὰρ ἐν ἀπολαύσει τῶν ἀγαθῶν ὄντες μὴ εἰδῶμεν αὐτοῖς κεχρῆσθαι δεόντως, τῇ στερήσει τούτων σωφρονιζόμεθα, καὶ τότε διὰ τῆς πείρας μαθόντες αἴσθησιν λαμβάνομεν τῆς οἰκείας ῥᾳθυμίας, καὶ οὕτω διὰ τῆς τῶν πραγμάτων μεταβολῆς διδασκόμεθα τίνων μὲν ἐξεπέσαμεν, τίσι δὲ κακοῖς ἑαυτοὺς περιεπείραμεν. Ὥστε καὶ τὸ πλησίον καὶ ἀπέναντι τοῦ παραδείσου προστάξαι κατοικεῖν τὸν ἐκεῖθεν ἐκπεπτωκότα μεγίστης κηδεμονίας σημεῖον ἦν, ἵνα καὶ τὴν ἐκ τῆς θέας ὑπόμνησιν ἔχῃ, καὶ τοῦ ἐντεῦθεν κέρδους ἀπολαύῃ, καὶ μηδὲ ἐπιθυμίαν τῆς φιλοζωΐας ἔχων, καὶ ἔξω τυγχάνων, κατατολμήσῃ τῆς τοῦ ξύλου βρώσεως. Ὡς γὰρ πρὸς τὴν ἀνθρωπίνην ἀσθένειαν συγκαταβαίνουσα ἅπαντα διαλέγεται ἡμῖν ἡ θεία Γραφή. Καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. Ἡ ῥᾳθυμία αὐτοῖς, ἣν ἤδη περὶ τὴν δοθεῖσαν ἐντολὴν ἐπεδείξαντο, αἴτιον γέγονε τοῦ μετὰ τοσαύτης ἀσφαλείας ἀποτειχισθῆναι αὐτοῖς τὴν εἴσοδον. Ἐννόησον γάρ μοι ὅτι οὐδὲ τῇ ἀπέναντι τοῦ παραδείσου οἰκήσει ἠρκέσθη ὁ φιλάνθρωπος, ἀλλ' ἔταξε τὰς δυνάμεις ταύτας τὰ Χερουβὶμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τὴν ἐκεῖσε εἰσάγουσαν. Οὐχ ἁπλῶς δὲ προσέθηκε, Τὴν στρεφομένην, ἀλλ' ἵνα διδάξῃ ἡμᾶς, ὅτι πᾶσα ὁδὸς αὐτῷ ἀποτετείχιστο, τῆς ῥομφαίας ἐκείνης διὰ τοῦ στρέφεσθαι πάσας τὰς ἐκεῖ φερούσας· ὁδοὺς ἀποφραττούσης, καὶ διηνεκῆ τὸν φόβον αὐτῷ καὶ τὴν ὑπόμνησιν παρέχειν δυναμένης.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
