# In Genesim (homiliae 1-67) 3.1-21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΓʹ Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-21

Ἀλλ' ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, ἀναγκαῖον πάλιν ἐπανελθεῖν ἐπὶ τὸν δίκαιον τοῦτον, καὶ ἐκπλαγῆναι αὐτοῦ τῆς ἀρετῆς τὴν ὑπερβολὴν, πῶς ἴσχυσε τοσούτου δήμου καταγελῶντος, ἐπεμβαίνοντος, χλευάζοντος, κωμῳδοῦντος (πάλιν γὰρ τὰ αὐτὰ λέγω, καὶ λέγων οὐ παύσομαι) ὑπεριδεῖν, καὶ ἀνώτερος γενέσθαι. Πῶς; Ἐγὼ λέγω· Ἐπειδὴ διηνεκῶς ἑώρα πρὸς τὸν ἀκοίμητον ὀφθαλμὸν, ἐκεῖ τεταμένον εἶχε τῆς διανοίας τὸ ὄμμα, καὶ λοιπὸν τούτων ἁπάντων ὡς οὐδὲν ὄντων ἐφρόντιζε. Καὶ γὰρ οὕτως ἔχει· ἐπειδὰν γάρ τις τρωθῇ τῷ ἔρωτι ἐκείνῳ, καὶ εἰς τὸν πρὸς τὸν Θεὸν πόθον ἑαυτὸν ἐκτείνῃ, οὐδὲν ἕτερον ὁρᾷ τῶν ὁρωμένων, ἀλλὰ διηνεκῶς ἐκεῖνον φαντάζεται τὸν ποθούμενον, καὶ ἐν νυκτὶ, καὶ ἐν ἡμέρᾳ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος. Μὴ τοίνυν σε ξενιζέτω, εἰ καὶ ὁ δίκαιος οὗτος ἅπαξ ἐκεῖ τείνας αὑτοῦ τὴν διάνοιαν, οὐδενὸς ἐφρόντιζε τῶν ὑποσκελίζειν ἐπιχειρούντων. Τὰ γὰρ παρ' ἑαυτοῦ ἐπιδειξάμενος, καὶ τὴν ἄνωθεν χάριν ἐπισπασάμενος ἀνώτερος ἁπάντων ἐγίνετο· Νῶε γὰρ, φησὶν, εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Εἰ καὶ πάσῃ τῇ τῶν τότε ἀνθρώπων φύσει οὐκ ἦν ἐπίχαρις, οὐδὲ ποθεινὸς, διὰ τὸ μὴ βούλεσθαι τὴν αὐτὴν αὐτοῖς ὁδεύειν ὁδὸν, ἀλλὰ πρὸς ἐκεῖνον τὸν τὰς καρδίας ἐμβατεύοντα χάριν εὗρε, καὶ ἐκεῖνος αὐτοῦ τὴν γνώμην ἀπεδέξατο. Τί γὰρ, εἰπέ μοι, βλάβος ἐντεῦθεν ἐγένετο ἀπὸ τῆς τῶν ὁμογενῶν χλεύης καὶ τοῦ καταγέλωτος, τοῦ πλάσαντος τὰς καρδίας ἡμῶν, καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν, ἀνακηρύττοντος τὸν ἄνδρα καὶ στεφανοῦντος; Τί δὲ ὄφελος ἀνθρώπῳ γένοιτ' ἂν παρὰ πάσης τῆς οἰκουμένης θαυμαζομένῳ καὶ ἐπαινουμένῳ, παρὰ δὲ τοῦ τῶν ὅλων δημιουργοῦ καὶ τοῦ ἀπαραλογίστου δικαστοῦ ἐπὶ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς κρινομένῳ; Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοὶ, μηδένα λόγον ποιώμεθα τοῦ παρὰ τῶν ἀνθρώπων ἐπαίνου, μηδὲ τὴν παρὰ τούτων εὐφημίαν ἐκ παντὸς τρόπου ζητῶμεν, ἀλλὰ καὶ δι' ἐκεῖνον μόνον τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ τὰ τῆς ἀρετῆς ἔργα μετίωμεν, καὶ τὴν κακίαν φεύγωμεν. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παιδεύων ἡμᾶς μὴ κεχηνέναι πρὸς τὰς παρὰ τῶν ἀνθρώπων εὐφημίας, μετὰ πολλὰ ἕτερα τελευταῖον καὶ τοῦτο ἐπήνεγκε λέγων· Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι. Σκόπει πῶς διὰ τοῦ, Οὐαὶ, ἡμῖν ἐνεφάνισε ποταπὴ τοῖς τοιούτοις κείσεται τιμωρία. Τὸ γὰρ οὐαὶ τοῦτο θρηνῶδές ἐστιν ἐπίφθεγμα· μονονουχὶ γὰρ ταλανίζων αὐτούς φησιν· Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι. Καὶ ὅρα τοῦ ῥητοῦ τὴν ἀκρίβειαν. Οὐκ εἶπεν ἁπλῶς, οἱ ἄνθρωποι, ἀλλὰ, Πάντες οἱ ἄνθρωποι. Οὐδὲ γὰρ οἷόν τε τὸν ἐνάρετον, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύοντα, καὶ ταῖς ἐντολαῖς τοῦ Χριστοῦ κατακολουθοῦντα παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι. Πολλὴ γὰρ τῆς κακίας ἡ ἐπίτασις, καὶ ἡ πρὸς τὴν ἀρετὴν ἐναντίωσις. Εἰδὼς οὖν ὁ Δεσπότης, ὅτι τὸν μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντα, καὶ τὸν παρ' αὐτοῦ μόνον ἐκδεχόμενον ἔπαινον, τῶν ἀδυνάτων ἂν εἴη παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι, καὶ καλῶς ἀκούειν, διὰ τοῦτο ταλανίζει τοὺς διὰ τὸν παρὰ τούτων ἔπαινον τῆς ἀρετῆς ἀμελοῦντας. Ἡ γὰρ παρὰ πάντων εὐφημία τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς λόγον ποιεῖσθαι. Πῶς γὰρ παρὰ πάντων ἐπαινεθείη ὁ ἐνάρετος, εἰ βούλοιτο τοὺς ἀδικουμένους ἐξαρπάζειν τῶν ἀδικούντων, τοὺς ἐπηρεαζομένους τῶν κακῶς ποιεῖν βουλομένων; Πάλιν εἰ βούλοιτο διορθοῦν τοὺς ἁμαρτάνοντας, καὶ ἐπαινεῖν τοὺς κατορθοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν; Διὰ τοῦτό φησιν· Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Πῶς οὖν οὐκ ἄξιον θαυμάζειν καὶ ἐκπλήττεσθαι τὸν δίκαιον τοῦτον, ὅτι ἅπερ ὁ Χριστὸς παραγενόμενος ἐδίδασκε, ταῦτα προλαβὼν ὑπὸ τοῦ ἐν τῇ φύσει ἐγκειμένου νόμου παιδευθεὶς μετὰ πολλῆς μετῄει τῆς ὑπερβολῆς, καὶ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον ἀποπεμψάμενος, διὰ τῆς τῶν βεβιωμένων ἀρετῆς τὴν παρὰ τῷ Θεῷ χάριν εὑρεῖν ἐσπούδαζε; Νῶε γὰρ, φησὶν, εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Ἀλλ' ὅτι μὲν διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετὴν εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ, διηγήσατο ἡμῖν ὁ θαυμάσιος οὗτος προφήτης ἐνηχούμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀναγκαῖον δὲ καὶ τὰ ἑξῆς εἰρημένα καταμαθεῖν, καὶ ἰδεῖν καὶ τὴν ψῆφον τὴν παρὰ τοῦ Θεοῦ περὶ αὐτοῦ γινομένην. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Ξένος γενεαλογίας τρόπος. Εἰποῦσα γὰρ ἡ θεία Γραφὴ, Αὗται δὲ αἱ γενέσεις Νῶε, καὶ τὰς ἀκοὰς ἡμῶν ἀναπτερώσασα, ὡς μέλλουσα τὴν γενεαλογίαν αὐτοῦ διηγεῖσθαι, καὶ τίς μὲν αὐτοῦ πατὴρ ἐγένετο, πόθεν δὲ τὸ γένος κατῆγε, καὶ ὅπως εἰς τὸν βίον παρήχθη, καὶ τὰ ἄλλα ἅπαντα, ἅπερ ἔθος τοῖς τὰς γενεαλογίας ἐξηγουμένοις διηγεῖσθαι, ταῦτα πάντα καταλιποῦσα, καὶ τῆς συνηθείας ἀνωτέρω γενομένη, φησί· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Εἶδες θαυμαστὴν γενεαλογίαν; Νῶε, φησὶν, ἄνθρωπος. Ὅρα καὶ τὸ κοινὸν ὄνομα τῆς φύσεως ἀντ' ἐγκωμίου τῷ δικαίῳ γινόμενον. Ἐπειδὴ γὰρ ἐκεῖνοι καὶ τὸ ἄνθρωποι εἶναι ἀπώλεσαν διὰ τὸ πρὸς τὰ τῆς σαρκὸς ἡδονὰς ὀλισθῆσαι, οὗτος, φησὶν, ἐν τοσούτῳ δήμῳ τοῦ ἀνθρώπου τὴν εἰκόνα διέσωσε. Τοῦτο γὰρ ἄνθρωπος, ὅταν ἀρετὴν μετίῃ. Οὐδὲ γὰρ τὸ μορφὴν ἔχειν τοῦ ἀνθρώπου, καὶ ὀφθαλμοὺς, καὶ ῥῖνα, καὶ στόμα, καὶ παρειὰς, καὶ τὰ λοιπὰ μέλη, τοῦτο ἄνθρωπον ἀποδείκνυσι· ταῦτα γὰρ μέλη τυγχάνει τοῦ σώματος. Ἄνθρωπον γὰρ ἐκεῖνον ἂν καλέσαιμεν τὸν τὴν εἰκόνα τοῦ ἀνθρώπου διασώζοντα. Τί δέ ἐστι τοῦ ἀνθρώπου ἡ εἰκών; Τὸ λογικὸν εἶναι. Τί οὖν; φησίν· ἐκεῖνοι οὐκ ἂν εἶεν λογικοί; Ἀλλ' οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐνάρετον εἶναι, καὶ τὸ τὰ κακὰ διαφεύγειν, καὶ τῶν ἀτόπων παθῶν κρατεῖν, τὸ ταῖς ἐντολαῖς τοῦ Δεσπότου κατακολουθεῖν, τοῦτο ἄνθρωπος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
