# In Genesim (homiliae 1-67) 3.1-22

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΔʹ Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-22

Ὅρα ἀγαθότητος ὑπερβολήν. Καθάπερ γὰρ φίλος φίλῳ, οὕτω λοιπὸν κοινοῦται τῷ δικαίῳ περὶ τῆς τιμωρίας, ἣν ἐπάγειν μέλλει τῷ τῶν ἀνθρώπων γένει, καί φησι· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν. Καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Τί ἐστι, Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ; Πολλὴν, φησὶν, ἐπεδειξάμην τὴν μακροθυμίαν, πολλὴν τὴν ἀνεξικακίαν, οὐ βουλόμενος ταύτην ἐπάγειν τὴν τιμωρίαν, ἣν ἐπάγειν μέλλω· ἀλλ' ἐπειδὴ πολλὴ τῶν ἡμαρτημένων αὐτοῖς ἡ ὑπερβολὴ εἰς αὐτὸν ἤγαγεν αὐτοὺς τὸν καιρὸν, καὶ τέλος δεῖ λοιπὸν ἐπιτεθῆναι, καὶ ἐκκοπῆναι αὐτῶν τὴν κακίαν, ὥστε μὴ περαιτέρω προβῆναι· Καιρὸς γὰρ, φησὶ, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Ὅρα καὶ ἐνταῦθα, πῶς καθάπερ ἀνωτέρω ἔλεγε, Πᾶς τις διανοεῖται, οὕτω καὶ νῦν, Παντὸς ἀνθρώπου. Πάντες γὰρ συμφωνοῦσι, πρὸς τὴν παρανομίαν ηὐτομόλησαν, φησὶ, καὶ οὐκ ἔστιν εὑρεῖν ἐν τοσούτῳ πλήθει τινὰ τῆς ἀρετῆς λόγον ποιούμενον. Καιρὸς γὰρ, φησὶ, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Καιρὸς, τοῦτ' ἔστιν, ἔφθασεν ὁ καιρὸς, καθ' ὃν δεῖ τὴν τομὴν ἐπιθεῖναι, καὶ τὴν νομὴν τοῦ ἕλκους ἐπισχεῖν. Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ· ὡσανεὶ μηδενὸς ἐφορῶντος, καὶ μέλλοντος εὐθύνας ἀπαιτεῖν τῶν αὐτοῖς πεπλημμελημένων, οὕτω πρὸς τὰς παρανόμους πράξεις ἑαυτοὺς ἐξέδωκαν, οὐκ ἐννοοῦντες ὅτι ἐμὲ λαθεῖν οὐχ οἷόν τε τὸν τὴν σύστασιν τῆς ζωῆς χαριζόμενον, καὶ σῶμα καὶ ψυχὴν χαρισάμενον, καὶ τοσούτων ἀγαθῶν τὴν χορηγίαν παρεσχηκότα. Καιρὸς τοίνυν παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Εἶτα ὥσπερ ἀπολογούμενος τῷ δικαίῳ, καὶ δεικνὺς ὅτι ἡ τῶν ἡμαρτημένων αὐτοῖς ὑπερβολὴ εἰς ταύτην αὐτὸν ἐκκαλεῖται τὴν ἀγανάκτησιν, φησὶν, Ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν. Μὴ γὰρ παρέλιπόν τι, φησὶ, τῶν εἰς κακίαν συντεινόντων; Τοσοῦτον ἐπεδείξαντο τὸ μέγεθος, ὡς καὶ ὑπερβλύζειν λοιπὸν τὴν κακίαν, καὶ πᾶσαν τὴν γῆν τῆς κακίας ἐμπεπλῆσθαι. Διά τοι τοῦτο καὶ αὐτοὺς καταφθείρω, καὶ τὴν γῆν, Καὶ ἰδοὺ, φησὶν, ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Ἐπειδὴ αὐτοὶ προλαβόντες διὰ τῶν παρανόμων πράξεων ἑαυτοὺς κατέφθειραν, διὰ τοῦτο παντελῆ πανωλεθρίαν ἐπάγω, καὶ ἀφανισμὸν ἐργάζομαι, καὶ αὐτῶν, καὶ τῆς γῆς, ἵνα καθαρμόν τινα δυνηθῇ δέξασθαι ἡ γῆ, καὶ ἀποκαθήρασθαι τοῦ ῥύπου τῶν τοσούτων ἁμαρτημάτων. Ἐννόει μοι λοιπὸν ποίαν εἰκὸς ἔχειν ψυχὴν τὸν δίκαιον τοῦτον ταῦτα ἀκούοντα παρὰ τοῦ Δεσπότου. Εἰ γὰρ καὶ πολλὴν ἀρετὴν ἑαυτῷ συνῄδει, ἀλλ' ὅμως οὐκ ἀναλγήτως ἐδέχετο τὰ λεγόμενα. Φιλόστοργον γὰρ τῶν δικαίων τὸ γένος, καὶ ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας πάντα ἂν ἕλοιντο εὐκόλως ὑπομεῖναι. Πῶς τοίνυν εἰκὸς ἦν ἐκ τῶν ῥημάτων τούτων συνέχεσθαι τὸν θαυμάσιον τοῦτον ὑπογράφοντα ἤδη τῷ λογισμῷ τὴν ἁπάντων ἀπώλειαν, καὶ τὴν τῆς κτίσεως ἁπάσης φθορὰν, ἴσως οὐδὲ περὶ αὑτοῦ τι χρηστὸν ὑποπτεύοντα; Οὐδέπω γὰρ ἦν αὐτῷ τοῦτο φανερόν. Ἵν' οὖν μὴ διαταράττηται τὸν λογισμὸν, ἀλλὰ μικράν τινα παραμυθίαν ἐν τῷ τοιούτῳ μεγέθει τῆς ἀθυμίας σχεῖν δυνηθῇ, ἐπειδὴ ἐδίδαξεν αὐτὸν τῆς κακίας αὐτῶν τὴν ὑπερβολὴν, καὶ ὅτι καιρὸς κατεπείγει λοιπὸν ἀπαιτῶν βαθεῖαν αὐτοὺς δέξασθαι τὴν τομὴν, φησὶ πρὸς αὐτόν· Ἐκείνους μὲν κοινὸς ὄλεθρος ἐκδέξεται, Σὺ δὲ ποίησον σεαυτῷ κιβωτόν. Τί ἐστι, Σὺ δέ; Ἐπειδὴ οὐκ ἐκοινώνησας αὐτοῖς τῆς κακίας, ἀλλὰ καὶ μετὰ ἀρετῆς τὸν βίον ὅλον διήνυσας, διὰ τοῦτό σοι προστάττω κιβωτὸν κατασκευάσαι. Ἐκ ξύλων τετραγώνων, ἀσήπτων. Νοσσιὰς ποιήσεις τὴν κιβωτὸν, καὶ ἀσφαλτώσεις ἔξωθεν καὶ ἔσωθεν αὐτὴν τῇ ἀσφάλτῳ. Ἔστω δὲ τριακοσίων πηχῶν τὸ μῆκος, καὶ πεντήκοντα τὸ πλάτος, καὶ τριάκοντα τὸ ὕψος. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν, τὴν δὲ θύραν ποιήσεις ἐκ πλαγίων, κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. Σκόπει Θεοῦ συγκατάβασιν καὶ δύναμιν ἄφατον, καὶ φιλανθρωπίαν πάντα λόγον ὑπερβαίνουσαν. Ὁμοῦ καὶ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐπιδείκνυται προστάττων αὐτῷ τὴν κιβωτὸν κατασκευάσαι, καὶ διαταξάμενος καὶ τὸν τρόπον τῆς κατασκευῆς, καὶ τὸ πλάτος, καὶ τὸ ὕψος, καὶ παραμυθίαν αὐτῷ χαρίζεται μεγίστην, ἐλπίδας αὐτῷ σωτηρίας ὑπογράφων διὰ τῆς κατασκευῆς, κἀκείνους τοὺς τοσαῦτα ἡμαρτηκότας βουλόμενος διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ εἰς ἔννοιαν ἐλθόντας τῶν αὐτοῖς εἰργασμένων, καὶ μετάνοιαν ἐπιδειξαμένους τῆς ἀγανακτήσεως τὴν πεῖραν μὴ λαβεῖν. Οὐδὲ γὰρ ὀλίγος χρόνος πάλιν αὐτοῖς πρὸς μετάνοιαν παρεσχέθη διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ, ἀλλὰ καὶ σφόδρα πολὺς, καὶ ἱκανὸς, εἰ μὴ σφόδρα ἦσαν ἀγνώμονες, καταπτῆξαι πρὸς τὴν διόρθωσιν τῶν ἐπταισμένων. Εἰκὸς γὰρ ἕκαστον αὐτῶν, ὁρῶντα τὸν δίκαιον τεκταινόμενον τὴν κιβωτὸν, τὴν αἰτίαν πυνθάνεσθαι τῆς κατασκευῆς, εἶτα μαθόντα τοῦ Θεοῦ τὴν ἀγανάκτησιν, εἰς αἴσθησιν ἐλθεῖν τῶν οἰκείων ἁμαρτημάτων, εἴπερ ἐβούλοντο. Ἀλλ' ἐκεῖνοι οὐδὲ ἐντεῦθεν ἐκέρδανάν τι πλέον, οὐκ ἐπειδὴ οὐκ ἠδύναντο, ἀλλ' ἐπειδὴ οὐκ ἠβουλήθησαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
