# In Genesim (homiliae 1-67) 3.1-23

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΕʹ Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-23

Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς διαφόρως καθάπερ ἰατρὸς ἄριστος μεθώδευσεν αὐτῶν τὴν νόσον. Ἐπειδὴ γὰρ ἀνίατα ἦν αὐτῶν τὰ τραύματα, τοσοῦτον μῆκος αὐτοῖς προθεσμίας παρέσχετο, βουλόμενος κἂν διὰ τοῦ πλήθους τοῦ χρόνου εἰς αἴσθησιν αὐτοὺς ἐλθόντας ἀνακαλέσασθαι αὐτοῦ τῆς ἀγανακτήσεως τὴν ἀπόφασιν. Ἔθος γὰρ αὐτῷ ἀεὶ, ἐπειδὴ κήδεται τῆς σωτηρίας τῆς ἡμετέρας, προλέγειν ἃς μέλλει ἐπάγειν τιμωρίας, διὰ τοῦτο μόνον, ἵνα μὴ ἐπαγάγῃ· ὡς εἴ γε ἐπαγαγεῖν ἐβούλετο, οὐκ ἂν εἶπεν· ἀλλ' ἐπίτηδες προλέγει, ἵνα ἡμεῖς μαθόντες, καὶ τῷ φόβῳ σωφρονισθέντες μεταβάλωμεν αὐτοῦ τὴν ἀγανάκτησιν, καὶ τὰς ἀποφάσεις αὐτοῦ ἀκύρους καταστήσωμεν. Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς ἡ ἐπιστροφὴ ἡ ἡμετέρα, καὶ ἡ ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀρετὴν ἐπάνοδος. Σκόπει οὖν πῶς καὶ τούτων τὴν νόσον ἐμεθόδευσε, πρότερον μὲν τῷ τοσοῦτον δοῦναι χρόνον προθεσμίας πρὸς μετάνοιαν, ἔπειτα ἐπειδὴ εἶδεν ἀναισθήτως διακειμένους, καὶ οὐδὲν ἀπὸ τοῦ πλήθους τοῦ χρόνου κερδαίνοντας, καὶ πρὸς αὐταῖς ταῖς θύραις, ὡς εἰπεῖν, τοῦ κατακλυσμοῦ, προλέγει οὐ πρὸ τριῶν ἡμερῶν, καθάπερ ἐπὶ τῶν Νινευιτῶν, ἀλλὰ πρὸ ἑπτά. Καὶ γὰρ θαῤῥῶν ἂν εἴποιμι διὰ τὸ εἰδέναι τοῦ Δεσπότου τοῦ ἡμετέρου τῆς φιλανθρωπίας τὴν ὑπερβολὴν, ὅτι καὶ ἐν ταῖς ἑπτὰ ἡμέραις, εἰ ἐβουλήθησαν ἀκριβῆ τὴν μετάνοιαν ἐπιδείξασθαι, διέφυγον ἂν τοῦ κατακλυσμοῦ τὴν πεῖραν. Ἐπεὶ οὖν οὔτε ἡ παράτασις τοῦ τοσούτου χρόνου, οὔτε ἡ στενοχωρία τοῦ καιροῦ καθικέσθαι αὐτῶν τῆς κακίας ἠδυνήθη, ἐπήγαγε κατακλυσμὸν ἐν τῷ ἑξακοσιοστῷ ἔτει τοῦ Νῶε. Νῶε δὲ, φησὶ, ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Εἴδετε, ἀγαπητοὶ, πόσης ἡμῖν ὠφελείας ὑπόθεσις γέγονε τὸ γνῶναι τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ δικαίου, καὶ ὅσων ἐτῶν ἦν, ἡνίκα ὁ κατακλυσμὸς ἐπῆλθε; Φέρε δὴ καὶ τοῖς ἀκολούθως εἰρημένοις ἐπεξέλθωμεν. Ἐπειδὴ γὰρ ἤρξατο ὁ κατακλυσμὸς, φησὶν, Εἰσῆλθε δὲ Νῶε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ εἰς τὴν κιβωτὸν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν ἑρπετῶν δύο δύο. Ἀπὸ πάντων εἰσῆλθε πρὸς Νῶε εἰς τὴν κιβωτὸν ἄρσεν καὶ θῆλυ, καθ' ἃ ἐνετείλατο Κύριος τῷ Νῶε. Οὐχ ἁπλῶς προσέθηκε τὸ, Καθ' ἃ ἐνετείλατο Κύριος τῷ Νῶε, ἀλλ' ἵνα πάλιν αὐξήσῃ τοῦ δικαίου τὸν ἔπαινον, καὶ ὅτι πάντα οὕτως ἐπλήρωσε, καθάπερ διετάξατο ὁ Δεσπότης, καὶ οὐδὲν παρέλιπε τῶν παρ' αὐτοῦ εἰρημένων αὐτῷ. Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας, καθάπερ ὑπέσχετο, φησὶν, ὁ Δεσπότης, καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς, ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνὸς, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐ μόνον τὸν ἐνιαυτὸν ἡμᾶς ἐδίδαξε, καθ' ὃν ὁ κατακλυσμὸς γέγονεν, ἀλλὰ καὶ τὸν μῆνα κατάδηλον ἐποίησε καὶ τὴν ἡμέραν. Εἶτα ἵνα τῇ διηγήσει τοὺς μετὰ ταῦτα σωφρονεστέρους ἐργάσηται, καὶ τὸν φόβον αὐξήσῃ τῶν γεγενημένων, φησίν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐῤῥάγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ὅρα πόσῃ κέχρηται καὶ νῦν ἡ ἁγία Γραφὴ τῇ συγκαταβάσει, καὶ πρὸς τὴν συνήθειαν τὴν ἀνθρωπίνην πάντα διαλέγεται. Οὐκ ἐπειδὴ καταῤῥάκται εἰσὶν ἐν τῷ οὐρανῷ, ἀλλ' ἀπὸ τῶν συντρόφων ἡμῖν ὀνομάτων ἅπαντα διαλέγεται, μονονουχὶ λέγουσα, ὅτι προσέταξε μόνον ὁ Δεσπότης, καὶ εὐθέως ἡ τῶν ὑδάτων φύσις ὑπήκουσε τῷ ἐπιτάγματι τοῦ δημιουργοῦ, καὶ πάντοθεν συῤῥέουσα πάντα τὸν κόσμον ἐπέκλυσε. Καὶ τὸ ἐν τεσσαράκοντα ἡμέραις καὶ νυξὶν ἐπαγαγεῖν τὸν κατακλυσμὸν, καὶ τοῦτο πάλιν μέγιστον εἶδος τῆς αὐτοῦ φιλανθρωπίας. Ἐβούλετο γὰρ διὰ πολλὴν ἀγαθότητα κἂν ἐνίους ἐξ αὐτῶν σωφρονισθέντας διαφυγεῖν τὴν παντελῆ ἀπώλειαν, ὁρῶντας ἐν ὀφθαλμοῖς καὶ τῶν ὁμογενῶν τὴν ἀπώλειαν, καὶ τὴν μέλλουσαν αὐτοὺς καταλήψεσθαι πανωλεθρίαν. Εἰκὸς γὰρ ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ φανερόν τι μέρος ἐπικλυσθῆναι, καὶ ἐν τῇ δευτέρᾳ προσθήκην τινὰ γενέσθαι· ὡσαύτως καὶ ἐν τῇ τρίτῃ, καὶ ἐφεξῆς. Καὶ διὰ τοῦτο εἰς τεσσαράκοντα ἡμέρας παρέτεινε καὶ τεσσαράκοντα νύκτας, ἵνα πᾶσαν αὐτῶν ἀπολογίας πρόφασιν περικόψῃ. Εἰ γὰρ ἐβούλετο καὶ προσέταξεν, ἠδύνατο καὶ ἐν μιᾷ ῥοπῇ τὰ πάντα ἐπικλύσαι, ἀλλὰ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος καὶ τῇ τοσαύτῃ παρατάσει τῶν ἡμερῶν ἐχρήσατο. Εἶτά φησιν, Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν, καὶ Σὴμ, καὶ Χὰμ, καὶ Ἰάφεθ, καὶ ἡ γυνὴ τοῦ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ, καὶ πάντα τὰ θηρία κατὰ γένος, καθάπερ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Νῶε. Ὅτε, φησὶν, ἀρχὴν ἔλαβε τὰ τοῦ κατακλυσμοῦ κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν μετὰ τῶν υἱῶν καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν γυναικῶν τῶν υἱῶν αὐτοῦ, καὶ πάντα τὰ θηρία κατὰ γένος. Καὶ ἔκλεισε, φησὶ, Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
