# In Genesim (homiliae 1-67) 3.1-25

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΖʹ Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-25

Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος σημεῖον αὐτὸ καλεῖ λέγων· Καὶ σημεῖον ἔδωκε περιτομῆς, σφραγῖδα. Ὅτι γὰρ πρὸς τὴν δικαιοσύνην οὐδὲν αὐτὴ συντελεῖ, ἰδοὺ καὶ οὗτος ὁ δίκαιος μηδέπω τῆς περιτομῆς νομοθετηθείσης πρὸς τοσαύτην ἔφθασεν ἀρετήν. Καὶ τί λέγω; Αὐτὸς ὁ πατριάρχης Ἀβραὰμ, πρὶν ἢ τὴν περιτομὴν δέξασθαι, ἀπὸ τῆς πίστεως μόνης ἐδικαιώθη. Πρὸ γὰρ τῆς περιτομῆς, φησὶ, καὶ Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ἐπὶ τῇ περιτομῇ; Μάνθανε, ὅτι πρὸ ταύτης πολλοὶ δίκαιοι γεγόνασι. Καὶ γὰρ ὁ Ἄβελ ἐκ πίστεως τὴν προσαγωγὴν ἐποιήσατο, καθάπερ καὶ Παῦλός φησιν· Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ· καὶ Ἐνὼχ μετετέθη, καὶ ὁ Νῶε κατὰ τὴν πολλὴν δικαιοσύνην τὸ κλυδώνιον ἐκεῖνο τὸ χαλεπὸν διέφυγε· καὶ ὁ Ἀβραὰμ πρὸ ταύτης ἀπὸ τῆς εἰς τὸν Θεὸν πίστεως ἀνεκηρύχθη. Οὕτως ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπὸ πίστεως τὸ τῶν ἀνθρώπων γένος τῆς σωτηρίας ἐπέτυχε. Διά τοι τοῦτο καὶ τὰς θυσίας συνεχώρησεν ὁ φιλάνθρωπος Δεσπότης αὐτῷ προσάγεσθαι, ἵνα ἐπειδὴ ἔτι ἀτελέστερον διέκειτο ἡ φύσις ἡ ἡμετέρα, ὁμοῦ καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἔχῃ ἐπιδείκνυσθαι, καὶ τῆς πρὸς τὰ εἴδωλα θεραπείας πάντη διαφύγῃ τὴν λύμην. Εἰ γὰρ, καὶ τοσαύτης γενομένης συγκαταβάσεως, ὅμως οἱ πολλοὶ οὐ διέφυγον τὸν ὄλισθον, εἰ μὴ τοῦτο γέγονε, πῶς ἄν τις τὴν ἐκεῖθεν διέφυγε βλάβην; Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Ἀλλ' οὐκ ἐπὶ τῶν ἀγνωμόνων Ἰουδαίων οὕτως· ἀλλὰ τί; Ἄκουε τοῦ προφήτου λέγοντος, Θυμίαμα εἰς βδέλυγμά μοι ἐστὶ, μονονουχὶ δεικνύοντος τῆς προαιρέσεως τῶν προσαγόντων τὴν μοχθηρίαν. Καθάπερ γὰρ ἐνταῦθα ἡ τοῦ δικαίου ἀρετὴ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας εἰργάσατο, οὕτως ἐπ' ἐκείνων ἡ τῶν προσαγόντων πονηρία τὸ θυμίαμα τὸ εὐῶδες εἰς βδέλυγμα ὀσφρανθῆναι παρεσκεύασε. Πανταχοῦ τοίνυν σπουδάζωμεν, παρακαλῶ, γνώμην ὑγιῆ ἐπιδείκνυσθαι. Αὕτη γὰρ αἰτία γίνεται πάντων τῶν ἀγαθῶν. Ὁ γὰρ ἀγαθὸς Δεσπότης οὐ τοῖς παρ' ἡμῶν γινομένοις προσέχειν εἴωθεν ὡς τῇ ἔνδοθεν διανοίᾳ, ἀφ' ἧς ὁρμώμενοι ταῦτα διαπραττόμεθα, καὶ πρὸς ἐκείνην βλέπων ἢ προσίεται τὰ ὑφ' ἡμῶν γινόμενα, ἢ ἀποστρέφεται. Κἄν τε οὖν εὐχώμεθα, κἄν τε νηστεύωμεν, κἄν τε ἐλεημοσύνην ἐργαζώμεθα (αὗται γὰρ ἡμῶν εἰσιν αἱ πνευματικαὶ θυσίαι), κἄν τε ἕτερόν τι πνευματικὸν ἔργον ἐπιτελῶμεν, ἀπὸ γνώμης ὑγιοῦς ὁρμώμενοι τοῦτο διαπραττώμεθα, ἵνα καὶ τῶν καμάτων ἄξιον τὸν στέφανον κομισώμεθα. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸν μὲν πόνον ἡμᾶς ὑπομένειν, τῆς δὲ ἀμοιβῆς ἀποστερεῖσθαι, ὅταν μὴ κατὰ τοὺς ὑπ' αὐτοῦ δοθέντας νόμους τὴν ἀρετὴν μετίωμεν. Ἔστι γὰρ, ἔστι διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν καὶ τὸ ἔργον μὴ ἐπιτελέσαντας, ἀπὸ τῆς γνώμης μόνον τὸν στέφανον κομίσασθαι· καὶ ἵνα μάθῃς, σκόπει μοι τοῦτο ἐπὶ τῆς ἐλεημοσύνης· ὅταν γὰρ ἴδῃς τὸν ἐπὶ τῆς ἀγορᾶς ἐῤῥιμμένον καὶ ἐσχάτῃ πενίᾳ κατεχόμενον, καὶ συναλγῇς, τείνας τε τὴν διάνοιαν εἰς τὸν οὐρανὸν εὐχαριστήσῃς τῷ Δεσπότῃ καὶ ὑπὲρ τῶν κατὰ σαυτὸν, καὶ ὑπὲρ τῆς ὑπομονῆς τοῦ πένητος, κἂν μὴ δύναιο ἐπαρκέσαι καὶ λῦσαι τὸν λιμὸν, ἀπὸ τῆς γνώμης ἀπηρτισμένον ἔλαβες τὸν μισθόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης ἔλεγεν· Ὃς ἐὰν ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ, Μή τι ψυχροῦ ποτηρίου εὐτελέστερον; Ἀλλ' ἡ γνώμη τὸν μισθὸν αὐτῷ προεξένησε. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐναντίου εὑρήσομεν. Ἀλλ' ἀναγκαῖον γοῦν ταῦτα κινεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα τούτων τὴν ἀκρίβειαν εἰδότες πολλὴν τῆς εὐγνωμοσύνης ποιῆσθε τὴν ἀσφάλειαν. Ἄκουε γὰρ τί φησιν ὁ Χριστός· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὁρᾷς καὶ ἐνταῦθα πάλιν ἀπὸ τῆς μοχθηρᾶς γνώμης καὶ τὴν κατάκρισιν ἑπομένην, καὶ διὰ τὴν ἀπερίσκεπτον ὄψιν, ὡς εἰς ἔργον τῆς μοιχείας ἐξελθούσης αὐτῷ, τὴν κόλασιν ἐπηρτημένην; Ταῦτα τοίνυν ἐννοοῦντες, πανταχοῦ τὴν γνώμην ἡμῶν ἀσφαλισώμεθα, ἵνα αὕτη τὰ παρ' ἡμῶν γινόμενα παρασκευάσῃ εὐπρόσδεκτα γίνεσθαι. Εἰ γὰρ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας ἐποίησε, τί οὐκ ἂν ἐργάσηται τὰς πνευματικὰς ἡμῶν ταύτας λατρείας, καὶ πόσης ἡμᾶς οὐ παρασκευάσῃ ἀπολαῦσαι τῆς ἄνωθεν εὐνοίας; Καὶ ὠσφράνθη, φησὶ, Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Εἶδες τὰ παρὰ τοῦ δικαίου γεγενημένα, πῶς, ὅσον μὲν πρὸς τὴν ὄψιν τῶν γεγονότων, εὐτελῆ τυγχάνει, ἀπὸ δὲ τῆς ὑγιοῦς αὐτοῦ γνώμης καὶ πάνυ μεγάλα δείκνυται; Σκόπει μοι λοιπὸν τοῦ φιλανθρώπου Δεσπότου τὴν ἄπειρον ἀγαθότητα. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα, ἔτι πάσας τὰς ἡμέρας τῆς γῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
