# In Genesim (homiliae 1-67) 3.1-26

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΗʹ Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπό τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-26

Εἶδες Θεοῦ συγκατάβασιν, ὅσην ποιεῖται κηδεμονίαν τοῦ γένους τοῦ ἡμετέρου, πόσον μέγεθος φιλανθρωπίας ἐπεδείξατο, οὐκ ἐπειδὴ εἶδε τὴν τῶν ἀνθρώπων μεταβολὴν, ἀλλ' ἵνα διὰ πάντων ἡμᾶς διδάξῃ τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολήν; Καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα· τοιοῦτος ὄμβρος οὐκέτι ἔσται. Ἐπειδὴ οἶδε τοῦτο δεδοικυῖαν τὴν ἀνθρωπίνην φύσιν, ὅρα πῶς συνεχῶς ποιεῖται τὴν ὑπόσχεσιν, μονονουχὶ λέγων· κἂν ἴδητε πολλὴν τῶν ὄμβρων τὴν φορὰν, μηδὲ οὕτω χαλεπόν τι ὑποπτεύσητε. Οὐ γὰρ ἔσται τὸ ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα· τοιοῦτος ὄμβρος οὐκέτι ἔσται, τοιαύτης ἀγανακτήσεως οὐκέτι πειραθήσεται ἡ τῶν ἀνθρώπων φύσις. Καὶ ἔσται, φησὶ, τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον τοῦ Θεοῦ, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί. Σκόπει πῶς βουλόμενος εἰς θάρσος καὶ εἰς πληροφορίαν ἀγαγεῖν τὴν ἀνθρωπίνην φύσιν, πόσῃ ταπεινότητι τῶν λόγων κέχρηται. Καὶ ὄψομαι, φησὶ, τοῦ μνησθῆναι διαθήκης μου. Ἡ ὄψις οὖν εἰς μνήμην αὐτὸν ἄγει; Οὐχ ἵνα τοῦτο ὑποπτεύσωμεν· μὴ γένοιτο· ἀλλ' ἵνα ὅταν ἴδωμεν τὸ σημεῖον τοῦτο, θαῤῥεῖν ἔχωμεν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, καὶ ὡς οὐχ οἷόν τε διαπεσεῖν τὰς τοῦ Θεοῦ ὑποσχέσεις. Καὶ εἶπεν ὁ Θεὸς, φησὶ, τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον πάσης σαρκὸς, ἥ ἐστιν ἐπὶ τῆς γῆς. Ἔλαβες, φησὶ, τὸ σημεῖον, ὅπερ δέδωκα μεταξὺ ἐμοῦ καὶ πάσης σαρκὸς τῆς οὔσης ἐπὶ τῆς γῆς. Μηκέτι ταράττου τὴν διάνοιαν, μηδὲ θορυβοῦ τὸν λογισμὸν ἀλλὰ πρὸς τοῦτο βλέπων καὶ αὐτὸς ἔχε χρηστὰς τὰς ἐλπίδας, καὶ οἱ μετὰ σὲ πάντες τῆς ἐντεῦθεν παραμυθίας ἀπολαυέτωσαν, καὶ ἡ ὄψις τοῦ σημείου παρεχέτω θαῤῥεῖν, ὡς οὐκέτι τοιοῦτον κλυδώνιον τὴν οἰκουμένην καταλήψεται. Κἂν γὰρ ἐπιτείνηται τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, ἀλλ' ἐγὼ ἅπερ ὑπεσχόμην ταῦτα πληρώσω, καὶ οὐκέτι τοιαύτην κατὰ πάντων ἀγανάκτησιν ποιήσομαι. Εἴδετε ἀγαθότητος ὑπερβολήν; εἴδετε συγκαταβάσεως μέγεθος; εἴδετε κηδεμονίας ἐπίτασιν; εἴδετε φιλοτιμίας ἐπαγγελίαν; Οὐ γὰρ μέχρι δύο καὶ τριῶν καὶ δέκα γενεῶν ἐξέτεινεν αὐτοῦ τὴν εὐεργεσίαν, ἀλλὰ τῇ συστάσει τοῦ κόσμου ταύτην παρεκταθῆναι ὑπέσχετο, ἵνα ἐξ ἑκατέρων σωφρονιζώμεθα, καὶ ἐξ ὧν ἐκεῖνοι διὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος τοιαύτην ἐπεδέξαντο τιμωρίαν, καὶ ἐξ ὧν ἡμεῖς διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν τοιαύτης ἠξιώθημεν ὑποσχέσεως. Τοὺς γὰρ νοῦν ἔχοντας καὶ αἱ εὐεργεσίαι μᾶλλον ἢ αἱ τιμωρίαι ἐφέλκονται πρὸς τὴν ὑπακοὴν τῶν ἐπιταγμάτων. Μὴ τοίνυν ἀγνώμονες γινώμεθα. Εἰ γὰρ καὶ πρὶν ἤ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας, εἰ εὐγνώμονες γενώμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξώμεθα, καὶ πολλὴν τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ποιησώμεθα, πόσης οὐκ ἂν πάλιν ἡμᾶς ἀξιώσῃ τῆς παρ' αὐτοῦ φιλοτιμίας; Εἰ γὰρ ἀναξίους ὄντας εὐεργετεῖ, καὶ ἡμαρτηκότας φιλανθρωπεύεται· εἰ τῆς κακίας ἀποστάντες τὴν ἀρετὴν μεταδιώξομεν, τίνων οὐκ ἐπιτευξόμεθα; Διὰ γὰρ τοῦτο προλαμβάνων πολλὰς εἰς ἡμᾶς τὰς εὐεργεσίας κατατίθεται, καὶ ἡμαρτηκότας πάλιν ἀξιοῖ συγγνώμης, καὶ τὰς τιμωρίας παρὰ πόδας οὐκ ἐπάγει, ἵνα διὰ πάντων ἡμᾶς ἐφελκύσηται, καὶ δι' ὧν εὐεργετεῖ, καὶ δι' ὧν μακροθυμεῖ. Πολλάκις δὲ καὶ δι' ὧν ἐνίους κολάζει, ἑτέρους ἐνάγειν βούλεται, ἵνα τῷ ἐκείνων φόβῳ σωφρονισθέντες τῆς τιμωρίας τὴν πεῖραν διαφύγωσιν. Εἶδες εὐμήχανον αὐτοῦ φιλανθρωπίαν, πῶς πάντα τὰ παρ' αὐτοῦ γινόμενα δι' ἓν τοῦτο μόνον γίνεται, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν; Ταῦτα τοίνυν ἐννοοῦντες, μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀμελῶμεν ἀρετῆς, μηδὲ τοὺς παρ' αὐτοῦ τεθέντας νόμους παρατρέχωμεν. Ἐὰν γὰρ ἴδῃ ἐπιστρέφοντας ἡμᾶς, καὶ ἡσυχάζοντας, καὶ ὅλως ἀρχήν τινα ποιουμένους, καὶ αὐτὸς τὰ παρ' ἑαυτοῦ συνεισφέρει, κοῦφα καὶ ῥᾴδια ἡμῖν ἅπαντα κατασκευάζων, καὶ οὐκ ἀφιεὶς οὐδὲ αἴσθησιν λαβεῖν τῶν τῆς ἀρετῆς πόνων. Ὅταν γὰρ ψυχὴ πρὸς τὸν Θεὸν τείνῃ τὴν διάνοιαν, οὐκ ἔτι λοιπὸν ἀπατηθῆναι δύναται ὑπὸ τῆς ὄψεως τῶν ὁρωμένων, ἀλλὰ πάντα παρατρέχουσα, ἀκριβέστερον τούτων τῶν πρὸ τῶν ὀφθαλμῶν ἡμῶν κειμένων ἐκεῖνα φαντάζεται τὰ μὴ βλεπόμενα τοῖς σωματικοῖς ὀφθαλμοῖς, καὶ μεταβολὴν οὐκ ἐπιστάμενα, ἀλλὰ διηνεκῶς μένοντα, καὶ πεπηγότα, καὶ ἀκίνητα τυγχάνοντα. Τοιοῦτοι γὰρ οἱ τῆς διανοίας ὀφθαλμοί· πρὸς τὴν ἐκείνων θέαν διηνεκῶς ἀφορῶσι, καὶ ταῖς ἐκεῖθεν μαρμαρυγαῖς καταυγαζόμενοι πάντα τὰ τοῦ παρόντος βίου, ὡς ὄναρ καὶ σκιὰν, παρατρέχουσιν, οὐκέτι ἀπάτην ὑπομένοντες, οὐδὲ παραλογισθῆναι δυνάμενοι· ἀλλὰ κἂν πλοῦτον ἴδωσιν, εὐθέως καταγελῶσιν, εἰδότες ὅτι δραπέτου παντὸς ἀγνωμονέστερον ἀπὸ τούτου εἰς ἐκεῖνον μεταπηδᾷ, καὶ οὐδέποτε ἵσταται, ἀλλὰ καὶ μυρία κακὰ τοὺς κεκτημένους διατίθησι, καὶ εἰς αὐτὸν, ὡς εἰπεῖν, τῆς κακίας τὸν κρημνὸν αὐτοὺς ὤσας καταβάλλει. Κἂν σώματος εὐμορφίαν θεάσωνται, πάλιν οὐκ ἐπιστρέφονται, λογιζόμενοι τὸ ἐπίκηρον, τὸ εὐμετάβλητον, καὶ ὅτι ἀθρόον νόσος ἐπελθοῦσα πᾶσαν ἐκείνην τὴν εὐμορφίαν ἠφάνισε, καὶ πρὸ τῆς νόσου γῆρας καταλαβὸν ἀηδῆ καὶ ἀτερπῆ τὴν πρὸ τούτου εὔμορφον ὄψιν ἀπειργάσατο, καὶ θάνατος δὲ ἐπελθὼν ἅπασαν τὴν τοῦ σώματος ὥραν διέφθειρε. Κἂν δόξαν ἴδωσί τινα περιβεβλημένον, κἂν δυναστείαν, κἂν εἰς αὐτὴν τῶν ἀξιωμάτων τὴν κορυφὴν ἀνεληλυθότα, καὶ πάσης εὐημερίας ἀπολαύοντα, καὶ τοῦτον παρατρέχουσιν ὡς οὐδὲν βέβαιον ἔχοντα, οὐδὲ ἀκίνητον, ἀλλ' ἐπ' ἐκείνοις μέγα φρονοῦντα τοῖς ποταμίων ῥευμάτων μᾶλλον παρατρέχουσι. Τί γὰρ τῆς δόξης ἁπάσης τοῦ παρόντος βίου εὐτελέστερον, ὅταν τῷ ἄνθει τοῦ χόρτου παραβάλληται; Πᾶσα γὰρ δόξα ἀνθρώπου, φησὶν, ὡς ἄνθος χόρτου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
