# In Genesim (homiliae 1-67) 3.1-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Λʹ Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-28

Εἶδες μνήμην παντὶ τῷ αἰῶνι παρεκτεινομένην; εἶδες μνήμην μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν ἀγαθῶν; Διὰ τοιούτων οἰκοδομῶν μνημονεύεσθαι σπουδάζωμεν. Αἱ γὰρ διὰ τῶν λίθων οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελῆσαι δύνανται, ἀλλὰ καὶ ἀντὶ στήλης διηνεκοῦς ἡμῶν λαμπρᾷ τῇ φωνῇ καταβοῶσι. Καὶ τὰ μὲν ἐκ τούτων ἁμαρτήματα αὐτοὶ ἔχοντες ἄπιμεν, αὐτὰ δὲ καταλιπόντες ἐνταῦθα, οὐδὲ τῆς ψυχρᾶς ἐκείνης καὶ ἀνονήτου παρ' αὐτῶν μνήμης ἀξιούμεθα· ἀλλὰ ταῖς μὲν κατηγορίαις βαλλόμεθα, ἡ δὲ προσηγορία μεθίσταται εὐθέως εἰς ἕτερον. Καὶ γὰρ οὕτως ἔχει· ἀπὸ τούτου εἰς ἕτερον μεταβαίνει, καὶ ἀπ' ἐκείνου εἰς ἄλλον πάλιν. Καὶ σήμερον μὲν ἡ οἰκία ἐλέγετο τοῦ δεῖνος, αὔριον δὲ τοῦ δεῖνος, καὶ μετὰ, τὴν ἑξῆς πάλιν ἑτέρου. Καὶ ἀπατῶμεν ἑκόντες ἑαυτοὺς, νομίζοντες δεσποτείαν τινὰ κεκτῆσθαι, οὐκ εἰδότες ὅτι μόνον τῆς χρήσεως ἀπολαύομεν, καὶ ἑκόντες καὶ ἄκοντες ἑτέροις τούτων παραχωροῦμεν· ὅτι γὰρ καὶ οἷς οὐ βουλόμεθα, τοῦτο τέως παρίημι. Ὅλως δὲ εἰ μνήμης ἐπιθυμεῖς, καὶ τοῦτό σοι περισπούδαστον, ἄκουε πῶς αἱ χῆραι ἐμέμνηντο τῆς Ταβιθᾶς, καὶ πῶς τὸν Πέτρον περιεστήκεισαν κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ Δορκάς. Εἶδες οἰκοδομὰς ἐμψύχους φωνὰς ἀφιείσας, καὶ τοσαύτην ἰσχὺν ἐχούσας, ὡς καὶ ἀπὸ θανάτου εἰς ζωὴν ἐπαναγαγεῖν; Ἐπειδὴ γὰρ περιέστησαν τὸν Πέτρον, καὶ τὰ δάκρυα θερμὰ ἐξέχεαν, τὴν τροφὴν καὶ τὴν χορηγίαν ἐπιζητοῦσαι, ἐκβαλὼν πάντας, φησὶν, ὁ Πέτρος, θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἀναστήσας αὐτὴν ἐφώνησε τοὺς ἁγίους καὶ τὰς χήρας, καὶ παρέστησεν αὐτὴν ζῶσαν. Εἰ βούλει μνημονεύεσθαι, καὶ εἰ δόξης ἀληθοῦς ἐρᾷς, ταύτην μίμησαι, καὶ τοιαύτας οἰκοδομὰς ἐργάζου, μὴ περὶ τὴν ἄψυχον ὕλην καταδαπανώμενος, ἀλλὰ περὶ τοὺς ὁμογενεῖς πολλὴν τὴν φιλοτιμίαν ἐπιδεικνύμενος. Αὕτη ἡ μνήμη ἐπαινετὴ καὶ πολὺ τὸ κέρδος φέρουσα. Ἀλλὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ ἴδωμεν τῶν τότε ἀνδρῶν τὴν τόλμαν. Τὰ γὰρ ἐκείνων πάθη ἡμῖν, εἰ βουλοίμεθα νήφειν, σωφρονισμὸς γενήσεται. Καὶ οἰκοδομήσωμεν ἑαυτοῖς, φησὶ, πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ τῆς γῆς. Ὁρᾷς πῶς πανταχοῦ τῆς ἑαυτῶν γνώμης τὴν διαφθορὰν ἐπιδεικνύουσι. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν· καὶ πάλιν· Ποιήσωμεν ἑαυτοῖς ὄνομα. Ἀλλ' ὅρα καὶ μετὰ τοσαύτην πανωλεθρίαν πάλιν πῶς οὐκ ἐλάττοσι κακοῖς ἐπιχειροῦσι. Τί οὖν ἵνα γενήσηται; πῶς ἵνα ἀναχαιτισθῶσι τῆς μανίας; Ὑπέσχετο μηκέτι ποιήσειν κατακλυσμὸν τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος· οὗτοι δὲ οὐδὲ ταῖς τιμωρίαις ἐσωφρονίσθησαν, οὔτε ταῖς εὐεργεσίαις βελτίους ἐγένοντο. Διὸ ἄκουε τῶν ἑξῆς, ἵνα μάθῃς τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος, Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμουν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅρα πῶς ἀνθρωπίνως ἡ Γραφὴ διαλέγεται. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεός· οὐχ ἵνα ἀνθρωπίνως νοήσωμεν, ἀλλ' ἵνα διὰ τούτου παιδευώμεθα μηδέποτε καταψηφίζεσθαι ἁπλῶς τῶν ἀδελφῶν τῶν ἡμετέρων, μήτε ἐξ ἀκοῆς καταδικάζειν, ἐὰν μὴ πρότερον πολλὴν δεξώμεθα τὴν πληροφορίαν. Πάντα γὰρ τὰ παρὰ τοῦ Θεοῦ διὰ τοῦτο γίνεται, καὶ τοσαύτῃ κέχρηται τῇ συγκαταβάσει πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον. Ὅρα αὐτὸν οὐκ ἐκ προοιμίων ἀναστέλλοντα αὐτῶν τὴν μανίαν, ἀλλὰ πολλῇ τῇ μακροθυμίᾳ κεχρημένον, καὶ ἀναμένοντα εἰς ἔργον αὐτοὺς ἀγαγεῖν τὴν πονηρίαν ἅπασαν, καὶ τότε ἐκκοπῆναι τὴν ἐπιχείρησιν. Ἵνα γὰρ μή τινι ἐξῇ λέγειν, ὅτι ἐβουλεύσαντο μὲν, οὐκ ἤγαγον δὲ εἰς ἔργον τὰ δόξαντα, ἀναμένει πληρῶσαι αὐτοὺς τὰ βουλευθέντα, καὶ τότε δεῖξαι αὐτοῖς ὡς ἀνοήτοις ἐπιχειροῦσι. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅρα φιλανθρωπίας ὑπερβολήν. Συνεχώρησε καμεῖν αὐτοὺς καὶ ταλαιπωρηθῆναι, ἵνα τῶν πραγμάτων ἡ πεῖρα διδάσκαλος αὐτοῖς γένηται. Καὶ ἐπειδὴ εἶδεν ἀκμάζουσαν τὴν κακίαν, καὶ τὴν νόσον ἐπιτεινομένην, οὐκ εἰς τέλος ἀφίησιν, ἀλλὰ τὴν οἰκείαν ἐνδεικνύμενος ἀγαθότητα, καθάπερ ἰατρὸς ἄριστος, ὁρῶν αὐτῶν αὐξανομένην τὴν νόσον, καὶ τὸ ἕλκος ἀνίατον γινόμενον, ταχεῖαν ποιεῖται τὴν τομὴν, ἵνα παντελῶς ἀφανίσῃ τὴν αἰτίαν τῆς νόσου. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· ἀντὶ τοῦ, φωνὴ μία καὶ γλῶσσα μία. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ' αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
