# In Genesim (homiliae 1-67) 3.1-30

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΛΒʹ Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-30

Σκόπει πῶς διὰ τοῦ ῥήματος ἀνέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἀρκοῦσαν αὐτῷ τῶν καμάτων παρέσχε τὴν ἀντίδοσιν. Διά τοι τοῦτο καὶ ὁ δίκαιος, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνύμενος, εὐθέως ἐπὶ εὐχαριστίαν τρέπεται. Καὶ ᾠκοδόμησεν ἐκεῖ, φησὶ, θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ. Ὅρα φιλοθέου γνώμης τεκμήριον. Καὶ αὐτὸν τὸν τόπον, ἔνθα τῆς ὁμιλίας ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ, ἀφιέρωσε, καὶ τὴν εὐχαριστίαν τὴν κατὰ δύναμιν ἐπεδείξατο. Τοῦτο γάρ ἐστιν, ᾨκοδόμησε θυσιαστήριον, ἀντὶ τοῦ, εὐχαρίστησεν ὑπὲρ τῶν ἐπαγγελθέντων. Καὶ καθάπερ ἄνθρωποι πολλάκις ὑπὸ φίλτρου κινούμενοι, καὶ οἰκίας οἰκοδομοῦσιν, ἔνθα ἂν τοῖς γνησίως περὶ αὐτοὺς διακειμένοις συντυγχάνωσι, πολλάκις δὲ πολλοὶ καὶ πόλεις ἔστησαν, καὶ τὰς ἐπονομασίας αὐταῖς ἐκ τῆς τῶν ἐπιτηδείων συντυχίας ἐπέθηκαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος, ἔνθα τῆς ὀπτασίας τῆς τοῦ Θεοῦ ἠξιώθη, τὸ Θυσιαστήριον ᾠκοδόμησε Κυρίῳ τῷ ὀφθέντι αὐτῷ, καὶ ἀπέστη, φησὶν, ἐκεῖθεν. Τί ἐστι, Καὶ ἀπέστη ἐκεῖθεν; Ὡς ἱερωμένου λοιπὸν τοῦ τόπου, καὶ τῷ Θεῷ ἀνατεθέντος, ἀνεχώρησεν ἐκεῖθεν, καὶ μετῆλθεν εἰς ἕτερον τόπον, φησὶν, Εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βεθὴλ, καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ἐσχεδιασμένην, φησὶ, τὴν οἴκησιν ἐποιήσατο. Ὅρα πῶς ἦν ἀπέριττος, πῶς ἦν εὔζωνος, ὡς μετά τε γυναικὸς καὶ οἰκετῶν οὕτως εὐκόλως μετανίστασθαι. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες. Καὶ γὰρ πολλάκις εἰς ἀγρὸν ἐξιέναι δεόμενοι, μυρίας ἐπινοοῦμεν μηχανὰς, καὶ πολλὰ καὶ διάφορα πραγματευόμεθα, διὰ τὸ πολλὰ ἐπισύρεσθαι, καὶ μὴ τῆς χρείας γίνεσθαι μᾶλλον, ἀλλὰ τὰ περιττὰ καὶ ἀνόνητα, καὶ φαντασίας ἕνεκεν ἡμῖν ἐσπουδασμένα, ταῦτα μεθ' ἑαυτῶν ἄγειν καὶ περιάγειν. Ἀλλ' οὐχ ὁ δίκαιος οὗτος. Ἀλλὰ τί; Ἐπειδὴ ἀξιωθεὶς τῆς παρὰ τοῦ Θεοῦ ὁμιλίας, τὸν τόπον ἀφιέρωσε, καὶ θυσιαστήριον ᾠκοδόμησε, μετέστη μετὰ πάσης εὐκολίας ἑτέρωθι. Καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, ἐν Βεθὴλ κατὰ θάλασσαν, καὶ Ἁγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησε κἀκεῖ θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. Ὅρα πῶς διὰ πάντων δείκνυσιν ἑαυτοῦ τὴν φιλόθεον γνώμην. Ἐκεῖ μὲν γὰρ διὰ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην αὐτῷ ὑπόσχεσιν τὸ θυσιαστήριον ᾠκοδόμησε, καὶ τὸν τόπον ἀφιερώσας ἀνεχώρησεν. Ἐνταῦθα δὲ ἐπειδὴ τὴν σκηνὴν ἐπήξατο, πάλιν ᾨκοδόμησε, φησὶ, θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. Εἶδες γνώμην φιλόσοφον; εἶδες ὅπερ γράφων παρῄνεσεν ὁ θαυμαστὸς τῆς οἰκουμένης διδάσκαλος ὁ μακάριος Παῦλος, λέγων· Ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας· τοῦτο προλαβὼν ὁ πατριάρχης διὰ τῶν ἔργων ἐπλήρου, καθ' ἕκαστον τόπον θυσιαστήριον οἰκοδομῶν, καὶ τὰς εὐχαριστίας ἀναφέρων τῷ Δεσπότῃ; ᾜδει γὰρ, ᾔδει σαφῶς, ὡς οὐδὲν ἕτερον ἐπιζητεῖ παρὰ τῆς ἀνθρωπίνης φύσεως ὁ τῶν ὅλων Θεὸς μετὰ τὰς μυρίας καὶ ἀφάτους αὑτοῦ εὐεργεσίας, ὡς εὐχάριστον γνώμην, καὶ τὸ εἰδέναι χάριν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων. Ἀλλ' ἴδωμεν πάλιν, πῶς καὶ ἐντεῦθεν ὁ δίκαιος μετανίσταται. Καὶ ἀπῆρε, φησὶν, Ἄβραμ, καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Ὅρα πάλιν τὴν φιλόθεον αὐτοῦ γνώμην καὶ τὴν φιλοσοφίαν τὴν πολλήν. Πάλιν, φησὶν, ἐντεῦθεν ἀνεχώρησε, καὶ Ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Τίνος ἕνεκεν ἀπῆρεν ἐκεῖθεν; Ἴσως ὁρῶν τινας οἰκητόρων οὐκ ἀρεσκομένους αὐτοῦ τῇ παρουσίᾳ. Διά τοι τοῦτο δεικνὺς αὑτοῦ τῆς πραότητος τὴν ὑπερβολὴν, καὶ ὅπως περὶ πολλοῦ ποιεῖται τὴν ἡσυχίαν καὶ τὸ πρὸς μηδένα τι ἔχειν κοινὸν, τὴν ἐρημίαν καταλαμβάνει. Καὶ πορευθεὶς, φησὶν, ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Ξένῃ λέξει ἐχρήσατο ἡ θεία Γραφή· καθάπερ γὰρ ἐπὶ τῶν πολέμων ἔθος ἐστὶ λέγειν, οὕτω καὶ νῦν εἶπεν ἐπὶ τοῦ δικαίου, ὅτι ἐστρατοπέδευσε, ἵνα δείξῃ τὸ εὔζωνον τοῦ πατριάρχου, ὅτι καθάπερ οἱ στρατιῶται μετ' εὐκολίας νῦν μὲν ἐνταῦθα, νῦν δὲ ἐκεῖσε στρατοπεδεύονται· οὕτω δὴ καὶ ὁ δίκαιος οὗτος, καίτοι γυναῖκα ἐπιφερόμενος, καὶ τὸν ἀδελφιδοῦν, καὶ τοσούτων οἰκετῶν πλῆθος, μετὰ πλείονος τῆς εὐκολίας τὰς μεταναστάσεις ἐποιεῖτο. Εἶδες βίον ἐν γήρᾳ μετὰ γυναικὸς καὶ οἰκετῶν τοσούτων εὔζωνον; Ἐμοὶ δὲ θαυμάσαι ἔπεισι μάλιστα τῆς γυναικὸς τὴν ἀνδρείαν. Ὅταν γὰρ ἐννοήσω τῆς φύσεως τῆς γυναικείας τὴν ἀσθένειαν, καὶ λογίσωμαι ὅπως μετ' εὐκολίας ἅμα τῷ δικαίῳ τὰς μεταναστάσεις ἐποίει, οὔτε αὐτὴ δυσχεραίνουσα, οὔτε τῷ δικαίῳ κώλυμα γινομένη, ἐκπλήττομαι, καὶ λογίζομαι ὅτι οὐκ ἔλαττον τοῦ δικαίου καὶ αὐτὴ φρόνημα ὑψηλὸν καὶ ἀνδρεῖον ἐκέκτητο. Καὶ τοῦτο μάλιστα εἰσόμεθα, ἐπιόντες τὰ ἑξῆς τῶν ἀνεγνωσμένων. Εἶδες ὅτι μετὰ τὸ ἀκοῦσαι, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, πῶς οὐχ ἡσύχασεν ὁ δίκαιος, ἀλλ' ἐντεῦθεν ἐκεῖ μετέβαινε, καὶ πάλιν ἐκεῖθεν ἑτέρωθι; Ἀλλ' ὅρα καὶ ἀπὸ τῆς ἐρημίας αὐτὸν πάλιν ἐλαυνόμενον, οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ' ὑπὸ τῆς ἀνάγκης τοῦ λιμοῦ. Καὶ ἐγένετο, φησὶ, λιμὸς ἐπὶ τῆς γῆς. Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀπαραφυλάκτως φθεγγόμενοι, καὶ οἰωνιζόμενοι, καὶ λέγοντες, ὅτι ἐπειδὴ ὁ δεῖνα παρεγένετο, λιμὸς γέγονε, καὶ ἐπειδὴ ὁ δεῖνα ἦλθε τόδε συνέβη. Ἰδοὺ καὶ ἐπὶ τῆς τοῦ δικαίου παρουσίας λιμὸς, καὶ λιμὸς βαρὺς καὶ οὐ θορυβεῖται ὁ δίκαιος, οὐδὲ πάσχει τι ἀνθρώπινον, καὶ τῇ ἑαυτοῦ παρουσίᾳ λογίζεται τοῦ λιμοῦ τὴν αἰτίαν. Ἀλλ' ἐπειδὴ εἶδε τὴν φύσιν ἐλεγχομένην, καὶ ἐπεκράτησεν ὁ λιμὸς, Κατέβη, φησὶ, εἰς Αἴγυπτον Ἄβραμ παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
