Ancient Greek
ΟΜΙΛΙΑ ΛΓʹ Ἄβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βεθὴλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθὴλ, καὶ ἀνὰ μέσον Ἁγγαὶ, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-31
Not analysed yet
Σκόπει πῶς ἐξ ἰσοτιμίας αὐτῷ διαλέγεται· καίτοι τὰ τῆς μάχης οὐχ ἑτέρωθεν οἶμαι τὴν ἀρχὴν ἐσχηκέναι, ἢ ἀπὸ τοῦ τοὺς ποιμένας τοῦ πατριάρχου μὴ συγχωρεῖν ἐκείνοις τῆς αὐτῆς αὐτοῖς ἀδείας ἀπολαύειν. Ἀλλ' ὁ δίκαιος ἐπιεικῶς πάντα ποιεῖ, δεικνὺς τῆς οἰκείας φιλοσοφίας τὴν ὑπερβολὴν, καὶ παιδεύων οὐ τοὺς τότε παρόντας μόνον, ἀλλὰ καὶ πάντας τοὺς ἑξῆς, μηδέποτε πρὸς τοὺς πλησίον διαπληκτίζεσθαι τοὺς ἡμῖν διαφέροντας. Ἡ γὰρ ἐκείνων φιλονεικία ἡμῖν πολλὴν προστρίβεται τὴν ἀδοξίαν, καὶ οὐδὲν ἐκείνοις λογιεῖται τὰ γινόμενα, ἀλλ' εἰς ἡμᾶς ἀνατρέχει τὰ τῆς μέμψεως. Ποῦ οὖν εὔλογον ἀνθρώπους ἀδελφοὺς ὄντας, καὶ τῆς αὐτῆς φύσεως τυγχάνοντας, καὶ τῆς αὐτῆς συγγενείας, καὶ παροικεῖν ἐνταῦθα μέλλοντας, εἰς τοσαύτην ἐμπίπτειν φιλονεικίαν, ὀφείλοντας ἐπιεικείας, καὶ πραΰτητος, καὶ φιλοσοφίας ἁπάσης διδασκάλους καθίστασθαι τούτοις πᾶσιν; Ἀκουέτωσαν ταῦτα οἱ νομίζοντες ἔξω τυγχάνειν ἐγκλημάτων, ἐπειδὰν τοὺς αὐτοῖς προσήκοντας περιορῶσι διὰ τὴν πρὸς αὐτοὺς οἰκειότητα ἁρπάζοντας, πλεονεκτοῦντας, μυρία κακὰ διατιθέντας, καὶ ἐν πόλεσι, καὶ ἐν ἀγροῖς, τοὺς αὐτοῖς γειτνιῶντας, καὶ παρασπωμένους τοῦ μὲν τὸν ἀγρὸν, τοῦ δὲ τὴν οἰκίαν, καὶ ταύτῃ πλείονα μᾶλλον τὴν εὔνοιαν περὶ αὐτοὺς ἐπιδεικνύμενοι. Εἰ γὰρ καὶ ἑτέρου τὸ τῆς ἀδικίας ἔργον ἦν, ἀλλ' αὐτὸς ἐκοινώνησας τοῦ πράγματος, οὐ μόνον τῷ ἐφήδεσθαι τῷ γεγενημένῳ, καὶ νομίζειν ἐκ τούτου σοι τὴν οὐσίαν αὔξεσθαι, καὶ τὴν περιουσίαν πλείονα γενέσθαι, ἀλλὰ καὶ τῷ μὴ κωλῦσαι μέλλουσαν τὴν ἀδικίαν εἰς ἔργον ἐκβαίνειν. Ὁ γὰρ δυνάμενος κωλῦσαι τὸν ἀδικοῦντα, καὶ μὴ τοῦτο ποιῶν, οὐκ ἔλαττον τοῦ ἀδικοῦντος τὰς εὐθύνας ὑφέξει. Μὴ τοίνυν ἀπατῶμεν ἑαυτοὺς, παρακαλῶ, ἀλλὰ καὶ αὐτοὶ φεύγωμεν τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, καὶ τὸ ἐκ τῶν τοιούτων αὔξειν ἡμῖν τὴν περιουσίαν, καὶ τοὺς ἡμῖν προσήκοντας παιδεύωμεν μηδὲν τοιοῦτο ἐργάζεσθαι. Οὐδὲ γὰρ ἀνευθύνους ἡμᾶς τοῦτο ἀφίησιν, ἀλλὰ πλείονα τὴν κατάκρισιν ἐργάζεται· πρὸς γὰρ τὴν ἡμετέραν ἀρέσκειαν ἐκεῖνοι τὴν ἑαυτῶν προδιδόντες σωτηρίαν, τὴν ἀδικίαν τολμῶσι, μετὰ τῆς ἑαυτῶν ἀπωλείας καὶ ἡμᾶς συγκατασπῶντες. Εἰ δὲ βουλόμεθα νήφειν, καὶ αὐτοὶ τῆς ἐντεῦθεν λύμης ἀπαλλαγησόμεθα, κἀκείνους ἀποστήσομεν τῆς κακῆς ἐπιχειρήσεως. Καὶ μή μοι λέγε τὰ ψυχρὰ ἐκεῖνα ῥήματα· Οὐδέν μοι μέλει. Μὴ γὰρ ἐγὼ παρεσπασάμην; Οὐδὲν οἶδα· ἕτερος εἰργάσατο, οὐκ ἐκοινώνησα τῆς ἀδικίας. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ βούλει δεῖξαι ὅτι οὐκ ἐκοινώνησας τῆς ἀδικίας, καὶ οὐ συνέπραξας, καὶ τῆς πλεονεξίας οὐ γέγονας ἐργάτης, διόρθωσαι τὸ γεγονὸς, παραμύθησαι τὸν ἠδικημένον, ἀπόδος τὰ ἀφαιρεθέντα. Οὕτω γὰρ καὶ σαυτὸν ἐλευθερώσεις ἐγκλημάτων, καὶ τὸν ἠδικηκότα διορθώσῃ, δείξας ὡς οὐ κατὰ γνώμην σου τὰ παρ' αὐτοῦ πέπρακται, καὶ τὸν πένητα παρακαλέσας οὐκ ἀφήσεις ὑπὸ τῆς ἀθυμίας καταποθῆναι, ἣν διὰ τὴν ἀφαίρεσιν ὑφίστασθαι ἔμελλε. Μὴ ἔστω, φησὶ, μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Εἶδες πραΰτητα· εἶδες ἐπιείκειαν; Ἄκουε καὶ τῶν ἑξῆς, ἵνα μάθῃς αὐτοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολήν. Πῶς οὖν τὰ τῆς μάχης λύσιν λάβῃ, καὶ σβεσθῇ τὰ τῆς φιλονεικίας; Ἰδοὺ πᾶσα ἡ γῆ, φησὶν, ἐναντίον σου ἐστί. Διαχωρίσθητι ἀπ' ἐμοῦ· εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά. Σκόπει τοῦ δικαίου τὴν φιλοσοφίαν καὶ τῆς ταπεινοφροσύνης τὴν ἐπίτασιν. Πρὸ δὲ τούτων ἐννόει μοι, ἀγαπητὲ, ὅση τοῦ πλούτου ἡ λύμη, καὶ τῆς περιουσίας τῆς πολλῆς ἡ διαφορά. Ηὐξήθη τὰ ποίμνια, προσεγένετο πλοῦτος πολὺς, καὶ εὐθέως διακόπτεται ἡ ὁμόνοια· καὶ ἔνθα ἦν ἡ εἰρήνη καὶ ὁ σύνδεσμος τῆς ἀγάπης, ἐκεῖ μάχη καὶ φιλονεικία. Ὅπου γὰρ τὸ ἐμὸν καὶ τὸ σὸν, ἐκεῖ πᾶσα μάχης ἰδέα, καὶ φιλονεικίας ὑπόθεσις· ἔνθα δὲ τοῦτο μὴ ᾖ, τὰ τῆς ὁμονοίας καὶ τὰ τῆς εἰρήνης μετὰ πάσης ἀκριβείας πολιτεύεται. Καὶ ἵνα μάθῃς, ἄκουε τί φησιν ὁ μακάριος Λουκᾶς περὶ τῶν ἐξ ἀρχῆς τῇ πίστει προσιόντων. Ἦν, φησὶ, πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία· οὐκ ἐπειδὴ ψυχὴν μίαν εἶχον πάντες (πῶς γὰρ ἐν διαφόροις σώμασιν ὄντες;) ,ἀλλὰ τὴν ἐπιτεταμένην ὁμόνοιαν ἡμῖν δείκνυσι. Καὶ εἰ μὴ σφόδρα μακρόθυμός τις ἦν ὁ δίκαιος, καὶ φιλοσοφεῖν εἰδὼς, καὶ ἐχαλέπηνεν ἂν, καὶ εἶπε πρὸς αὐτόν· Τίς ἡ τοσαύτη παροινία; Ὅλως γὰρ ἐτόλμησαν οἱ προσήκοντές σοι διᾶραι στόμα πρὸς τοὺς ἐμοὶ διαφέροντας; καὶ οὐκ ἐνενόησαν, ὅσον τὸ μέσον ἐστὶ μεταξὺ ἡμῶν; Πόθεν γάρ σοι τὰ τῆς εὐπορίας ταύτης γεγένηται; Οὐκ ἐκ τῆς ἐμῆς κηδεμονίας; Τίς δέ σε εἰς ἀνθρώπους ὀφθῆναι πεποίηκεν; οὐκ ἐγὼ ἀντὶ πάντων σοι γεγονὼς, καὶ τὴν πατρός σοι χρείαν διὰ πάντων ἐπιδειξάμενος; Ταύτας μοι τὰς ἀμοιβὰς ἀποδίδως τῆς πολλῆς περὶ σὲ θεραπείας; Ταῦτα ἐλπίζων πανταχοῦ σε μετ' ἐμοῦ περιῆγον; Ἔστω, οὐδὲν τῶν ὑπηργμένων σοι παρ' ἐμοῦ εἰς ἔννοιαν ἔλαβες· κἄν μου γοῦν τὸ γῆρας αἰδεσθῆναί σε οὐκ ἐχρῆν, καὶ τιμῆσαι τὰς πολιὰς τὰς ἐμάς; Ἀλλὰ περιεῖδες τοὺς ποιμένας τοὺς σοὺς ἐμπαροινοῦντας τοῖς ἐμοῖς ποιμέσιν, οὐκ εἰδὼς ὅτι ὥσπερ ἡ εἰς ἐκείνους ὕβρις εἰς ἐμὲ διαβαίνει, οὕτω καὶ ἡ ἐκείνων προπέτεια εἰς σὲ τὴν ἀναφορὰν ἔχει.