# In Genesim (homiliae 1-67) 3.1-34

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Λϛʹ Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-34

Ἀλλ' ὅρα πάλιν Θεοῦ κηδεμονίαν πολλήν. Ὁμοῦ καὶ τὸν Λὼτ τῆς αἰχμαλωσίας ἐλευθερῶσαι βουλόμενος, καὶ τὸν πατριάρχην περιφανέστερον ἐργάσασθαι, διεγείρει τὸν δίκαιον πρὸς ἀντίληψιν τοῦ ἀδελφιδοῦ. Πυθόμενος γὰρ τὸ γεγονὸς, μετὰ τῶν οἰκογενῶν ὁρμήσας ἐπὶ τοὺς βασιλεῖς ἐκείνους, αὐτούς τε μετὰ πολλῆς εὐκολίας ἐπάταξε, καὶ τὸν Λὼτ, καὶ τὰς γυναῖκας, καὶ τὴν ἵππον πᾶσαν τοῦ βασιλέως ἐπανήγαγε, λαμπρὰ τὰ τρόπαια ἐργασάμενος, καὶ πᾶσι κατάδηλον ποιῶν τὴν περὶ αὐτὸν τοῦ Θεοῦ εὔνοιαν, καὶ ὅτι οὐκ οἰκείᾳ δυνάμει τὴν τοσαύτην εἰργάσατο τροπὴν, ἀλλὰ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμενος. Καὶ λοιπὸν ἔσπευδε δι' αὐτῶν τῶν πραγμάτων διδάσκαλος θεοσεβείας γενέσθαι πᾶσι τοῖς ἐν Σοδόμοις διὰ τῆς πρὸς τὸν βασιλέα διαλέξεως. Ἐπειδὴ γὰρ συναντήσας ὁ βασιλεὺς, καὶ χάριτας ὑπὲρ τῶν γεγενημένων ὁμολογήσας τὴν μὲν ἵππον παραχωρήσειν πᾶσαν ἔλεγε, τοὺς δὲ ἀνθρώπους λήψεσθαι· ὅρα πάλιν τοῦ δικαίου τὴν μεγαλοψυχίαν, πῶς ὁμοῦ καὶ τὴν οἰκείαν φιλοσοφίαν διδάσκει, ὡς κρείττων ἐστὶ τῶν παρ' αὐτοῦ διδομένων, καὶ εἰς τὴν τῆς θεοσεβείας γνῶσιν αὐτὸν ἐνάγει. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν αὐτῷ, ὅτι οὐκ ἀνέξομαι λαβεῖν τι παρὰ σοῦ, οὐδὲ ὅτι οὐδενὸς δέομαι τοιούτου μισθοῦ, ἀλλὰ τί; Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, μονονουχὶ διδάσκων αὐτὸν, ὅτι οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ σοῦ θεραπευόμενοι, ἀλλὰ λίθοι καὶ ξύλα· εἷς γάρ ἐστιν ὁ ἐπὶ πάντων Θεὸς, Ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν· ὅτι οὐ λήψομαι παρὰ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος, ἵνα νομίσῃς, ὅτι τούτων ἕνεκεν τὴν ἐκδίκησιν ἐποιησάμην, ἵνα μὴ λέγειν ἔχῃς, ὅτι αὐτός μοι τῆς περιουσίας αἴτιος γέγονας. Ὁ γὰρ τὴν νίκην παρασχὼν καὶ τὸ τρόπαιον μετ' ἐμοῦ στήσας, αὐτός ἐστιν ὁ καὶ πλούτου τὴν χορηγίαν μοι παρασχόμενος. Ὅρα πῶς, εἴγε ἐβούλετο, κερδαίνειν ἐδύνατο ὁ βασιλεὺς ἐκ τῶν τοῦ πατριάρχου λεγομένων. Ἐδιδάσκετο γὰρ μὴ τῇ οἰκείᾳ δυνάμει λοιπὸν θαῤῥεῖν, ἀλλ' εἰδέναι τὸν πάντων αἴτιον, καὶ καταγελᾷν τῶν χειροποιήτων θεῶν καὶ λατρεύειν τῷ ἐπὶ πάντων Θεῷ, τῷ τῶν ὅλων δημιουργῷ, τῇ πηγῇ τῶν ἀγαθῶν. Καὶ γὰρ ἐμάνθανε διὰ πάντων τοῦ πατριάρχου τὴν ἀρετήν. Ἵνα γὰρ μὴ νομίσῃ δι' ἀπόνοιαν αὐτὸν καὶ μεγαλοφροσύνην ὑπερεωρακέναι τῶν παρ' αὐτοῦ διδομένων, διὰ τοῦτό φησι πρὸς αὐτόν· ἐγὼ μὲν οὐδὲν λήψομαι· οὐδὲ γὰρ δέομαι, οὐδὲ χρῄζω παρ' ἑτέρου μοι αὔξεσθαι τὴν περιουσίαν· τοὺς δὲ τῶν κινδύνων μοι κοινωνήσαντας συγχωρήσω λαβεῖν μερίδας, ἵνα μικράν τινα τῶν πόνων παραμυθίαν ἔχειν δοκῶσι. Καὶ πρὸς μὲν τὸν τῶν Σοδόμων βασιλέα ταῦτα ὁ δίκαιος ἀποκρίνεται. Ἐπειδὴ δὲ καὶ Μελχισεδὲκ, ὁ βασιλεὺς Σαλὴμ, ἄρτους καὶ οἶνον αὐτῷ ἐξενέγκας προσέφερεν (Ἦν γὰρ ἱερεὺς, φησὶ, τοῦ Θεοῦ τοῦ ὑψίστου), παρ' ἐκείνου δέχεται τὰ προσενεχθέντα, καὶ τὴν εὐλογίαν τὴν παρ' αὐτοῦ εἰς αὐτὸν γεγενημένην ἀμειβόμενος, καὶ τὴν εἰς τὸν Θεὸν δοξολογίαν (εἶπε γὰρ, φησὶν, Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, καὶ εὐλογητὸς ὁ Θεὸς, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι), δεκάτην αὐτῷ δίδωσι ἀπὸ πάντων ὧν ἐπεκομίζετο λαφύρων. Εἶδες τοῦ δικαίου τὸ φιλόθεον διὰ πάντων δεικνύμενον καὶ πῶς παρὰ μὲν τοῦ βασιλέως Σοδόμων ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος λαβεῖν οὐκ ἠνέσχετο, τὰ δὲ τοῦ Μελχισεδὲκ προσενεχθέντα ἔλαβεν, ἀντιδιδοὺς καὶ τὰ παρ' ἑαυτοῦ, διδάσκων ἡμᾶς πολλὴν τὴν διάκρισιν ἐπιδείκνυσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀδεῶς παρὰ πάντων δέχεσθαι; Ἐπειδὴ γὰρ ἐκεῖνος περὶ μὲν τὴν δόσιν εὐγνώμων γέγονεν, ἐν δὲ τοῖς ἄλλοις ἄπιστος ἐτύγχανε, καὶ πολλῆς ἐδεῖτο διδασκαλίας· διὰ τοῦτο ἐκείνων μὲν ὑπερεῖδε, πᾶσαν δὲ σπουδὴν ἐποιήσατο, καὶ δι' ὧν λαβεῖν παρῃτήσατο, καὶ δι' ὧν διελέχθη, πρὸς θεοσέβειαν αὐτὸν χειραγωγῆσαι. Παρὰ δὲ τοῦ Μελχισεδὲκ εἰκότως λαμβάνει· διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεία Γραφὴ τοῦ ἀνδρὸς τὴν ἀρετὴν λέγουσα· Ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Ἄλλως δὲ καὶ τύπος ἦν τὰ γινόμενα τοῦ Χριστοῦ, καὶ αὐτὰ δὲ τὰ προσενεχθέντα μυστήριόν τι προεμήνυε· δι' ὃ καὶ προσήκατο, καὶ λαβὼν κἀκεῖνος διὰ τῆς παρ' ἑαυτοῦ ἀμοιβῆς τῆς οἰκείας ἀρετῆς ἐδίδασκε τὸ μέγεθος. Δεκάτην γὰρ αὐτῷ δέδωκε, τὸν φιλόθεον αὐτοῦ σκοπὸν κἀντεῦθεν ἐμφαίνων. Τάχα εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ἀλλ' οὐ μάτην οὐδὲ εἰκῆ. Ἔγνωμεν μὲν γὰρ διὰ βραχέων τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τῶν σήμερον προκειμένων ἡμῖν τοῦ δικαίου τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν τὴν ὑπερβάλλουσαν, τὴν φιλόσοφον γνώμην, τῆς ταπεινοφροσύνης τὸ μέγεθος, τῆς τῶν χρημάτων ὑπεροψίας τὴν ὑπερβολὴν, τῆς παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν εὐνοίας τὴν διηνεκῆ πρόνοιαν· καὶ ὅπως διὰ πάντων περιφανέστερον καὶ λαμπρότερον ἐδείκνυ τὸν δίκαιον ἡ καθ' ἕκαστον καιρὸν εἰς αὐτὸν ἀντίληψις γινομένη. Ἀλλ' εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, ἁψώμεθα καὶ τῶν πρόσφατον ἀνεγνωσμένων, καὶ ὀλίγα προσθέντες καταπαύσωμεν τὸν λόγον, ἵνα μάθητε πόσης πάλιν ἀξιοῦται ἀμοιβῆς διὰ τὸ ὑπεριδεῖν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ δεδομένων. Τί γάρ φησι; Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Μετὰ δὲ τὰ ῥήματα ταῦτα; ποῖα ῥήματα, εἰπέ μοι; ἢ δῆλον ὅτι ἅπερ πρὸς τὸν βασιλέα τῶν Σοδόμων ἐποιήσατο; Μετὰ τὴν ὑπεροψίαν, φησὶν, ἐκείνην, μετὰ τὸ ἀποσείσασθαι τὰ παρ' αὐτοῦ διδόμενα, μετὰ τὴν διδασκαλίαν, ἢν διὰ τῆς τῶν δεδομένων αὐτῷ παραιτήσεως ἐποιήσατο, πρὸς θεοσέβειαν αὐτὸν χειραγωγῶν καὶ ἐπίγνωσιν τοῦ τῶν ὅλων δημιουργοῦ, Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὸ τὴν δεκάτην τῷ Μελχισεδὲκ παρασχεῖν, ὅτε, φησὶν, ἅπαντα τὰ παρ' ἑαυτοῦ ἐπλήρωσε, τότε Μετὰ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
