# In Genesim (homiliae 1-67) 3.1-40

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΒʹ Ἐξαναστάντες δὲ οἱ ἄνδρες ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-40

Καὶ ὅρα τοῦ Δεσπότου τὴν ἀγαθότητα. Οὐ μόνον ὑπὲρ τῆς ἐν τῷ παρελθόντι ἀρετῆς ἀμείβεται τὸν δίκαιον, ἀλλὰ καὶ ὑπὲρ τῆς μελλούσης. ᾜδειν γὰρ, φησὶν, ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ. Ἐπειδὴ, φησὶ, προγινώσκω τοῦ δικαίου τὴν γνώμην, διὰ τοῦτο προλαμβάνω ταῖς ἀμοιβαῖς. Οἶδε γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν, καὶ ὅταν θεάσηται τὰ δέοντα βουλευομένους καὶ ὑγιῆ τὴν γνώμην ἐπιδεικνυμένους, καὶ χεῖρα ὀρέγει, καὶ πρὸ τῶν πόνων ἀμείβεται, προθυμοτέρους ταύτῃ κατασκευάζων· καὶ τοῦτο ἂν εὕροις ἐπὶ τῶν δικαίων ἁπάντων γινόμενον. Εἰδὼς γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, ὥστε μὴ ἀπαγορεῦσαι πρὸς τὰ δυσχερῆ, μεταξὺ τῶν πόνων πολλάκις τὴν παρ' ἑαυτοῦ ἀντίληψιν καὶ τὰς ἀμοιβὰς παρέχει, ὥστε καὶ τὸν πόνον ἐπικουφίσαι, καὶ τὴν ὁρμὴν ἐπιτεῖναι. ᾜδειν γὰρ, φησὶν, ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου. Οὐ μόνον περὶ αὐτοῦ προλέγει, ὅτι Συντάξει, ἀλλὰ καὶ περὶ τῶν υἱῶν αὐτοῦ, ὅτι Φυλάξουσι τὰς ὁδοὺς Κυρίου, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ αἰνιττόμενος. Τὰς ὁδοὺς Κυρίου, τοῦτ' ἔστι τὰ προστάγματα, τὰς ἐντολάς. Ποιεῖν γὰρ, φησὶ, δικαιοσύνην καὶ κρίσιν· μηδὲν τοῦ δικαίου προτιμᾷν, ἐκτὸς γίνεσθαι πάσης ἀδικίας. Τοῦτο γὰρ ἡ μεγίστη ἀρετή· διά τοι τοῦτο πάντα εἰς ἔργον ἐκβήσεται, ὅσα ἐλάλησε Κύριος πρὸς αὐτόν. Οἶμαι δὲ καὶ ἕτερόν τι αἰνίττεσθαι αὐτὸν διὰ τοῦ λέγειν, Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, ἀντὶ τοῦ, Σὺ μὲν ὁ τὴν ἀρετὴν ἑλόμενος, καὶ τοῖς ἐμοῖς προστάγμασι πειθόμενος, καὶ τὴν ὑπακοὴν ἐπιδεικνύμενος, εἰς ἔθνος μέγα καὶ πολὺ γενήσῃ· οἱ δὲ παράνομοι οὗτοι οἱ κατὰ τὴν τῶν Σοδόμων χώραν οἰκοῦντες, ἀφανισθήσονται ἅπαντες. Ὥσπερ γὰρ ἡ ἀρετὴ σωτηρίας ὑπόθεσις γίνεται τοῖς ταύτην μετιοῦσιν, οὕτως ἡ πονηρία ἀφανισμοῦ αἰτία καθίσταται. Εἶτα ἐπειδὴ καὶ διὰ τῆς εὐλογίας, καὶ διὰ τῶν ἐπαίνων εἰς πλείονα παῤῥησίαν ἤγαγε τὸν δίκαιον, ἄρχεται τῆς ὑποθέσεως, καί φησι· Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Φοβερὰ τὰ εἰρημένα. Κραυγὴ Σοδόμων, φησὶ, καὶ Γομόῤῥας. Καίτοι καὶ ἕτεραι πόλεις μετ' αὐτῶν ἠφανίσθησαν, ἀλλ' ἐπειδὴ αὗται ἦσαν αἱ περιφανέστεραι, τούτων ἐμνημόνευσεν. Πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Ὅρα τῶν κακῶν τὴν ἐπίτασιν. Οὐ μόνον πολὺ τὸ πλῆθος τῆς κραυγῆς, ἀλλὰ καὶ τῆς ἀδικίας. Τὸ γὰρ, Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται, οἶμαι σημαίνειν, ὅτι μετὰ τῆς παρανομίας ἐκείνης τῆς ἀφάτου καὶ πάσης συγγνώμης ἀπεστερημένης, καὶ ἑτέρας ἀδικίας πολλὰς ἐπεδείκνυντο, οἱ δυνατώτεροι κατεξανιστάμενοι τῶν ἀσθενεστέρων, οἱ πλούσιοι τῶν πενήτων. Οὐ μόνον τοίνυν, φησι, πολὺ τῆς κραυγῆς τὸ πένθος, ἀλλὰ καὶ αἱ ἁμαρτίαι αὐτῶν οὐχ αἱ τυχοῦσαί εἰσιν, ἀλλὰ καὶ μεγάλαι, καὶ σφόδρα μεγάλαι. Ξένον γὰρ τρόπον παρανομίας ἐπενόησαν, καὶ ἀλλοκότους καὶ ἀθέσμους τῶν μίξεων νόμους ἐφεῦρον, καὶ τοσαύτη τῆς κακίας ἡ φορὰ, ὡς ἅπαντας τῆς λύμης ἀναπλησθῆναι πάσης, καὶ μηδεμίαν λοιπὸν διόρθωσιν αὐτοὺς ἐπιδέχεσθαι, ἀλλ' ἀφανισμοῦ δεῖσθαι παντελοῦς· οὐδὲ γὰρ ἰατρείαν λοιπὸν ἐπιδέχεται τὰ τούτων πάθη ἀνίατα γεγονότα. Εἶτα παιδεύων ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν, κἂν μεγάλα ᾖ σφόδρα τὰ ἁμαρτήματα καὶ ὡμολογημένα, μὴ πρότερον τὰς ψήφους ἐκφέρειν, πρὶν ἂν ἐναργεῖς ἀποδείξεις γένωνται, φησί· Καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται τὴν ἐρχομένην πρός με· εἰ δὲ μὴ, ἵνα γνῶ. Τί βούλεται τῆς λέξεως ἡ συγκατάβασις; Καταβὰς, φησὶν, ὄψομαι. Τόπον γὰρ ἐκ τόπου μεταβαίνει ὁ τῶν ὅλων Θεός; Οὐχὶ, μὴ γένοιτο. Οὐ τοῦτο λέγει, ἀλλ' ὅπερ πολλάκις ἔφην, τῇ παχύτητι τῆς λέξεως ἡμᾶς παιδεῦσαι βούλεται, ὅτι δεῖ πολλῇ τῇ ἀκριβείᾳ κεχρῆσθαι, καὶ μήτε ἀπὸ ἀκοῆς καταδικάζειν τοὺς ἡμαρτηκότας, μήτε ἄνευ ἀποδείξεως τὰς ψήφους ἐκφέρειν. Ἀκούωμεν ταῦτα ἅπαντες. Οὐ γὰρ μόνον οἱ τὸν δικαστικὸν θρόνον ἐπέχοντες, τοῦτον παραφυλάττεσθαι ὀφείλουσι τὸν νόμον, ἀλλὰ καὶ ἡμῶν ἕκαστος μηδέποτε ἀπὸ ψιλῆς διαβολῆς κατακρίνειν τὸν πλησίον. Διὰ γὰρ τοῦτο καὶ μετὰ ταῦτα ὁ μακάριος οὗτος Μωϋσῆς ἐνηχούμενος ὑπὸ τοῦ Πνεύματος παρῄνει, λέγων· Ἀκοὴν ματαίαν μὴ παραδέξῃ. Καὶ ὁ μακάριος δὲ Παῦλος γράφων ἐβόα· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Καὶ ὁ Χριστὸς διατασσόμενος τοῖς μαθηταῖς, καὶ διδάσκων τῶν Ἰουδαίων τὸ πλῆθος, τοὺς γραμματέας αὐτῶν καὶ Φαρισαίους, ἔλεγε· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Τί γὰρ, φησὶ, πρὸ καιροῦ ἁρπάζεις τὸ τοῦ δικαστοῦ ἀξίωμα; τί προλαμβάνεις τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; Βούλει κριτὴς εἶναι; Σαυτοῦ γίνου, καὶ τῶν σοι πεπλημμελημένων. Οὐδεὶς ὁ κωλύων. Οὕτω γὰρ καὶ τὰ ἡμαρτημένα σοι διορθώσῃ, καὶ οὐδεμίαν ἐκ τοῦ πράγματος ὑποστήσῃ βλάβην. Ἐὰν δὲ τὰ κατὰ σαυτὸν καταλιπὼν ἑτέρους καθέζῃ κρίνων, μείζονα σαυτῷ τὰ φορτία τῶν ἁμαρτημάτων συλλέγων οὐκ αἰσθάνῃ. Δι' ὃ, παρακαλῶ, φεύγωμεν πάντη τὸ καταδικάζειν τοὺς πλησίον. Εἰ γὰρ καὶ τῆς ἐξουσίας τῆς δικαστικῆς οὐ μετέχεις, ἀλλὰ τῇ γνώμῃ κατέκρινας. καὶ ὑπεύθυνον τῷ ἁμαρτήματι πεποίηκας, οὐδεμίαν ἀπόδειξιν δεξάμενος, ἀλλὰ πολλάκις ἐξ ὑποψίας καὶ διαβολῆς ψιλῆς. Διὰ γὰρ τοῦτο καὶ ὁ μακάριος Δαυῒδ ἐβόα λέγων· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
