# In Genesim (homiliae 1-67) 3.1-42

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΔʹ Ὤρθρισε δὲ Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-42

Ταῦτα τοίνυν, ἀγαπητοὶ, ἀναλογιζόμενοι, καὶ ἐννοοῦντες τοῦ ἡμετέρου Δεσπότου τὴν φιλανθρωπίαν, μὴ ῥᾳθυμῶμεν, ἀλλὰ πρότερον πολλὴν ἑαυτῶν τὴν ἐπιμέλειαν ποιώμεθα, καὶ τὸν ῥύπον τὸν ἀπὸ τῶν ἁμαρτημάτων ἐκκαθάρωμεν, καὶ οὕτως ἐπὶ τὰς πρεσβείας τῶν ἁγίων σπεύδωμεν. Ἐὰν γὰρ βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, καὶ δι' ἑαυτῶν παρακαλοῦντες τὰ μέγιστα ὀνησόμεθα. Ἐπειδὴ γὰρ φιλάνθρωπός ἐστιν ὁ Δεσπότης ὁ ἡμέτερος, οὐχ οὕτω δι' ἑτέρων παρακαλούμενος ὑπὲρ ἡμῶν ἐπινεύει, ὡς δι' ἡμῶν αὐτῶν. Ὅρα ἀγαθότητος ὑπερβολήν· ἐὰν ἴδῃ τοὺς προσκεκρουκότας ἡμᾶς, τοὺς ἠτιμωμένους, τοὺς μηδεμίαν παῤῥησίαν ἔχοντας, μικρὸν διεγερθέντας, καὶ ἐπὶ τὸν πλοῦτον τῆς φιλανθρωπίας αὐτοῦ καταφυγεῖν ἐθελήσαντας, εὐθέως ἐπινεύει ταῖς αἰτήσεσι, καὶ χεῖρα ὀρέγει κειμένοις, καὶ διανίστησι πεπτωκότας, καὶ βοᾷ λέγων· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Ἀλλ' ἵνα μάθητε καὶ ἐξ αὐτῶν τῶν πραγμάτων, ὅτι πολλοὶ δι' ἑαυτῶν μᾶλλον παρακαλέσαντες ἴσχυσαν ἐπιτυχεῖν τῶν σπουδαζομένων, ἢ δι' ἑτέρων, ἀναγκαῖόν ἐστι τοὺς ἐπιτυχόντας εἰς μέσον παραγαγεῖν, ἵνα καὶ ἡμεῖς μιμησώμεθα, καὶ εἰς ζῆλον διεγερθῶμεν. Ἀκούσωμεν τοίνυν πῶς ἡ Χαναναία ἐκείνη γυνὴ κατώδυνος οὖσα τὴν ψυχὴν καὶ ἀλλόφυλος, ἐπειδὴ εἶδε τὸν τῶν ψυχῶν ἰατρὸν, καὶ τὸν ἥλιον τῆς δικαιοσύνης ἀνατείλαντα τοῖς ἐν σκότει καθημένοις, ὅπως μετὰ θερμῆς καὶ ζεούσης προθυμίας τὴν πρόσοδον ἐποιήσατο, καὶ οὔτε τὸ γυναῖκα αὐτὴν εἶναι, οὔτε τὸ ἀλλόφυλον, ὀκνηροτέραν γενέσθαι παρεσκεύασεν, ἀλλὰ πάντα τὰ κωλύματα ταῦτα παρωσαμένη, προσελθοῦσά φησιν· Ἐλέησόν με, Κύριε, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἀλλ' ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος σιγᾷ καὶ οὐκ ἀποκρίνεται, οὐ λόγου μεταδίδωσιν, οὐδὲ οἰκτείρει τὸ γύναιον, ὁρῶν μετὰ τοσαύτης οἰμωγῆς προσελθοῦσαν, ἀλλὰ μακροθυμεῖ, βουλόμενος τὸν λανθάνοντα θησαυρὸν ἐν τῇ γυναικὶ κατάδηλον ἅπασι ποιῆσαι. ᾜδει γὰρ τὸν κρυπτόμενον μαργαρίτην, ὃν οὐκ ἐβούλετο λαθεῖν ἡμᾶς· καὶ διὰ τοῦτο ἀναβάλλεται, καὶ οὐδὲ ἀποκρίσεως ἀξιοῖ, ἵνα ἡ πολλὴ τῆς γυναικὸς προσεδρία διδασκαλία πᾶσι γένηται τοῖς μετὰ ταῦτα. Καὶ ὅρα τοῦ Θεοῦ τὴν ἄφατον ἀγαθότητα. Αὐτὸς μὲν, φησὶν, οὐκ ἀπεκρίνατο αὐτῇ· οἱ δὲ μαθηταὶ συμπαθέστεροι καὶ φιλανθρωπότεροι νομίζοντες εἶναι, οὐ τολμῶσι φανερῶς εἰπεῖν· Παράσχου αὐτῇ τὴν αἴτησιν, ἐλέησον αὐτὴν, σπλαγχνίσθητι ἐπ' αὐτῇ· ἀλλὰ τί; Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν, μονονουχὶ λέγοντες· ἐλευθέρωσον ἡμᾶς τῆς ἐπαχθείας, ἀπάλλαξον ἡμᾶς τῆς κραυγῆς τῆς παρ' αὐτῆς γινομένης. Τί οὖν ὁ Δεσπότης; Νομίζετέ με, φησὶν, εἰκῆ σεσιγηκέναι, καὶ μὴ ἀξιῶσαι αὐτὴν ἀποκρίσεως; Ἀκούετε· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Οὐκ ἴστε, φησὶν, ὅτι ἀλλόφυλός ἐστιν ἡ γυνή; οὐκ ἴστε ὅτι καὶ ὑμῖν ἤδη παρηγγύησα εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν; Τίνος οὖν ἕνεκεν οὕτως ἀνεξετάστως τὴν συμπάθειαν ἐπιδείκνυσθε; Σκόπει τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν, πῶς καὶ ὅτε ἔδοξεν ἀποκρίνεσθαι, τῆς σιγῆς βαρύτερον καθικνεῖτο τῆς γυναικὸς, καὶ μονονουχὶ καιρίαν αὐτῇ δέδωκε τὴν πληγὴν, κατὰ μικρὸν αὐτὴν διεγεῖραι βουλόμενος, ἵνα μάθωσιν ἀγνοοῦντες οἱ μαθηταὶ τὴν ἐγκεκρυμμένην ἐν αὐτῇ πίστιν. Ἀλλ' οὐδὲ οὕτως ἐνάρκησεν, οὐδὲ ὀκνηροτέρα γέγονε θεασαμένη καὶ τοὺς μαθητὰς οὐδὲν πλέον ἀνύσαντας, καὶ οὐκ εἶπε πρὸς ἑαυτήν· Εἰ μηδὲ οὗτοι ἴσχυσαν δυσωπῆσαι τὴν ὑπὲρ ἐμοῦ ἱκεσίαν ποιησάμενοι, τίνος ἕνεκεν εἰκῆ καὶ μάτην προσεδρεύω; ἀλλὰ καθάπερ ὑπὸ πυρὸς φλεγομένη, καὶ ἐμπιπραμένη τὸν λογισμὸν, καὶ τὰ σπλάγχνα διακοπτομένη, πρόσεισι προσκυνοῦσα καὶ λέγουσα, Κύριε, βοήθει μοι. Καὶ οὐδὲ οὕτως ἐπινεύει τῇ γυναικὶ, ἀλλ' ἀπόκρισιν ποιεῖται τῆς προτέρας βαρυτέραν. Οὐκ ἔστι, φησὶ, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἐννόησον, ἀγαπητὲ, καὶ θαύμασον ἐνταῦθα τῆς ψυχῆς αὐτῆς τὸν πόθον καὶ τὴν πίστιν τὴν ὑπερβάλλουσαν· ὅτι κυνάριον ἀκούσασα οὐκ ἐδυσχέρανεν, οὐκ ἀπεπήδησεν, ἀλλὰ μετὰ πολλῆς εὐγνωμοσύνης φησί· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Ὁμολογῶ, φησὶ, κυνάριον εἶναι· ὡς κυνάριον οὖν με ἀξίωσον τῶν ψιχίων τῆς τραπέζης. Εἶδες γυναικὸς πίστιν καὶ εὐγνωμοσύνην; Κατεδέξατο τὸ εἰρημένον, καὶ παραχρῆμα ἐπέτυχε τοῦ σπουδαζομένου, καὶ ἐπέτυχε μετὰ πολλῶν τῶν ἐγκωμίων. Τί γάρ φησιν ὁ Χριστός; Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ὦ γύναι· θαυμασμοῦ τὸ ῥῆμα, ἐπαίνου πολλοῦ γέμον τὸ εἰρημένον. Μεγάλην, φησὶν, ἐπεδείξω τὴν πίστιν· διὰ τοῦτο τοσαῦτά σοι ὑπάρξει, ὅσα θέλεις. Ὅρα φιλοτιμίας δαψίλειαν, καὶ θαύμασον τοῦ Δεσπότου τὴν σοφίαν. Ἆρα οὐκ ἐν προοιμίοις ἐνομίζομεν ἀσυμπαθῆ τινα αὐτὸν εἶναι, οὕτω διακρουόμενον, καὶ πρότερον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῦντα τὸ γύναιον, μετὰ δὲ ταῦτα καὶ διὰ τῆς προτέρας, καὶ διὰ τῆς δευτέρας ἀποκρίσεως μονονουχὶ ἀπελαύνοντα, καὶ τὴν μετὰ τοσούτου πόθου προσελθοῦσαν ἀποσοβοῦντα; Ἀλλ' ἐκ τοῦ τέλους κατάμαθε τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅτι βουλόμενος αὐτὴν περιφανεστέραν ἐργάσασθαι, διὰ τοῦτο τῇ μακροθυμίᾳ ἐχρήσατο. Εἰ μὲν γὰρ εὐθέως ἐπένευσεν, οὐκ ἂν ἔγνωμεν ἡμεῖς τῆς γυναικὸς τὴν ἀρετήν· ἐπειδὴ δὲ μικρὸν ἀνεβάλλετο, καὶ τοῦ Δεσπότου ἔγνωμεν τὴν ἄφατον φιλανθρωπίαν, κἀκείνης τὴν πίστιν τὴν ὑπερβάλλουσαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
