# In Genesim (homiliae 1-67) 3.1-44

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Μϛʹ Καὶ εἶπε Σάῤῥα· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-44

Ἀλλ' εἰ βούλεσθε, ἀνωτέρω ἀναγάγωμεν τὴν ἀκολουθίαν τοῦ λόγου, ἵνα πᾶσαν αὐτοῦ τὴν ἱστορίαν εἰς μέσον ἀγαγόντες, μάθωμεν ὡς οὐδὲν ἰσχυρότερον τοῦ πεφραγμένου τῇ ἄνωθεν συμμαχίᾳ, καὶ οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἐρήμου τυγχάνοντος, κἂν ὑπὸ μυρίων στρατοπέδων κυκλούμενος ᾖ. Οὗτος οὖν ὁ Δαυῒδ νέος ὢν κομιδῆ, καὶ διὰ τὸ τῆς ἡλικίας ἄωρον ἐν τῇ οἰκίᾳ τῇ πατρικῇ διάγων, ἐπειδή ποτε καιρὸς ἐκάλει τούτου τὴν ἀρετὴν φανερὰν γενέσθαι, προτραπεὶς ὑπὸ τοῦ πατρὸς ἐπισκέψασθαι τοὺς ἑαυτοῦ ἀδελφοὺς, ὑπήκουσε, καὶ ἀπεστέλλετο πρὸς αὐτούς. Παραγενόμενος οὖν εἰς τὴν τούτων ἐπίσκεψιν, ἐπειδὴ εἶδε τὸν πόλεμον συνεστῶτα τὸν τοῦ ἀλλοφύλου Γολιὰθ, καὶ πάντα τὸν λαὸν κατεπτηχότα τὸν μετὰ τοῦ Σαοὺλ, καὶ αὐτὸν τὸν βασιλέα εἰς τὸν περὶ τοῦ παντὸς κίνδυνον καθεστῶτα, τέως θεατὴς ἐβούλετο γενέσθαι, καὶ ἀπῄει ἰδεῖν τὸ καινὸν καὶ παράδοξον, ὅτι εἷς ἄνθρωπος τοσούτων μυριάδων κατεξανίστατο. Ἀλλ' οἱ ἀδελφοὶ τοῦ φρονήματος αὐτοῦ οὐκ ἐνεγκόντες τὴν ἀνδρείαν, εἰς φθόνον διηγέρθησαν, καί φασι πρὸς αὐτόν· Δι' οὐδὲν ἕτερον ἐλήλυθας, ἢ ἵνα τὸν πόλεμον ἴδῃς; Οὐδὲ γὰρ διὰ τὴν ἐπίσκεψιν τὴν ἡμετέραν παραγέγονας. Ἀλλ' ὅρα τούτου τὴν σύνεσιν καὶ τὴν πολλὴν ἐπιείκειαν. Οὐδὲν προπετὲς πρὸς αὐτοὺς φθέγγεται, οὐδὲν τραχὺ, ἀλλὰ καταστέλλων αὐτῶν τὴν φλόγα, καὶ τὸν φθόνον καταπραΰνων, φησίν· Οὐχὶ ῥῆμά ἐστι; Μὴ γὰρ ὅπλα με εἴδετε μεταχειριζόμενον, μὴ γὰρ παραταττόμενον ἐθεάσασθε; Ἁπλῶς ἰδεῖν ἐβουλήθην, καὶ πυθέσθαι πόθεν τούτῳ τῆς τοσαύτης μανίας ἡ ὑπερβολή. Τίς γάρ ἐστιν ὁ ἀλλόφυλος, ὁ ὀνειδίζων παράταξιν Θεοῦ ζῶντος; Εἶτα ἀκούων κἀκείνου τὴν πολλὴν μεγαλοῤῥημοσύνην, καὶ τῶν μετὰ τοῦ Σαοὺλ ἀφιγμένων τὴν ἄφατον δειλίαν, φησί· Τί ἔσται τῷ ἀνθρώπω τῷ τούτου τὴν κεφαλὴν ἐκτέμνοντι; Καὶ πολλὴν τῆς ψυχῆς τὴν ἀνδρείαν ἐδείκνυ διὰ τῶν ῥημάτων πάντας εἰς ἔκπληξιν ἀγαγών. Ταῦτα γνοὺς ὁ Σαοὺλ μεταπέμπεται τὸν νέον τὸν τῆς ποιμαντικῆς πλέον εἰδότα οὐδὲν, καὶ ἰδὼν αὐτοῦ τὴν ἡλικίαν ἐξευτέλισεν. Εἶτα μαθὼν παρ' αὐτοῦ, ὅπως τοῖς ἄρκτοις ἐκέχρητο, ἡνίκα ἐπῄεσαν τοῖς ποιμνίοις· ἠναγκάσθη γὰρ ταῦτα διηγήσασθαι ὁ θαυμάσιος οὗτος, οὐ κενοδοξῆσαι βουλόμενος, ἀλλ' εἰς ἀνάγκην καταστὰς, ὥστε ἐκείνῳ θάρσος ἐνθεῖναι, καὶ μὴ πρὸς τὴν εὐτέλειαν τοῦ φαινομένου ἰδεῖν, ἀλλὰ πρὸς τὴν πίστιν τὴν ἔνδοθεν κρυπτομένην, καὶ τὴν συμμαχίαν τὴν ἄνωθεν, δι' ἣν ὁ νέος τῶν ἀνδρῶν ἦν ἰσχυρότερος, καὶ ὁ ἄοπλος τῶν ὡπλισμένων, καὶ ὁ ποιμὴν τῶν στρατιωτῶν· εἶτα ἰδὼν αὐτοῦ τὸ παράστημα τῆς γνώμης ὁ βασιλεὺς, τὰ οἰκεῖα ὅπλα ἐνδύειν αὐτὸν ἐβούλετο· ὁ δὲ ταῦτα περιθέμενος οὐδὲ ἐνεγκεῖν αὐτὰ ἴσχυσε. Τοῦτο δὲ ἐγίνετο, ἵνα γυμνὴ δειχθῇ ἡ τοῦ Θεοῦ δύναμις, ἡ δι' αὐτοῦ ἐνεργοῦσα, καὶ μὴ τοῖς ὅπλοις λογίσωνται τὰ γινόμενα. Ἐπειδὴ γὰρ μετὰ τὸ ἐνδύσασθαι ταῦτα ἐχώλευεν, ἀπέθετο τὰ ὅπλα, καὶ τὴν κάδον τὴν ποιμαντικὴν λαβὼν καὶ τὰς βώλους, οὕτως ἐπὶ τὸν σάρκινον ἐκεῖνον πύργον ἐξῄει. Ἀλλ' ὅρα πάλιν καὶ τὸν ἀλλόφυλον πρὸς τὸ εὐτελὲς τῆς ἡλικίας ὁρῶντα, καὶ ἐντεῦθεν ἐξευτελίζοντα τὸν δίκαιον, καὶ καθάπερ παιδίου εὐτελοῦς κατεξανιστάμενον διὰ τῶν ῥημάτων. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν μετὰ τῆς κάδου τῆς ποιμαντικῆς ἐπ' αὐτὸν ὁρμήσαντα, καὶ τὰς βώλους μόνας ἐπιφερόμενον, μονονουχὶ πρὸς αὐτὸν ἔλεγεν· Ἐνόμισας σὺ πάλιν προβάτοις ἐφεστάναι, καὶ κύνας τινὰς ἐκδιώκειν, καὶ διὰ τοῦτο καθάπερ κύνα τινὰ ἐλαύνων, οὕτω μετὰ τῶν ὀργάνων ἐκείνων ἐπὶ τὴν πρὸς ἐμὲ μάχην ὥρμησας; ἄρτι σε ἡ πεῖρα διδάξει, ὡς οὐ πρὸς τὸν τυχόντα σοι ὁ πόλεμος. Καὶ πολλῇ τῇ μεγαλοῤῥημοσύνῃ χρησάμενος ἔσπευδε καὶ ἠπείγετο, καὶ τὴν παντευχίαν ἐκίνει, καὶ τὰ ὅπλα ἐξέτεινεν. Ἀλλ' ὁ μὲν τῇ δυνάμει τῶν ὅπλων πεποιθὼς ἥπτετο τῆς μάχης· ὁ δὲ, τῇ πίστει καὶ τῇ ἄνωθεν συμμαχίᾳ συμφράξας ἑαυτόν. Καὶ πρότερον διὰ τῶν ῥημάτων τοῦ ἀλλοφύλου τὸ φρύαγμα κατενεγκὼν, καὶ εἰπὼν πρὸς αὐτόν· Σὺ μὲν ἔρχῃ πρός με ἐν ὅπλῳ καὶ δόρατι, καὶ τῇ οἰκείᾳ ἰσχύϊ νομίζεις περιγενέσθαι· ἐγὼ δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ. Καὶ ταῦτα εἰπὼν, καὶ ἀνελόμενος ἐκ τῆς κάδου τῆς ποιμενικῆς μίαν βῶλον, καθάπερ ὄντως κύνα τινὰ μέλλων ἀπελαύνειν ἐπιόντα τῇ ποίμνῃ, οὕτω τῇ σφενδόνῃ ἐξακοντίσας, παραχρῆμα κατὰ τοῦ μετώπου πλήξας τὸν ἀλλόφυλον κατήνεγκε, καὶ σπεύσας καὶ ἀφελὼν αὐτοῦ τὸ ξίφος, δι' ἐκείνου τὴν κεφαλὴν ἀποτεμὼν, οὕτως ἤνεγκε τῷ βασιλεῖ, καὶ τέλος τῷ πολέμῳ δέδωκε. Καὶ δι' ἐκείνου καὶ ὁ βασιλεὺς τὴν σωτηρίαν εὕρατο, καὶ πᾶς ὁ τούτου στρατὸς ἀνέπνευσε. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα, τὸν ὡπλισμένον ὑπὸ τοῦ ἀόπλου κατενηνεγμένον, καὶ τὸν τὰ πολεμικὰ ἔμπειρον ὑπὸ τοῦ τῆς ποιμενικῆς πλέον εἰδότος μηδὲν πίπτοντα. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ὁ μὲν τὴν ἄνωθεν εἶχε συμμαχίαν συνεφαπτομένην αὐτῷ, ὁ δὲ ταύτης ἔρημος ὢν ὑπὸ ταῖς τούτου χερσὶν ἐγίνετο. Ἀλλ' ὅρα λοιπὸν ἐνταῦθα τὸ πάθος τοῦ φθόνου ὅσην εἰργάσατο τὴν ἀτοπίαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ βασιλεὺς εὐφημίας πολλῆς ἀπολαύσαντα τὸν δίκαιον τοῦτον, καὶ τὰς χορευούσας κραζούσας· Ἐνίκησε Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσιν, οὐκ ἐνεγκὼν πράως τὰ παρ' αὐτῶν ῥηθέντα (καίτοι κατὰ τὸν τοῦ δικαίου λόγον αὐτῷ μᾶλλον ἐχαρίσαντο, ἢ τῷ Δαυῒδ), ἡττηθεὶς ὑπὸ τοῦ φθόνου τὸν εὐεργέτην τοῖς ἐναντίοις λοιπὸν ἠμείβετο, καὶ ὃν ἐχρῆν σωτῆρα καὶ εὐεργέτην ἐπιγράφεσθαι, τοῦτον ἀνελεῖν ἐπεχείρει. Ὢ μανίας ὑπερβολή. ὢ παραπληξίας ἐπίτασις. Τὸν τὴν ζωὴν αὐτῷ χαρισάμενον, καὶ πάντα τὸν στρατὸν αὐτοῦ ἐλευθερώσαντα τῆς τοῦ ἀλλοφύλου μανίας, τοῦτον ὡς πολέμιον λοιπὸν ὑφωρᾶτο, καὶ οὐδὲ ἔναυλος οὖσα ἡ εὐεργεσία περιεγίνετο τοῦ πάθους, ἀλλὰ καθάπερ ὑπὸ μέθης τινὸς, ὑπὸ τοῦ φθόνου σκοτωθεὶς τὸν τῆς διανοίας λογισμὸν, τὸν εὐεργέτην ὡς πολέμιον ἑώρα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
