# In Genesim (homiliae 1-67) 3.1-45

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΖʹ Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-45

Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, ἀλλ' ἐννοήσωμεν πῶς οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχὴ, πῶς ἤνεγκε ταῖς οἰκείαις χερσὶ συμποδίσαι, καὶ τοῖς ξύλοις ἐπιθεῖναι τὸν ἀγαπητὸν, τὸν ἐπέραστον, τὸν μονογενῆ· Καὶ ἐξέτεινε, φησὶν, Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ, λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Ὢ φιλοθέου ψυχῆς. ὢ γνώμης ἀνδρείας. ὢ πόθου ἐπιτεταμένου. ὢ λογισμοῦ νικῶντος ἀνθρωπίνην φύσιν. Ἔλαβε, φησὶ, τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Τίνα θαυμάσω καὶ ἐκπλαγῶ; τοῦ πατριάρχου τὸ ἀνδρεῖον φρόνημα, ἢ τοῦ παιδὸς τὴν ὑπακοήν; ὅτι οὐκ ἀπεσκίρτησεν, οὐδὲ ἐδυσχέρανε πρὸς τὸ γινόμενον, ἀλλ' ἐπείθετο καὶ εἶκε τοῖς ὑπὸ τοῦ πατρὸς γινομένοις, καὶ καθάπερ ἀρνίον μεθ' ἡσυχίας τῷ βωμῷ ἐπέκειτο, ἀναμένων τοῦ πατρὸς τὴν δεξιάν; Ἀλλ' ἐπειδὴ τὰ τῆς γνώμης ἅπαντα ἀπηρτίσθη, καὶ οὐδὲν λοιπὸν ἐνέλιπε, δεικνὺς ὁ ἀγαθὸς Δεσπότης ὅτι οὐ σφαγῆναι τὸν παῖδα βουλόμενος ταῦτα ἐπέταξεν, ἀλλὰ τοῦ δικαίου θέλων ἐκκαλύψαι τὴν ἀρετὴν ἀπὸ τῆς γνώμης στεφανώσας τὸν δίκαιον, καὶ ἀπὸ τῆς προαιρέσεως, τοῦ πατριάρχου τὴν ἀπηρτισμένην θυσίαν δεξάμενος λοιπὸν τὴν οἰκείαν ἐπιδείκνυται φιλανθρωπίαν. Καὶ ἐκάλεσεν αὐτὸν, φησὶν, ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν· Ἀβραὰμ, Ἀβραάμ. Ἐπειδὴ γὰρ ἑώρα συντεταμένον τὸν δίκαιον, καὶ ἕτοιμον ὄντα πρὸς τὴν σφαγὴν, καὶ τὸ ἐπίταγμα πληρῶσαι βουλόμενον, διὰ τοῦτο καλεῖ αὐτὸν ἐκ τοῦ οὐρανοῦ, καί φησιν, Ἀβραὰμ, Ἀβραάμ. Καλῶς καὶ ἐνταῦθα τῷ διπλασιασμῷ ἐχρήσατο, ἵνα περιγένηται τῆς ὁρμῆς τοῦ δικαίου, καὶ μονονουχὶ διὰ τῆς φωνῆς κατάσχῃ τοῦ πατριάρχου τὴν δεξιὰν ἐπειγομένην πρὸς τὴν τοῦ παιδὸς σφαγήν. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σὺ, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. —Μὴ ἐπιβάλῃς, φησὶ, τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Οὐ τὸ ἔργον γενέσθαι βουλόμενος τοῦτο ἐπέταξα, οὐδὲ σφαγῆναι θέλων τὸν παῖδα τὸν σὸν, ἀλλὰ τὴν ὑπακοὴν τὴν σὴν ἅπασι κατάδηλον ποιῆσαι. Μὴ τοίνυν ποιήσῃς αὐτῷ μηδέν· ἀρκοῦμαι γὰρ τῇ γνώμῃ τῇ σῇ, καὶ ἐντεῦθεν στεφανῶ καὶ ἀνακηρύττω σε. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεόν. Ὅρα λέξεως συγκατάβασιν. Τί οὖν; πρὸ τούτου ἠγνόει τοῦ δικαίου τὴν ἀρετὴν, καὶ νῦν ἔγνω ὁ τῶν ὅλων Δεσπότης; Οὐ τοῦτό φησιν, ὅτι αὐτὸς νῦν ἔγνω. Ἀλλὰ τί; Νῦν, φησὶν, ἅπασιν ἐγνώρισας, ὅπως εἰλικρινῆ τὸν φόβον ἔχεις τὸν πρὸς τὸν Θεόν. Ἐγὼ μὲν γὰρ ᾔδειν τὸν ἐμὸν θεράποντα· τὰ δὲ νῦν παρὰ σοῦ γενόμενα τοῖς τε νῦν οὖσι, ταῖς τε μετὰ ταῦτα γενεαῖς διδασκαλίας ὑπόθεσις γενήσεται. Ἐγνώρισας γὰρ νῦν ἅπασιν ὅπως φοβῇ τὸν Θεὸν, καὶ τὰ προσταττόμενα εἰς ἔργον ἀγαγεῖν σπεύδεις· Καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ· τοῦ σφόδρα σοι περιποθήτου καὶ γνησίως ὑπὸ σοῦ ἀγαπωμένου οὐκ ἐφείσω δι' ἐμὲ, διὰ τὸ πρόσταγμα τὸ ἐμὸν, διὰ τὸ ἐπίταγμα τὸ παρ' ἐμοῦ· ἀλλὰ προετίμησας τὸ παρ' ἐμοῦ κελευσθὲν τοῦ παιδὸς τοῦ σοῦ. Διὰ τοῦτο καὶ τὸν παῖδα δέχου τὸν σόν. Διὰ τοῦτο γάρ σοι ἐπηγγειλάμην τὸ σπέρμα τὸ σὸν ἐκταθήσεσθαι· καὶ τὸν ἐπὶ τῇ ὑπακοῇ στέφανον ἀναδησάμενος ἄπιθι. Ἐγὼ γὰρ τὴν προαίρεσιν οἶδα στεφανοῦν, καὶ ἀπὸ τῆς γνώμης τὰ βραβεῖα παρέχειν. Εἰς ἔργον γὰρ ἐκβῆναι προσήκει τὰ παρὰ σοῦ ῥηθέντα καὶ τοῖς παισὶ τοῖς σοῖς καὶ τῷ Ἰσαάκ· ἐκείνοις γὰρ ἐπηγγείλω, ὅτι Προσκυνήσαντες ἀναστρέψομεν· καὶ τοῦτο ἤδη ἔσται· καὶ τῷ παιδὶ πυθομένῳ, Ποῦ ἔστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, εἶπας. Ἰδοὺ οὖν ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ὅρα τὸ προῤῥηθὲν παρὰ σοῦ πρόβατον, ὅπερ ἀντὶ τοῦ παιδὸς ὁλοκαρπώσεις. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος τῶν κεράτων ἐν φυτῷ Σαβέκ. Καὶ ἐπορεύθη Ἀβραὰμ, καὶ ἔλαβε τὸν κριὸν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. Εἶδόν σου, φησὶ, τῆς γνώμης τὸ φιλόθεον, ἰδοὺ ὅπερ προλαβὼν εἶπες τῷ παιδὶ, τοῦ τό σοι παρεσκεύασα. Καὶ ἔλαβε, καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. Εἶδες Θεοῦ φιλανθρωπίαν; Καὶ ἡ θυσία ἀπηρτίσθη, καὶ ὁ πατριάρχης τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης ἐπεδείξατο, καὶ ἀπὸ τῆς προαιρέσεως τὸν στέφανον ἐκομίσατο, καὶ τὸν Ἰσαὰκ λαβὼν ἐπάνεισι μετὰ μυρίων στεφάνων. Ταῦτα δὲ πάντα τύπος ἐγίνετο τοῦ σταυροῦ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς Ἰουδαίοις ἔλεγεν· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Πῶς εἶδεν ὁ πρὸ τοσούτων γεγενημένος χρόνων; Διὰ τοῦ τύπου, διὰ τῆς σκιᾶς. Καθάπερ γὰρ ἐνταῦθα τὸ πρόβατον προσηνέχθη ἀντὶ τοῦ Ἰσαὰκ, οὕτως ὁ λογικὸς ἀμνὸς προσηνέχθη ὑπὲρ τῆς οἰκουμένης. Ἔδει γὰρ ἐν τῇ σκιᾷ προδιαγραφῆναι τὴν ἀληθείαν. Ὅρα μοι γὰρ, ἀγαπητὲ, πῶς ἅπαντα διὰ τῆς σκιᾶς προετυποῦτο· μονογενὴς ἐκεῖ, καὶ μονογενὴς ἐνταῦθα· ἀγαπητὸς ἐκεῖ καὶ γνήσιος, ἀγαπητὸς καὶ ἐνταῦθα καὶ γνήσιος. Οὗτος γάρ ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, φησὶν, ἐν ᾧ ηὐδόκησα. Ὑπὸ τοῦ πατρὸς ἐκεῖνος εἰς ὁλοκαύτωσιν ἀνεφέρετο, καὶ τοῦτον ὁ Πατὴρ ἐξέδωκε. Καὶ βοᾷ Παῦλος λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Μέχρι τούτου ἡ σκιά· λοιπὸν δὲ τῶν πραγμάτων ἡ ἀλήθεια πολὺ τὸ ὑπερέχον ἐπιδείκνυται. Ὁ γὰρ ἀμνὸς οὗτος ὁ λογικὸς ὑπὲρ ἁπάσης τῆς οἰκουμένης προσεφέρετο, οὗτος τὴν οἰκουμένην ἅπασαν ἐξεκάθηρεν· οὗτος τοὺς ἀνθρώπους τῆς πλάνης ἠλευθέρωσε, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήγαγεν· οὗτος τὴν γῆν οὐρανὸν ἐποίησεν, οὐ τῶν στοιχείων ἐναλλάξας τὴν φύσιν, ἀλλὰ τὴν ἐν τοῖς οὐρανοῖς πολιτείαν εἰς τοὺς ἐπὶ γῆς ἀνθρώπους μεταστήσας. Διὰ τούτου πᾶσα ἡ τῶν δαιμόνων θεραπεία λέλυται· διὰ τούτου οὐκ ἔτι λίθοις καὶ ξύλοις προσκυνοῦσιν ἄνθρωποι, οὐδὲ οἱ λόγῳ τετιμημένοι τοῖς ἀναισθήτοις ὑποκύπτουσιν, ἀλλὰ πᾶσα ἀπελήλαται ἡ πλάνη, καὶ τὸ τῆς ἀληθείας φῶς τὴν οἰκουμένην κατηύγασεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
