# In Genesim (homiliae 1-67) 3.1-46

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΗʹ Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ τοῦ Χὲτ πρὸς Ἀβραὰμ, καὶ εἶπαν· Βασιλεὺς παρὰ Θεοῦ εἶ σὺ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-46

Ἀλλ' ὁ μὲν πατριάρχης ἀρκοῦσαν τῷ παιδὶ τὴν ἐντολὴν ἐποιήσατο, καὶ ὅρκοις αὐτὸν συνέδησεν. Ἴδωμεν δὲ λοιπὸν τὴν εὐγνωμοσύνην τοῦ οἰκέτου, ὅπως ἐζήλου τοῦ δεσπότου τὸ φιλόθεον. Ἐπειδὴ γὰρ εἶδε μετὰ πολλῆς σφοδρότητος ἐντελλόμενον τὸν δίκαιον, φησὶ πρὸς αὐτόν· Ἐὰν μὴ βούληται ἡ γυνὴ πορευθῆναι μετ' ἐμοῦ, βούλει τὸν υἱόν σου ἀποστρέψω εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν; Ἵνα μὴ, φησὶ, δυσκολίας τινὸς παρεμπεσούσης ἐκβαίνειν δόξω τὰς ἐντολὰς τὰς σὰς, διὰ τοῦτο πυνθάνομαι, τί δέοι με παραφυλάξασθαι, καὶ εἰ ἀρεστόν σοι τὸν Ἰσαὰκ ἐκεῖ ἀπελθεῖν, ὥστε λαβόντα τὴν γαμετὴν οὕτως ἐπανελθεῖν, εἰ μὴ ἀνάσχοιτο, καθάπερ ἐνετείλω, μετ' ἐμοῦ παραγενέσθαι; Τί οὖν ὁ δίκαιος; Ἀπαγορεύει τοῦτο αὐτῷ καί φησι· Πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Οὐ χρεία σοι γενήσεται τούτου, φησίν. Ὁ γὰρ τὴν ἐπαγγελίαν πρός με ποιησάμενος, καὶ ἐπὶ τοσοῦτον αὐξηθῆναι τὸ σπέρμα αὐτοῦ ὑποσχόμενος, αὐτός σοι καὶ τοῦτο εὐοδώσει. Μὴ τοίνυν ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς. Ὅρα πῶς καὶ ἀνωτέρω ὁρκῶν τὸν παῖδα, τὸν δημιουργὸν τῶν ὅλων αὐτὸν ἐκπαιδεύει· καὶ νῦν μέλλων ἐπεύχεσθαι, τὰ αὐτὰ ῥήματά φησι, διὰ πάντων παιδεύων τὸν οἰκέτην ἐπ' ἐκεῖνον τὴν πεποίθησιν ἔχοντα, οὕτω τῆς ὁδοιπορίας ἅψασθαι, καὶ θαῤῥεῖν καὶ ὑπὲρ τοῦ τέλους. Διδάσκει γὰρ αὐτὸν ὅσης ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀπήλαυσε τῆς παρὰ τοῦ τῶν ὅλων Θεοῦ εὐνοίας, καὶ ὅτι αὐτὸς οὗτος, ὁ καὶ ἐκ τῆς οἰκείας πατρίδος ἀναστήσας, καὶ μέχρι νῦν τὰ κατ' αὐτὸν οὕτως οἰκονομήσας, καὶ ἐν αὐτῷ τῷ γήρᾳ τοῦ Ἰσαὰκ τὸν τόκον χαρισάμενος, αὐτὸς καὶ τὰ προκείμενα αὐτῷ κατευοδώσει. Κύριος ὁ Θεὸς, φησὶ, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς ἧς ἐγεννήθην, αὐτὸς οὗτος ὃς ἐλάλησέ μοι λέγων, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, οὗτος ὁ τοσαύτην περὶ ἐμὲ τὴν κηδεμονίαν ἐπιδειξάμενος, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Θαῤῥῶν, φησὶν, ἄπιθι· πέπεισμαι γὰρ ὅτι ὁ τοσαύτην περὶ ἐμὲ τὴν εὐεργεσίαν ἐπιδειξάμενος, καὶ ταύτην προσθήσει ταῖς προλαβούσαις, καὶ ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου. Αὐτός σοι προοδοποιήσει ἅπαντα, αὐτός σοι καὶ τὴν γυναῖκα γνώριμον ποιήσει, καὶ λαβὼν αὐτὴν ἥξεις. Ἐὰν δὲ γένηται, ὃ μὴ γένοιτο, καὶ ἀντιτείνῃ ἡ γυνὴ τοῦ μὴ πορευθῆναι, ἀλλότριος ἔσῃ ἀπὸ τῆς ἀρᾶς τοῦ ὅρκου. Τὸν μέντοι υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ. Οὐκ ἀμφιβάλλω γὰρ, ὅτι κατευοδώσει σε Κύριος. Καὶ δεικνὺς ὅπως ἐπεποίθει τῇ τοῦ Θεοῦ δυνάμει, ἀπαγορεύει τῷ παιδὶ τὸν Ἰσαὰκ ἐκεῖσε ἀπαγαγεῖν. Εἶτα ἐπειδὴ μετὰ ἀκριβείας διετείλατο τῷ παιδὶ, καὶ ἀπήλλαξεν αὐτὸν τῆς φροντίδος (ἐδεδοίκει γὰρ ὁ παῖς μὴ ἐπιορκήσας ἁλῷ τὸ προσταχθὲν μὴ πληρώσας), Θεὶς, φησὶ, τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν, ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου, ὥστε μὴ τὸν Ἰσαὰκ ἐκεῖσε ἀπαγαγεῖν. Εἶδες πῶς ἐκ προοιμίων ἔδειξεν ὁ οἰκέτης τὴν εὔνοιαν τὴν περὶ τὸν δεσπότην; Ὅρα λοιπὸν αὐτὸν ἐκ τῆς τοῦ πατριάρχου διδασκαλίας βελτίω γινόμενον, καὶ μιμούμενον τοῦ δικαίου τὸ φιλόθεον. Λαβὼν γὰρ, φησὶν, ὁ παῖς δέκα καμήλους καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ, ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχὼρ, καὶ ἐκοίμισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψὲ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. Καὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραάμ. Ὅρα τοῦ οἰκέτου τὴν εὐγνωμοσύνην. Τὸν τῆς οἰκουμένης Δεσπότην ἀπὸ τοῦ πατριάρχου ὀνομάζει· Κύριε γὰρ ὁ Θεὸς, φησὶ, τοῦ κυρίου μου Ἀβραὰμ, ὁ τοσαύτας περὶ αὐτὸν εὐεργεσίας ἐπιδειξάμενος. Καὶ τί θαυμάζεις εἰ ὁ οἰκέτης αὐτὸν οὕτω καλεῖ Θεὸν Ἀβραάμ; Αὐτὸς ὁ τῶν ὅλων Θεὸς δεικνὺς ὅπως τῶν δικαίων τὴν ἀρετὴν περὶ πολλοῦ ποιεῖται, φησίν· Ἐγώ εἰμι ὁ Θεὸς Ἰακὼβ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἀβραάμ. Κύριε, φησὶν, ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εὐόδωσον ἐναντίον μου σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ· ὡς εἰ ἔλεγεν· Εἰς ἔργον ἐλθεῖν ποίησον τὰ δόξαντα αὐτῷ, καὶ κατὰ γνώμην τὴν αὐτοῦ πάντα εὐόδωσον. Ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ. Τί ἐστι, Ποίησον ἔλεος; Τὴν ἐπιθυμίαν αὐτοῦ πλήρωσον. Εἶτά φησιν· Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ. Καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι, Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πᾶσαι πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ὅρα τοῦ οἰκέτου τὴν σύνεσιν. Ἐπειδὴ γὰρ ᾔδει τοῦ πατριάρχου τὸ φιλόξενον, καὶ ὅτι τὴν κόρην τὴν ἐκεῖ μέλλουσαν ἀπάγεσθαι ὁμότροπον εἶναι προσήκει τῷ δικαίῳ, οὐδὲν ἕτερον τεκμήριον ἐπιζητεῖ, ἀλλ' ἀπὸ τῆς γνώμης τὴν φιλοξενίαν χαρακτηρίσαι βούλεται τῆς κόρης, καί φησιν· Ἐὰν ἐμοῦ αἰτήσαντος παρ' αὐτῆς τὸ ὕδωρ, ἐπικλίνῃ μοι τὴν ὑδρίαν, καὶ μὴ μόνον τὸ αἰτηθὲν ποιήσῃ, ἀλλὰ καὶ τὴν δαψίλειαν τῆς οἰκείας γνώμης ἐπιδείξηται, καὶ εἴπῃ, Καὶ ταῖς καμήλοις σου ἐφυδρεύσομαι, ἀρκοῦσαν ἀπόδειξιν παρέσχε διὰ τῆς τοῦ ὕδατος παροχῆς τῆς τῶν τρόπων ἐπιεικείας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
