# In Genesim (homiliae 1-67) 3.1-49

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΓʹ Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-49

Μὴ τοίνυν τοῦτο σκόπει, ὅτι ψεῦδος ἦν τὰ λεγόμενα παρὰ τοῦ Ἰακὼβ, ἀλλ' ἐκεῖνο ἐννόει, ὅτι βουλόμενος ὁ Θεὸς εἰς ἔργον τὴν πρόῤῥησιν αὐτοῦ ἀγαγεῖν, ἅπαντα οὕτως ᾠκονόμησε γενέσθαι. Καὶ ἵνα μάθῃς ὅτι ὁ Θεὸς ἦν ὁ πάντα ἐξευμαρίζων, καὶ τὰ δύσκολα εὔκολα ποιῶν, ὅρα πῶς ὁ δίκαιος οὐκ ἠδυνήθη συνιδεῖν τὴν ἀπάτην, ἀλλὰ καὶ πείθεται τοῖς παρὰ τοῦ Ἰακὼβ ῥηθεῖσι, καὶ ἀπολαύσας τῶν ἐδεσμάτων ἀμείβεται αὐτὸν ταῖς εὐλογίαις. Καὶ οὐ πρότερον παραγίνεται ἀπὸ τῆς θήρας ὁ Ἡσαῦ, μέχρις ὅτε πάντα τέλος ἔλαβεν, ἵνα διὰ πάντων γνῶμεν ὅτι κατὰ Θεοῦ γνώμην τὸ γινόμενον ἦν. Εἶπε δὲ, φησὶν, Ἰσαάκ· Τί τοῦτο, ὅτι ταχὺ εὗρες, ὦ τέκνον; Ὁ δὲ εἶπεν· Ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον ἐμοῦ. Ἔτι ἐναγώνιος εἱστήκει ὁ Ἰακὼβ, καὶ ηὔξετο αὐτῷ τὰ τοῦ φόβου, καὶ πάντα ἐγίνετο, ἵνα μάθωμεν δι' αὐτῶν ὅτι ὁ φιλάνθρωπος Δεσπότης οὐχ ἁπλῶς τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν, ἂν μὴ πολλὴν ἴδῃ καὶ τὴν παρ' ἡμῶν θερμότητα γινομένην. Μὴ γάρ μοι παραδράμῃς, ἀγαπητὲ, τοῦτον νῦν τὸν ἀγῶνα, ἀλλὰ σκόπει ὅτι περὶ τοῦ παντὸς ἦν αὐτῷ ὁ κίνδυνος, καὶ ἐδεδοίκει καὶ ἔτρεμε μὴ δι' εὐλογίαν κατάρας ὑπεύθυνος γένηται. Εἶτά φησιν, Εἶπε δὲ Ἰσαάκ· Ἔγγισόν μοι, καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ. Ἀπὸ γὰρ τῆς φωνῆς ἠρέμα πως ἐνεδοίαζεν ὁ δίκαιος· ἀλλ' ἐπειδὴ ἐχρῆν τὴν οἰκονομίαν εἰς ἔργον ἐξελθεῖν, οὐ συνεχωρήθη συνιδεῖν τὴν ἀπάτην. Ἤγγισε δὲ, φησὶν, Ἰακὼβ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· Ἡ μὲν φωνὴ, φωνὴ Ἰακώβ· αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ· καὶ οὐκ ἐπέγνω αὐτόν. Ὅρα πῶς δείκνυται ὅτι τῆς τοῦ Θεοῦ χάριτος ἦν τὸ πᾶν, τῆς παρασκευαζούσης καὶ αὐτὸν μηδὲν τῶν γινομένων συνιδεῖν, καὶ τὸν Ἰακὼβ ἀπολαῦσαι τῆς πατρικῆς εὐλογίας. Καὶ οὐκ ἐπέγνω αὐτὸν, φησίν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ. Καὶ εἶπεν· Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; Ὅρα πάλιν πῶς δείκνυσιν ἡ θεία Γραφὴ ὅτι ἐδίσταζεν ὁ δίκαιος. Εἶπε γὰρ, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ἵνα καὶ ἐκ τούτου πάλιν γνῶμεν, ὅτι ὁ πατὴρ μὲν ἡττηθεὶς τῇ φυσικῇ φιλοστοργίᾳ ἅπαντα διεπράττετο· ὁ δὲ Θεὸς ὁ τὰ μέλλοντα προορῶν, καὶ ἀπὸ τῆς τῶν τρόπων ἀρετῆς χαρακτηρίζων καὶ δεικνὺς τοὺς ἑαυτοῦ θεράποντας, οὕτως ἅπαντα οἰκονομεῖ. Καὶ εἶπε, φησίν· Ἐγώ. Ἐπειδὴ γὰρ εἶπεν, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; καὶ εἶπεν, Ἐγώ· εἶπε, Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου· μόλις ποτὲ τῆς ἀγωνίας λοιπὸν ἀπηλλάγη ὁ Ἰακὼβ, Καὶ προσήνεγκε τῷ πατρὶ τὰ ἐδέσματα, καὶ εἰσήνεγκεν οἶνον, καὶ ἔπιε. Καὶ εἶπεν αὐτῷ· Ἔγγισόν μοι, καὶ φίλησόν με, τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν. Ὅρα τῆς θείας Γραφῆς τὴν παρατήρησιν. Ἐπειδὴ ἠρώτησεν, Εἰ σὺ εἶ Ἡσαῦ; καὶ εἶπεν, Ἐγὼ, καὶ πάλιν ἐψηλάφησεν αὐτὸν, καὶ ἠρέμα πως ἐνεδοίαζεν ὑπὸ τῆς φωνῆς εἰς ὑπόνοιάν τινα καὶ ὑπόκρισιν ἐμπεσὼν, καὶ πάλιν ἠρώτησεν, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; καὶ εἶπεν, Ἐγὼ, εἶτα προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· τότε, φησὶν, Ἐφίλησεν αὐτὸν, καὶ εὐλόγησεν αὐτόν. Ἵνα μὴ νομίσῃ τις ὅτι εἰς τὸ τοῦ Ἡσαῦ πρόσωπον τὴν εὐλογίαν ἐποιήσατο, ἀλλ' εἰς ἐκεῖνον τὸν ὑπ' αὐτοῦ φιληθέντα· διὰ τοῦτο ἐμνημόνευσεν ἡ θεία Γραφὴ, ὅτι καὶ ἐφίλησε, καὶ ηὐλόγησεν ἐκεῖνον τὸν ὑπ' αὐτοῦ φιληθέντα. Ὠσφράνθη δὲ, φησὶν, τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν ηὐλόγησε Κύριος. Καὶ δώσει σοι Κύ ριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου. Δώσει, φησὶ, σοὶ τῷ τὰ ἐδέσματα προσενεγκόντι, τῷ παρ' ἐμοῦ φιληθέντι, Καὶ δουλευσάτωσάν σοι ἔθνη. Ὅρα πῶς τὴν τῶν ἀναγκαίων ἀφθονίαν αὐτῷ ἐπηύξατο, εἶτα τὴν ἀρχὴν τῶν ἐθνῶν, προμηνύων ἤδη τὴν μέλλουσαν αὐτῷ ἔσεσθαι εὐημερίαν, καὶ τῶν ἐξ αὐτοῦ τικτομένων τὴν ἐπίδοσιν. Καὶ προσκυνησάτωσάν σοι ἄρχοντες. Οὐ μόνον τὴν τῶν ἐθνῶν ὑποταγὴν αὐτῷ ἐπεύχεται, ἀλλὰ καὶ τῶν ἀρχόντων. Καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. Ὅρα πῶς ὑπηρετεῖται καὶ ἀγνοῶν ὁ δίκαιος τῇ τοῦ Θεοῦ γνώμῃ. Καὶ ἅπαντα ταῦτα διὰ τοῦτο ᾠκονομεῖτο, ἵνα οὗτος ὁ διὰ τὴν ἀρετὴν ἄξιος, αὐτὸς καρπώσηται τὴν εὐλογίαν. Καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Υἱοὺς εἴωθεν ἡ Γραφὴ καλεῖν πᾶσαν τὴν συγγένειαν· ὡς καὶ ἐνταῦθα, τοὺς υἱοὺς τοῦ πατρός σου, ὡς ἂν εἴποι τις, τοὺς ἐκ τοῦ σπέρματος τοῦ Ἡσαῦ ἔσεσθαι μέλλοντας. Οὐδὲ γὰρ ἕτερον παῖδα ἔσχεν ὁ Ἰσαὰκ, ἀλλ' ἢ τούτους μόνους. Ὁ καταρώμενός σε, ἐπικατάρατος· ὁ δὲ εὐλογῶν σε, εὐλογημένος. Ἰδοὺ ἡ κορωνὶς τῆς εὐλογίας, ἰδοὺ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, τὸ εὐλογημένον εἶναι. Εἶδες Θεοῦ φιλανθρωπίαν; Ὁ δεδοικὼς μὴ κατάραν ἐπισπάσηται ἀντὶ εὐλογίας, οὐ μόνον μετὰ τοσαύτης δαψιλείας τὰς εὐλογίας κομίζεται παρὰ τοῦ πατρὸς, ἀλλὰ καὶ ἐκείνοις ἀρᾶται τοῖς ἐπιχειροῦσιν αὐτὸν καταρᾶσθαι. Ἐντεῦθεν μανθάνωμεν ὅτι ἐπειδάν τις κατὰ τὰ τῷ Θεῷ δοκοῦντα τὰ καθ' ἑαυτὸν οἰκονομεῖν βούληται, τοσαύτης ἀπολαύει τῆς ἄνωθεν συνεργείας, ὡς αὐτῆς τῶν πραγμάτων τῆς πείρας αἴσθησιν λαβεῖν Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε τοῦ Θεοῦ τὴν ἄφατον οἰκονομίαν, ὅτι οὐ πρότερον ὁ Ἡσαῦ ἀπὸ τῆς θήρας παραγέγονε, μέχρις ὅτε πέρας ἔλαβεν ἡ τοῦ δράματος ὑπόθεσις, κἀκεῖνος δεξάμενος τὰς εὐλογίας παρὰ τοῦ πατρὸς ἀνεχώρησε; Τοῦτο γὰρ ἡμᾶς διδάξαι βουλόμενος ὁ μακάριος Μωϋσῆς ἐπήγαγε· Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι τὸν Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
