# In Genesim (homiliae 1-67) 3.1-52

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Νϛʹ Εἶπε δὲ Ἰακὼβ πρὸς Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-52

Ὁρᾷς πάλιν ὅτι τὰ τῶν γάμων γίνεται μετὰ πάσης κοσμιότητος. Ἀλλ' ἀκούων ὅτι ἔλαβε τὴν πρεσβυτέραν, καὶ πάλιν τὴν νεωτέραν, μὴ ταραχθῇς, μηδὲ πρὸς τὴν νῦν κατάστασιν τὰ τότε κρῖναι πράγματα. Τότε μὲν γὰρ, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, συνεχωρεῖτο καὶ δυσὶ καὶ τρισὶ γυναιξὶ καὶ πλείοσι μίγνυσθαι, ὥστε τὸ γένος ἐκταθῆναι· νυνὶ δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ τὸ τῶν ἀνθρώπων γένος ἐπὶ πολὺ πλῆθος ἐκτέταται, καὶ τὰ τῆς ἀρετῆς ἐπίδοσιν ἔσχε. Παραγενόμενος γὰρ ὁ Χριστὸς, καὶ τὴν ἀρετὴν καταφυτεύσας ἐν τοῖς ἀνθρώποις, καὶ ἀγγέλους, ὡς εἰπεῖν, ἐξ ἀνθρώπων αὐτοὺς ἐργασάμενος, ἅπασαν ταύτην τὴν παλαιὰν συνήθειαν ἐξέκοψεν. Ὁρᾷς πῶς οὐ δεῖ συνήθειαν προβάλλεσθαι, ἀλλὰ τὸ χρήσιμον πανταχοῦ ἐπιζητεῖν; Ἰδοὺ γὰρ, ἐπειδὴ κακὴ ἦν αὕτη ἡ συνήθεια, ὅρα πῶς ἐξεκόπη, καὶ οὐκ ἔξεστι νῦν οὐδενὶ ταύτην προβάλλεσθαι τὴν συνήθειαν. Μηδαμοῦ τοίνυν, παρακαλῶ, συνήθειαν ἐπιζήτει, ἀλλὰ τὸ χρήσιμον ζήτει, καὶ μὴ τὸ ψυχοβλαβές· καὶ εἴ τι τυγχάνει καλὸν, κἂν μὴ ᾖ συνήθεια, γινέσθω παρ' ἡμῶν· ἂν δέ τι βλαβερὸν, κἂν ἐν συνηθείᾳ ᾖ, φεύγωμεν καὶ ἀποστρεφώμεθα. Καὶ ἔδωκε, φησὶν, Ἰακὼβ Ῥαχὴλ μετὰ Βάλλας τῆς παιδίσκης. Εἶδες πόση ἡ φιλοσοφία; Μήπου ἀνδραπόδων ἀγέλαι; μή που γραμματεῖα, καὶ συνθῆκαι, καὶ αἱρέσεις ἐκεῖναι αἱ καταγέλαστοι, Ἐὰν τόδε γένηται, καὶ ἐὰν τόδε συμβῇ; Καὶ εὐθέως, πρὶν ἢ συνελθεῖν, οἱ οὐκ εἰδότες οὐδ' εἰ μέχρι τῆς ἑσπέρας διαμενοῦσι, τὰ μετὰ πολὺν ἐσόμενα χρόνον ἐν τοῖς γραμματείοις συντιθέασιν· Ἐὰν ἄτεκνος, φησὶ, τελευτήσῃ, ἐὰν παιδία ἐσχηκὼς, καὶ ὅσα τοιαῦτα. Ἀλλ' ἐνταῦθα οὐδὲν τοιοῦτον, ἀλλὰ παιδίσκην μίαν ἑκάστῃ δοὺς ὁ πατὴρ, οὕτω τὰς θυγατέρας ἐξεδίδου. Ἠγάπησε δὲ, φησὶ, Ῥαχὴλ μᾶλλον ἢ Λείαν, καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς διὰ τὴν εὐμορφίαν ἠράσθη τῆς κόρης, μόλις δὲ τυχεῖν ποτε ἠδυνήθη τοῦ σπουδαζομένου, ἐκείνην, φησὶ, πλέον ἠγάπα, ἤπερ τὴν Λείαν. Καὶ γὰρ ἡ ταύτης εὐμορφία, φησὶν, ἐφείλκετο αὐτὸν εἰς τὸν περὶ αὐτὴν πόθον. Ἀλλ' ὅρα μοι ἐνταῦθα λοιπὸν τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, καὶ πῶς τὰ παρ' αὐτοῦ ἐπαγγελθέντα κατὰ μικρὸν εἰς ἔργον ἄγει. Ὁ γὰρ εἰπὼν, ὅτι Ἔσομαι μετὰ σοῦ, διαφυλάσσων σε ἐν πάσῃ ὁδῷ, ᾗ ἐὰν πορευθῇς, καὶ ὅτι Αὐξανῶ σε καὶ πληθυνῶ, αὐτὸς καὶ νῦν ἅπαντα οἰκονομεῖ. Καὶ ἵνα μάθῃς. ἄκουε καὶ αὐτῆς τῆς θείας Γραφῆς τοῦτο σαφῶς λεγούσης· Ἰδὼν δὲ Κύριος ὁ Θεὸς, φησὶν, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα. Καὶ συνέλαβε Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ. Ὅρα τοῦ εὐμηχάνου Θεοῦ τὴν σοφίαν. Ἐπειδὴ ἡ μὲν ἀπὸ τῆς εὐμορφίας τὴν εὔνοιαν ἐπεσπάσατο τοῦ ἀνδρὸς, ἡ δὲ ταύτης ἀπεστερημένη μισεῖσθαι ἐδόκει, ταύτην μὲν διεγείρει πρὸς γονὴν, ἐκείνης δὲ πηροῖ τὴν μήτραν, ἀμφότερα διὰ τὴν οἰκείαν φιλανθρωπίαν οἰκονομῶν, ἵνα καὶ αὕτη διὰ τὰ ἐξ αὐτῆς τικτόμενα σχῇ τινα παραμυθίαν, ἐφελκομένη εἰς τὸν περὶ αὐτὴν πόθον τὸν ἄνδρα, κἀκείνη μὴ διὰ τὸ κάλλος καὶ τὴν εὐμορφίαν κατεξανιστῆται τῆς ἀδελφῆς. Καὶ διήνοιξε, φησὶ, τὴν μήτραν αὐτῆς. Μάνθανε ἐντεῦθεν, ἀγαπητὲ, ὅτι ὁ τῶν ἁπάντων δημιουργός ἐστιν ὁ τὰ πάντα οἰκονομῶν, καὶ τὴν φύσιν αὐτὴν διεγείρων πρὸς γονὴν, καὶ ὅτι οὐδὲν τῆς συνουσίας ὄφελος, μὴ τῆς ἄνωθεν συμμαχίας γενομένης. Διὰ γὰρ τοῦτο εἶπεν, ὅτι Διήνοιξε τὴν μήτραν αὐτῆς, ἵνα γνῶμεν ὅτι αὐτὸς ὁ Δεσπότης ἠβουλήθη τὴν Λείαν πρὸς τεκνογονίαν διεγεῖραι, ὥστε αὐτῆς τὴν ἀθυμίαν παραμυθήσασθαι. Αὐτὸς γάρ ἐστιν ὁ καὶ ἐν τῇ μήτρᾳ διαπλάττων τὰ βρέφη καὶ ζωογονῶν, καθάπερ καὶ Δαυΐδ φησιν· Ἀντελάβου μου ἐκ τῆς γαστρὸς μητρός μου. Καὶ ὅρα πῶς δείκνυσιν ἡμῖν ἡ θεία Γραφὴ τὸν τῆς φύσεως δημιουργὸν ἑκάτερα τῇ οἰκείᾳ δυνάμει ἐργαζόμενον, καὶ τῆς μὲν τὴν μήτραν διεγείροντα, τῆς δὲ Ῥαχὴλ ἐπέχοντα. Δεσπότης γὰρ ὢν τῆς φύσεως, μετ' εὐκολίας ἅπαντα ἐργάζεται. Καὶ συνέλαβε, φησὶ, Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν, λέγουσα· Ὅτι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, νῦν ἀγαπήσει με ὁ ἀνήρ μου. Ὅρα πῶς εὐγνώμων ἡ γυνή. Θεασάμενος, φησὶ, τὴν ταπείνωσίν μου ὁ Δεσπότης, παρέσχε μοι τὸν τόκον, ἵνα διὰ τούτου ἀγαπηθῆναι δυνηθῶ. Καὶ θέα μοι τοῦ φιλανθρώπου Θεοῦ τὴν φιλοτιμίαν, πῶς ἐπιδαψιλεύεται, ὁμοῦ καὶ τὸ τοῦ δικαίου σπέρμα αὐξῆσαι βουλόμενος, καὶ ταύτην νῦν ποθεινοτέραν καταστῆσαι τῷ Ἰακώβ. Καὶ συνέλαβε, φησὶ, πάλιν, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ, καὶ εἶπεν, ὅτι Ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Συμεών. Σκόπει πῶς ἀφ' ἑκάστου τῶν παίδων εὐχαριστεῖ τῷ Δεσπότῃ, καὶ εὐγνώμων γίνεται περὶ τὴν εὐεργεσίαν. Ἤκουσε γὰρ, φησὶ, ὁ Κύριος, ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ διὰ τοῦτο Ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Συμεών.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
