# In Genesim (homiliae 1-67) 3.1-53

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΖʹ Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-53

Ὅρα πῶς ἀμφότερα αὐτὰς διδάσκει, καὶ τοῦ πατρὸς τὴν ἀγνωμοσύνην τὴν περὶ αὐτὸν, καὶ τὴν οἰκείαν εὔνοιαν, ἣν περὶ τὴν δουλείαν ἐπεδείξατο. Οἴδατε γὰρ, φησὶν, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Καὶ τὴν παρὰ τοῦ Θεοῦ περὶ αὐτὸν ἐναργῆ κηδεμονίαν κατάδηλον ποιεῖ, δεικνὺς ὅτι ἡ ἄνωθεν συμμαχία ἦν ἡ τὸ πᾶν ἐργαζομένη, καὶ τὴν περιουσίαν τοῦ Λάβαν εἰς αὐτὸν μεθιστῶσα. Ἀφείλετο γὰρ, φησὶν, ὁ Θεὸς τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Ἐγένετο δὲ ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπον· Τί ἐστι; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους, ποικίλους καὶ σποδοειδεῖς ῥαντούς. Ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ὁρᾷς ὅτι ἡ ἄνωθεν ἐνέργεια ἦν ἡ τὸ πᾶν ἐργαζομένη, καὶ τὸν δίκαιον τῶν καμάτων ἀμειβομένη; Ἐπειδὴ γὰρ ἐκεῖνος ἀγνώμων περὶ αὐτὸν ἐγίνετο, ὁ φιλότιμος Δεσπότης μετὰ δαψιλείας ἀμείβεται τὸν δίκαιον· Ἑώρακα γὰρ, φησὶν, ὅσα σοι Λάβαν ποιεῖ. Ἐντεῦθεν μανθάνομεν, ὅτι ἐπειδὰν ἀδικούμενοι παρ' οὑτινοσοῦν ἐπιεικῶς καὶ πράως ἐνέγκωμεν, μείζονος καὶ δαψιλεστέρας ἀπολαύομεν τῆς ἄνωθεν συμμαχίας. Μὴ τοίνυν ἀντιτείνωμεν πρὸς τοὺς ἐπηρεάζειν βουλομένους, ἀλλὰ φέρωμεν γενναίως, εἰδότες ὡς ὁ τῶν ἁπάντων Δεσπότης οὐ περιόψεται ἡμᾶς, μόνον ἐὰν ἡμεῖς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξώμεθα. Ἐμοὶ γὰρ, φησὶν, ἐκδίκησις· ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Διὰ τοῦτο καὶ ὁ Ἰακὼβ ἔλεγεν· Οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. Ἐπειδὴ γὰρ αὐτὸς ἀποστερῆσαι, φησὶ, μὲ ἐβουλήθη τῶν ὑπὲρ τῶν καμάτων μισθῶν, ὁ Δεσπότης μετὰ τοσαύτης περιουσίας τὴν εἰς ἡμᾶς κηδεμονίαν ἐπεδείξατο, ὡς πᾶσαν αὐτοῦ τὴν οὐσίαν μεταστῆσαι εἰς ἡμᾶς. Καὶ εἰδὼς ὡς ἐγὼ μὲν μετ' εὐνοίας τὴν δουλείαν ἐποιησάμην, ἐκεῖνος δὲ οὐ προσηκόντως μοι προσηνέχθη, τοσαύτην ἐποιήσατο ἡμῶν τὴν πρόνοιαν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα λέγω, οὐδὲ εἰκῆ καὶ μάτην κατηγορεῖν αὐτοῦ βουλόμενος, καὶ τὸν Θεὸν ἔχω μάρτυρα τοῖς παρὰ τοῦ πατρὸς ὑμῶν εἰς ἐμὲ γενομένοις. Ἑώρακα γὰρ, φησὶν, ὅσα σοι Λάβαν ποιεῖ· ὅτι οὐ τοῦ μισθοῦ σε μόνον ἀπεστέρησεν, ἀλλ' ὅτι καὶ οὐχ ὁμοίως νῦν πρὸς σὲ διάκειται, ὡς καὶ πρότερον· ἀλλὰ διέφθαρται τὴν γνώμην. Ἐγώ εἰμι ὁ Θεός σου, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην. Εἰς ὑπόμνησιν αὐτὸν ἀγαγεῖν βούλεται, ὧν αὐτῷ τότε ὑπέσχετο, εἰπὼν, Εἰς πλῆθός σε αὐξηθῆναι ποιήσω, καὶ ὅτι Διαφυλάξω σε εἰς τὴν γῆν σου. Ἐγὼ οὖν ὁ τότε ὀφθείς σοι καὶ τὰς ὑποσχέσεις πρὸς σὲ ποιησάμενος, ἐγὼ καὶ νῦν, ἐπειδὴ καιρὸς ἥκει, τὰ τότε παρ' ἐμοῦ σοι ἐπαγγελθέντα εἰς ἔργον ἄγω, καὶ ἐπανελθεῖν σε κελεύω ἄνευ ἀγωνίας. Μετὰ σοῦ γὰρ ἔσομαι. Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ, οὗ ἤλειψάς μοι στήλην, καὶ ηὔξω μοι εὐχήν. Ὑπομιμνήσκει αὐτὸν τῆς εὐχῆς καὶ τῆς ἐπαγγελίας, ἧς ἐποιήσατο. Τίς δὲ ἦν ἡ εὐχή; Ὅτι Ὧν ἄν μοι δῷς, ἀποδεκατώσω αὐτά σοι. Ἐπειδὴ γὰρ τότε μηδὲν ὅλως ἐπιφερόμενος, ἀλλὰ καθάπερ φυγὰς τὴν ὁδοιπορίαν ποιούμενος ταῦτα ηὔξατο, διὰ τοῦτό φησιν· Ἡνίκα σοι ὤφθην, ηὔξω εὐχὴν, λέγων, Ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι· διὰ τῆς εὐχῆς καὶ τῆς ἐπαγγελίας τὴν δύναμιν τὴν ἐμὴν προμηνύων, καὶ τοῖς τῆς πίστεως ὀφθαλμοῖς προορῶν τὴν μέλλουσαν εὐπορίαν ἔσεσθαί σοι· νῦν οὖν ὅτε εἰς ἔργον τὰ παρ' ἐμοῦ λεχθέντα δεῖ ἐλθεῖν, καὶ καιρὸς ἥκει καλῶν τὴν εὐχὴν τὴν σὴν πληρωθῆναι. Ἐπάνιθι νῦν οὖν, φησὶν, ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἐγώ σοι πανταχοῦ συνέσομαι, καὶ ἐγώ σοι τὴν ὁδοιπορίαν εὐμαρῆ καταστήσω, καὶ οὐδεμίαν παρ' οὐδενὸς ὑποστήσῃ βλάβην, τῆς ἐμῆς δεξιᾶς ἀντὶ σκέπης πανταχοῦ γινομένης σοι. Ταῦτα ἀκούσασαι αἱ περὶ τὴν Ῥαχὴλ εἶπαν αὐτῷ· Μή ἐστιν ἡμῖν μερὶς, ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; Οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; Πέπρακε γὰρ ἡμᾶς, καὶ κατέφαγε καταβρώσει τὸ ἀργύριον ἡμῶν. Καὶ πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, σοὶ ἔδωκε. Νῦν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει. Ὅρα καὶ ταύτας ἑπομένας τῇ τοῦ Θεοῦ γνώμῃ, καὶ λογισμὸν ἀναντίῤῥητον εἰσαγούσας. Μὴ γὰρ, φησὶν, ἔτι τι κοινὸν ἡμῖν πρὸς τὸν πατέρα ἡμῶν; Ἅπαξ γὰρ ἀπέδοτο ἡμᾶς. Τὸν μέντοι πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, καὶ ἔδωκέ σοι, ἡμεῖς ἕξομεν, καὶ τὰ τέκνα ἡμῶν. Μὴ μέλλε οὖν, μηδὲ διαναβάλλου, ἀλλὰ ποίει τὰ παρὰ τοῦ Θεοῦ σοι ἐπιταχθέντα. Νῦν οὖν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει. Ταῦτα ἀκούσας ὁ Ἰακὼβ, ἀναστὰς ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία, καὶ ἀνεβίβασεν αὐτὰς ἐπὶ καμήλους, καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὴν ἀποσκευὴν, ἢν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
